Ancient Greek · ~19 min
Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 6.1-3
Not analysed yet
Τῶν μὲν οὖν Ἑλλήνων εὐκόλως κατέδραμεν· ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο· τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρημελῆσθαι, ἀλλ' ἦν προκαλύμματα τούτων μεγάλα, νόμος καὶ περιτομὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡμιληκέναι, καὶ τὸ πάντων εἶναι διδασκάλους. Διὰ τοῦτο καὶ τούτων αὐτοὺς ἐγύμνωσε, καὶ μᾶλλον ἔδειξεν ἐκ τούτων κολαζομένους, εἰς ὃ καὶ ἐνταῦθα τὸν λόγον συνέκλεισεν. Εἰ γὰρ μὴ κολάζονται, φησὶ, τοιαῦτα ποιοῦντες, ἀνάγκη τὸν βλάσφημον ἐκεῖνον περιφέρεσθαι λόγον, τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Εἰ δὲ τοῦτο ἀσεβὲς, καὶ οἱ λέγοντες αὐτὸ δίκην δώσουσι (τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν), εὔδηλον ὅτι κολάζονται. Εἰ γὰρ οἱ λέγοντες, τιμωρίας ἄξιοι, πολλῷ μᾶλλον οἱ πράσσοντες· εἰ δὲ ἄξιοι τιμωρίας, ὡς ἡμαρτηκότες ἄξιοι. Οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ κολάζων, ἵνα καί τις ὑποπτεύσῃ τὴν ψῆφον, ἀλλ' ὁ Θεὸς ὁ δικαίως πάντα ποιῶν. Εἰ δὲ δικαίως τιμωροῦνται, ἀδίκως ἐκεῖνα ἔλεγον, ἅπερ ἔλεγον οἱ κωμῳδοῦντες ἡμᾶς· πάντα γὰρ ὁ Θεὸς ἔπραξε καὶ πράττει, ὥστε τὴν πολιτείαν ἡμῶν διαλάμπειν καὶ ὀρθοῦσθαι πάντοθεν. Μὴ τοίνυν ῥᾳθυμῶμεν· οὕτω γὰρ καὶ τοὺς Ἕλληνας ἀποστῆσαι δυνησόμεθα τῆς πλάνης. Ὅταν δὲ ἐν μὲν ῥήμασι φιλοσοφῶμεν, ἐν δὲ ἔργοις ἀσχημονῶμεν, ποίοις ὀφθαλμοῖς αὐτοὺς ὀψόμεθα; ποίοις στόμασι διαλεξόμεθα περὶ δογμάτων; Ἐρεῖ γὰρ πρὸς ἕκαστον ἡμῶν· Ὁ τὸ ἔλαττον μὴ κατορθωκὼς, πῶς ἀξιοῖς περὶ τοῦ μείζονος διδάσκειν; ὁ μηδέπω μαθὼν, ὅτι πλεονεξία κακὸν, πῶς περὶ τῶν ἐν τοῖς οὐρανοῖς πραγμάτων φιλοσοφεῖς; Ἀλλ' οἶδας, ὅτι κακόν; Οὐκοῦν μεῖζον τὸ ἔγκλημα, ὅτι καὶ εἰδὼς πλημμελεῖς. Καὶ τί λέγω τὸν Ἕλληνα; Οὐδὲ γὰρ οἱ παρ' ἡμῖν νόμοι συγχωροῦσιν ἡμῖν ταύτης ἀπολαύειν τῆς παῤῥησίας, ὅταν ὁ βίος ἡμῶν διεφθαρμένος ᾖ. Τῷ γὰρ ἁμαρτωλῷ, φησὶν, εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἀπηνέχθησάν ποτε αἰχμάλωτοι Ἰουδαῖοι, καὶ τῶν Περσῶν ἐπικειμένων καὶ ἀξιούντων ᾄδειν αὐτοῖς τὰς θείας ᾠδὰς ἐκείνας, ἔλεγον· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Εἰ δὲ ἐν βαρβάρῳ γῇ τὰ λόγια τοῦ Θεοῦ θέμις οὐκ ἦν ᾄδειν, πολλῷ μᾶλλον τὴν βάρβαρον ψυχήν; βάρβαρος γάρ ἐστιν ἡ ἀνελεὴς ψυχή. Εἰ γὰρ τοὺς αἰχμαλώτους ὄντας, καὶ δούλους ἀνθρώπων ἐν ἀλλοτρίᾳ γῇ γενομένους ὁ νόμος ἐκάθισεν ἐν σιγῇ· πολλῷ μᾶλλον τοὺς δούλους ὄντας τῆς ἁμαρτίας καὶ ἐν ἀλλοτρίᾳ πολιτείᾳ γενομένους ἐπιστομίζεσθαι δίκαιον. Καίτοι καὶ τὰ ὄργανα εἶχον τότε ἐκεῖνοι· Ἐν γὰρ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς, φησὶν, ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· ἀλλ' οὐδὲ οὕτως ἐξῆν. Οὐκοῦν οὐδὲ ἡμῖν, κἂν στόμα ἔχωμεν καὶ γλῶτταν, ἅπερ ἐστὶν ὄργανα τοῦ λόγου, θέμις παῤῥησιάζεσθαι, ἕως ἂν τῇ πάντων βαρβάρων τυραννικωτέρᾳ δουλεύωμεν ἁμαρτίᾳ. Εἰπὲ γάρ μοι, τί πρὸς τὸν Ἕλληνα ἐρεῖς ἁρπάζων καὶ πλεονεκτῶν; ἀπόστηθι τῆς εἰδωλολατρείας; ἐπίγνωθι τὸν Θεὸν, μηδὲ ἀργύρῳ καὶ χρυσῷ πρόσιθι; Ἆρ' οὖν οὐ γελάσεται καὶ ἐρεῖ· Σαυτῷ ταῦτα διαλέγου πρότερον; οὐ γάρ ἐστιν ἴσον Ἕλληνα ὄντα εἰδωλολατρεῖν, καὶ Χριστιανὸν ὄντα τὸ αὐτὸ τοῦτο πλημμελεῖν. Πῶς γὰρ δυνησόμεθα ἑτέρους ἀπάγειν τῆς εἰδωλολατρείας ἐκείνης, ἑαυτοὺς ταύτης οὐκ ἀπάγοντες; τοῦ γὰρ πλησίον ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς. Ὅταν οὖν ἑαυτοὺς μὴ πείθωμεν, πῶς ἑτέρους πείσομεν; Εἰ γὰρ ὁ τῆς οἰκίας τῆς ἑαυτοῦ μὴ προεστὼς καλῶς, οὐδὲ Ἐκκλησίας ἐπιμελήσεται· πῶς ὁ μηδὲ τῆς ἑαυτοῦ ψυχῆς προεστὼς, ἑτέρους διορθῶσαι δυνήσεται; Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐ προσκυνεῖς εἴδωλον χρυσοῦν· ἀλλ' ἐκεῖνό μοι δεῖξον, ὅτι μὴ ποιεῖς ταῦτα, ἅπερ ὁ χρυσὸς κελεύει. Καὶ γὰρ διάφοροι εἰδωλολατρείας τρόποι· καὶ ὁ μὲν τὸν μαμμωνᾶν ἡγεῖται κύριον, ὁ δὲ τὴν κοιλίαν θεὸν, ὁ δὲ ἑτέραν ἐπιθυμίαν χαλεπωτάτην. Ἀλλ' οὐ καταθύεις αὐτοῖς βόας, καθάπερ οἱ Ἕλληνες; Ἀλλὰ τὸ πολλῷ χαλεπώτερον τὴν σαυτοῦ κατασφάζεις ψυχήν. Ἀλλ' οὐ κάμπτεις τὰ γόνατα καὶ προσκυνεῖς; Ἀλλὰ μετὰ πλείονος ὑπακοῆς ποιεῖς πάντα, ἅπερ ἂν ἐπιτάξωσι καὶ ἡ γαστὴρ καὶ τὸ χρυσίον καὶ ἡ τῆς ἐπιθυμίας τυραννίς· ἐπεὶ καὶ οἱ Ἕλληνες διὰ τοῦτό εἰσι βδελυκτοὶ, ὅτι τὰ πάθη ἐθεοποίουν, τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην, τὸν δὲ θυμὸν Ἄρην, τὴν δὲ μέθην Διόνυσον προσειπόντες. Εἰ δὲ οὐ γλύφεις εἴδωλα σὺ, καθάπερ ἐκεῖνοι, ἀλλὰ μετὰ πολλῆς τῆς προθυμίας τοῖς αὐτοῖς ὑποκύπτεις πάθεσι, τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιῶν, καὶ ταῖς ἄλλαις σεαυτὸν πλύνων παρανομίαις. Διὸ παρακαλῶ τῆς ἀτοπίας τὴν ὑπερβολὴν ἐννοήσαντας φεύγειν τὴν εἰδωλολατρείαν· οὕτω γὰρ ὁ Παῦλος καλεῖ τὴν πλεονεξίαν· φεύγειν δὲ μὴ τὴν ἐν χρήμασι πλεονεξίαν μόνον, ἀλλὰ καὶ τὴν ἐν ἐπιθυμίᾳ πονηρᾷ καὶ τὴν ἐν ἱματίοις καὶ τὴν ἐν τραπέζῃ καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασι. Καὶ γὰρ πολλῷ χαλεπωτέραν δώσομεν δίκην ἡμεῖς μὴ πειθόμενοι τοῖς τοῦ Κυρίου νόμοις. Ὁ γὰρ δοῦλος, φησὶν, ὁ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Ἵν' οὖν καὶ τὴν κόλασιν ταύτην διαφύγωμεν, καὶ ἑτέροις καὶ ἑαυτοῖς γενώμεθα χρήσιμοι, πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντες, ἑλώμεθα τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.