Ancient Greek
Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 7.1
Not analysed yet
Ἀλλ' οὐδὲν τούτων ἡμᾶς κατήλλαξεν. Ὁ δὲ οὐδὲ οὕτως ἡμᾶς κατέλιπεν, ἀλλὰ μένει καὶ γέενναν ἀπειλῶν, καὶ βασιλείαν ἐπαγγελλόμενος, ἵνα κἂν οὕτως ἡμᾶς ἐφελκύσηται· ἡμεῖς δὲ ἀναλγήτως ἔτι διακείμεθα. Τί ταύτης τῆς θηριωδίας χεῖρον γένοιτ' ἄν; Εἰ γὰρ ἄνθρωπος ταῦτα ἐποίησεν, οὐκ ἂν αὐτοῦ πολλάκις ἐγενόμεθα δοῦλοι; τὸν δὲ Θεὸν ποιοῦντα ἀποστρεφόμεθα; Ὢ τῆς ῥᾳθυμίας. ὢ τῆς ἀγνωμοσύνης. οἳ διαπαντὸς μὲν ἐν ἁμαρτίαις καὶ πονηρίαις ζῶμεν, ἂν δέ ποτέ τι καὶ ποιήσωμεν μικρὸν ἀγαθὸν, κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν μετὰ πολλῆς τῆς καπηλείας ἐξετάζομεν, καὶ ἀκριβολογούμεθα περὶ τῆς ἀντιδόσεως, εἴ γε ἔχει μισθόν τινα τὸ γινόμενον. Καὶ μὴν μείζων ὁ μισθὸς, ἐὰν μὴ ἐπ' ἐλπίδι μισθῶν ποιῇς· τὸ γὰρ ταῦτα λέγειν καὶ ἀκριβολογεῖσθαι, μισθωτοῦ μᾶλλον ῥήματά ἐστιν, ἢ εὐγνώμονος οἰκέτου. Δεῖ γὰρ πάντα διὰ τὸν Χριστὸν ποιεῖν, οὐ διὰ τὸν μισθόν· καὶ γὰρ καὶ γέενναν διὰ τοῦτο ἠπείλησε, καὶ βασιλείαν ἐπηγγείλατο, ἵνα φιλῆται παρ' ἡμῶν. Φιλήσωμεν τοίνυν αὐτὸν, ὡς φιλεῖν χρή· τοῦτο γὰρ ὁ μέγας μισθὸς, τοῦτο βασιλεία καὶ ἡδονὴ, τοῦτο τρυφὴ καὶ δόξα καὶ τιμὴ, τοῦτο φῶς, τοῦτο ἡ μυριομακαριότης, ἣν οὐ λόγος παραστῆσαι δύναται, οὐ νοῦς καταλαβεῖν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τούτους παρήχθην τοὺς λόγους, ἀνθρώποις μηδὲ ἀρχῆς καὶ δόξης καταφρονοῦσι τῆς παρούσης διὰ τὸν Χριστὸν βασιλείας κελεύων καταφρονεῖν· καίτοι γε οἱ μεγάλοι καὶ γενναῖοι ἄνδρες ἐκεῖνοι καὶ εἰς τοῦτο τὸ μέτρον τῆς ἀγάπης ἔφθασαν. Ἄκουσον γοῦν πῶς ὁ Πέτρος περὶ αὐτοῦ περικαίεται, καὶ ψυχῆς καὶ ζωῆς καὶ πάντων αὐτὸν προτιθείς· καὶ ἡνίκα δὲ αὐτὸν ἠρνήσατο, οὐ διὰ τὴν κόλασιν ἐπένθει, ἀλλ' ἐπειδὴ τὸν ποθούμενον ἠρνήσατο, ὃ πάσης κολάσεως αὐτῷ πικρότερον ἦν. Καὶ ταῦτα ἅπαντα πρὸ τῆς τοῦ Πνεύματος χάριτος ἐπεδείκνυτο, καὶ συνεχῶς ἐπέκειτο λέγων· Ποῦ ὑπάγεις; καὶ πρὸ τούτου, Πρὸς τίνα ἀπελευσόμεθα; καὶ πάλιν, Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ. Πάντα γὰρ αὐτὸς ἦν αὐτοῖς, καὶ οὔτε οὐρανὸν οὔτε βασιλείαν οὐρανῶν πρὸ τοῦ ποθουμένου ἦγον. Σὺ γάρ μοι πάντα ἐκεῖνα, φησί. Καὶ τί θαυμάζεις, εἰ Πέτρος οὕτω διέκειτο; Καὶ γὰρ ὁ προφήτης ἄκουσον τί φησι· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ τῶν ἄνω, οὐ τῶν κάτω οὐδενὸς ἐφίεμαι ἑτέρου, ἀλλ' ἢ σοῦ μόνου. Τοῦτό ἐστιν ἔρως, τοῦτο φιλία· ἂν οὕτω φιλήσωμεν, οὐ τὰ παρόντα μόνον, ἀλλ' οὐδὲ τὰ μέλλοντα πρὸς τὸ φίλτρον ἐκεῖνο ἡγησόμεθά τι εἶναι, καὶ τὴν βασιλείαν ἐντεῦθεν καρπωσόμεθα, ἐντρυφῶντες αὐτοῦ τῇ ἀγάπῃ. Καὶ πῶς ἔσται τοῦτο, φησίν. Εἰ ἐννοήσομεν, ποσάκις αὐτὸν ὑβρίζομεν μετὰ μυρία ἀγαθὰ, αὐτὸς δὲ ἕστηκε παρακαλῶν· ὁσάκις αὐτὸν παρατρέχομεν, αὐτὸς δὲ οὐ παρορᾷ, ἀλλ' ἐπιτρέχει καὶ ἐφέλκεται καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. Ἂν γὰρ ταῦτα καὶ τὰ τοιαῦτα λογισώμεθα, δυνησόμεθα τὸν πόθον ἀνάψαι τοῦτον. Εἰ γὰρ ἄνθρωπος εὐτελὴς ἦν ὁ οὕτω φιλῶν, βασιλεὺς δὲ ὁ οὕτω φιλούμενος, οὐκ ἂν ᾐδέσθη τῷ τοῦ ἔρωτος μεγέθει; Σφόδρα μὲν οὖν. Ὅταν δὲ τοὐναντίον τι ᾖ, καὶ ἄφατον μὲν ἐκεῖνο τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν κολάσεως ἄξιοι οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταστρηνιῶντες αὐτοῦ τῆς ἀγάπης; Οὐδενὸς δεῖται ἐκεῖνος τῶν ἡμετέρων, καὶ οὐδὲ οὕτω παύεται ἡμῶν ἐρῶν· ἡμεῖς δὲ σφόδρα δεόμεθα τῶν αὐτοῦ, καὶ οὐδὲ οὕτως ἀντεχόμεθα αὐτοῦ τῆς ἀγάπης, ἀλλὰ χρήματα αὐτοῦ προτιμῶμεν, καὶ φιλίας ἀνθρώπων, καὶ σώματος ἄνεσιν, καὶ δυναστείαν καὶ δόξαν, τοῦ μηδὲν ἡμῶν προτιμῶντος; Ἕνα γὰρ εἶχεν Υἱὸν μονογενῆ καὶ γνήσιον, καὶ οὐδὲ τούτου ἐφείσατο δι' ἡμᾶς· ἡμεῖς δὲ αὐτοῦ πολλὰ προτιμῶμεν. Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη; Τί γὰρ ἂν ἔχοιμεν εἰπεῖν, ὅταν τοῦ Σατανᾶ τὰ ἐπιτάγματα προτιμῶμεν τῶν τοῦ Χριστοῦ νόμων, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἀφειδῶμεν, ἵνα προτιμήσωμεν τὰ τῆς πονηρίας ἔργα τοῦ πάντα ὑπὲρ ἡμῶν παθόντος; Καὶ ποίας συγγνώμης τὰ τοιαῦτα ἄξια; ποίας ἀπολογίας; Οὐδεμιᾶς. Στῶμεν οὖν λοιπὸν μὴ κατὰ κρημνῶν φερόμενοι, καὶ ἀνανήψωμεν, καὶ πάντα ἀναλογισάμενοι ταῦτα, δόξαν ἀναπέμψωμεν αὐτῷ διὰ τῶν ἔργων· οὐ γὰρ ἀρκεῖ διὰ τῶν ῥημάτων· ἵνα καὶ τῆς δόξης ἀπολαύσωμεν τῆς παρ' αὐτοῦ, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.