Ancient Greek · ~19 min
Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-8
Not analysed yet
Κατηγόρησεν Ἑλλήνων, κατηγόρησεν Ἰουδαίων· ἀκόλουθον ἦν εἰπεῖν τὴν δικαιοσύνην λοιπὸν τὴν διὰ τῆς πίστεως. Εἰ γὰρ μήτε ὁ τῆς φύσεως ὤνησε νόμος, μήτε ὁ γραπτὸς ἐποίησέ τι πλέον, ἀλλ' ἀμφότεροι τοὺς οὐκ εἰς δέον αὐτοῖς χρησαμένους ἐβάρησαν, καὶ μείζονος ἔδειξαν κολάσεως ὄντας ἀξίους, ἀναγκαία λοιπὸν ἡ διὰ τῆς χάριτος σωτηρία. Εἰπὲ τοίνυν αὐτὴν, ὦ Παῦλε, καὶ δεῖξον. Ἀλλ' οὐδέπω θαῤῥεῖ, τὸ ἰταμὸν τῶν Ἰουδαίων ὑφορώμενος, ἀλλ' ἐπὶ τὴν κατηγορίαν αὐτῶν πάλιν ἄγει τὸν λόγον, καὶ πρότερον εἰσάγει κατήγορον τὸν Δαυῒδ ταῦτα λέγοντα διὰ πολλῶν, ἅπερ ἐν βραχεῖ πάντα εἶπεν Ἡσαΐας, ἰσχυρὸν κατασκευάζων αὐτοῖς χαλινὸν, ὥστε μὴ ἀποπηδῆσαι μηδὲ τῶν περὶ τῆς πίστεως γυμναζομένων λόγων λοιπὸν ἀποσκιρτῆσαί τινα τῶν ἀκουόντων, ἱκανῶς ταῖς τῶν προφητῶν προκατειλημμένον κατηγορίαις. Καὶ γὰρ τρεῖς τίθησιν ὑπερβολὰς ὁ προφήτης, ὅτι τε πάντες ὁμοῦ τὰ κακὰ ἔπραττον, λέγων, καὶ ὅτι οὐκ ἀνέμιξαν τὰ καλὰ τοῖς κακοῖς, ἀλλὰ τὴν πονηρίαν μόνην μετῄεσαν, καὶ ὅτι μετ' ἐπιτάσεως ταύτην ἁπάσης. Εἶτα ἵνα μὴ λέγωσι, Τί οὖν, εἰ πρὸς ἑτέρους ταῦτα εἴρηται; ἐπήγαγεν· Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Διά τοι τοῦτο μετὰ τὸν Ἡσαΐαν τὸν ὡμολογημένως πρὸς αὐτοὺς ἀποτεινόμενον, ἐπεισήγαγε τὸν Δαυῒδ, ἵνα δείξῃ καὶ ταῦτα τῆς αὐτῆς ὄντα ἀκολουθίας. Ποία γὰρ ἦν ἀνάγκη, φησὶν, ἑτέρων κατηγορεῖν τὸν εἰς τὴν ὑμετέραν διόρθωσιν ἀποσταλέντα προφήτην; οὐδὲ γὰρ ὁ νόμος ἑτέροις ἐδόθη, ἀλλ' ὑμῖν. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Οἴδαμεν, ὅτι ὅσα ὁ προφήτης λέγει, ἀλλ', Ὅσα ὁ νόμος λαλεῖ; Ὅτι τὴν Παλαιὰν πᾶσαν νόμον καλεῖν εἴωθεν ὁ Παῦλος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχε; καὶ ἐνταῦθα τοὺς ψαλμοὺς νόμον ἐκάλεσεν, εἰπών· Οἴδαμεν, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Εἶτα δείκνυσιν οὐδὲ ἁπλῶς ταῦτα λεγόμενα κατηγορίας ἕνεκεν, ἀλλ' ἵνα τῇ πίστει προοδοποιήσῃ πάλιν ὁ νόμος. Τοσαύτη τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν ἡ συμφωνία, ὅτι καὶ αἱ κατηγορίαι καὶ οἱ ἔλεγχοι διὰ τοῦτο πάντως ἐγένοντο, ἵνα λαμπρὰ παρὰ τοῖς ἀκούουσιν ἀνοιγῇ τῆς πίστεως ἡ θύρα. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα Ἰουδαίους ἀπώλεσε τὸ μέγα φρονεῖν ἐφ' ἑαυτοῖς· ὅπερ οὖν καὶ προϊὼν ἔλεγεν, ὅτι Ἀγνοοῦντες τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν· προλαβὼν καὶ ὁ νόμος καὶ ὁ προφήτης, προκατέβαλον αὐτῶν τὰ φρονήματα, καὶ κατέστειλαν αὐτῶν τὸ φύσημα, ἵνα εἰς ἔννοιαν τῶν οἰκείων ἐλθόντες ἁμαρτημάτων, καὶ τὴν ἀπόνοιαν πᾶσαν κατακενώσαντες, καὶ ἰδόντες ἑαυτοὺς περὶ τῶν ἐσχάτων κινδυνεύοντας, μετὰ πολλῆς τῆς προθυμίας προσδράμωσι τῷ τὴν ἄφεσιν αὐτοῖς τῶν ἁμαρτημάτων παρέχοντι, καὶ τὴν χάριν διὰ τῆς πίστεως καταδέξωνται. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνιττόμενος ὁ Παῦλος ἔλεγεν· Οἴδαμεν, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Ἐνταῦθα γὰρ δείκνυσιν αὐτοὺς τῆς μὲν ἀπὸ τῶν ἔργων παῤῥησίας ἐρήμους ὄντας, ἐν δὲ τοῖς ῥήμασιν ἀλαζονευομένους μόνον καὶ ἀναισχυντοῦντας. Διὸ καὶ κυρίως ἐχρήσατο τῇ λέξει, εἰπὼν, Ἵνα πᾶν στόμα φραγῇ, τὴν ἀναίσχυντον αὐτῶν καὶ δυσκάθεκτον μεγαληγορίαν δηλῶν, καὶ τὴν μετὰ ἀκριβείας ἐπιστομιζομένην αὐτῶν γλῶτταν· καθάπερ γὰρ ῥεῦμα ἀφόρητον, οὕτως αὕτη ἐφέρετο· ἀλλ' ἐνέφραξεν αὐτὴν ὁ προφήτης. Ὅταν δὲ λέγῃ Παῦλος, Ἵνα πᾶν στόμα φραγῇ, οὐ τοῦτό φησιν, ὅτι διὰ τοῦτο ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα, ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρτάνοντες τοῦτο αὐτό. Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Οὐκ εἶπεν, Ὁ Ἰουδαῖος, ἀλλὰ, Πᾶσα ἡ φύσις. Τὸ μὲν γὰρ, Ἵνα πᾶν στόμα φραγῇ, ἐκείνους ἐστὶν αἰνιττόμενον, εἰ καὶ μὴ φανερῶς αὐτὸ τέθειται, ὥστε μὴ τραχύτερον γενέσθαι τὸν λόγον· τὸ δὲ, Ἵνα ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, ὁμοῦ καὶ περὶ Ἰουδαίων καὶ Ἑλλήνων εἴρηται. Οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ καταστεῖλαι τὴν ἐκείνων ἀπόνοιαν, ὅταν καὶ ἐνταῦθα μηδὲν ἔχωσι πλέον τῶν Ἑλλήνων, ἀλλ' ὁμοίως ὦσι προδεδομένοι κατὰ τὸν τῆς σωτηρίας λόγον. Ὁ γὰρ ὑπόδικος κυρίως ἂν ἐκεῖνος λέγοιτο, ὁ μὴ δυνάμενος ἀρκεῖν ἑαυτῷ πρὸς ἀπολογίαν, ἀλλὰ τῆς ἑτέρου δεόμενος βοηθείας· οἷα ἦν καὶ τὰ ἡμέτερα πάντα, ἀπολωλεκότων ἡμῶν τὰ πρὸς σωτηρίαν συντείνοντα. Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Πάλιν ἐφήλατο τῷ νόμῳ, μετὰ φειδοῦς μέν· οὐ γὰρ αὐτοῦ κατηγορία τὸ εἰρημένον, ἀλλὰ τῆς τῶν Ἰουδαίων ῥᾳθυμίας· πλὴν ἀλλ' ὅμως ἐσπούδακεν ἐνταῦθα, ἐπειδὴ μέλλει τὸν περὶ τῆς πίστεως εἰσάγειν λόγον, δεῖξαι αὐτὸν σφόδρα ἠσθενηκότα. Εἰ γὰρ αὐχεῖς ἐπὶ τῷ νόμῳ, φησὶν, αὐτός σε μᾶλλον καταισχύνει· οὗτός σου τὰς ἁμαρτίας ἐκπομπεύει. Ἀλλ' οὐκ εἶπεν οὕτω τραχέως, ἀλλ' ὑφειμένως πάλιν· Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Οὐκοῦν καὶ ἡ κόλασις μείζων, ἀλλὰ παρὰ τῶν Ἰουδαίων. Ὁ μὲν γὰρ νόμος ἤνυε τὸ φανεράν σοι ποιῆσαι τὴν ἁμαρτίαν, σὸν δὲ ἦν λοιπὸν τὸ φυγεῖν· μὴ φυγὼν τοίνυν, μᾶλλον ἐπεσπάσω τὴν κόλασιν, καὶ τὸ τοῦ νόμου κατόρθωμα γέγονέ σοι μείζονος ἐφόδιον τιμωρίας.