Ancient Greek · ~22 min
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 10.1-3
Not analysed yet
Εἶδες τί ἐστι, Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην ἐκόμισε. Καὶ καθὼς προείρηκεν Ἡσαΐας, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν, ὅτι οὐδ' αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν. Καὶ γὰρ καὶ οὗτοι ἀπώλοντο ἂν καὶ τὰ Σοδόμων ἔπαθον, τουτέστι, πανωλεθρίαν ὑπέμειναν ἄν. Καὶ γὰρ καὶ ἐκεῖνοι πρόῤῥιζοι πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον· καὶ οὗτοι γοῦν, φησὶν, ὡς ἐκεῖνοι ἂν ἐγένοντο, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε διὰ τῆς πίστεως αὐτούς. Τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχμαλωσίας· οἱ μὲν γὰρ πλείους ἀπήχθησαν καὶ ἀπώλοντο, ὀλίγοι δὲ διεσώθησαν μόνοι. Τί οὖν ἐροῦμεν, φησίν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Ἡ σαφεστάτη λύσις ἐνταῦθα λοιπόν. Ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ, καὶ ἀπὸ τῶν προφητῶν, καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαΐου, πρότερον τὴν ἀπορίαν αὐξήσας. Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα, ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε, καὶ μὴ διώκοντα ἐπέτυχε, τουτέστι, μὴ σπουδάσαντα. Καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁμοίως τὰ δύο ἄπορα, ὅτι καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε, καὶ σπουδάζων οὐκ ἐπέτυχε. Διὸ καὶ ταῖς λέξεσιν ἐμφαντικώτερον κέχρηται· οὐδὲ γὰρ εἶπεν, ὅτι Ἔσχε δικαιοσύνην, ἀλλὰ, Κατέλαβε. Τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὁ διώκων οὐ κατέλαβεν, ὁ δὲ μὴ διώκων κατέλαβε. Καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, Διώκων· ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. Ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. Διὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης, ἀλλὰ δείκνυσι πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. Σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες· παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ· οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ' ἑτέρας ὁδοῦ, μείζονα ταύτης εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως· ὅπερ οὖν καὶ ἀνώτερον ἔλεγεν. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν· δεικνὺς, ὅτι αὕτη ἡ δικαιοσύνη μείζων ἐκείνης ἐστίν. Ἔμπροσθεν μὲν οὖν ἔλεγον, ὅτι δύο ἐστὶ τὰ ἀπορούμενα, νυνὶ δὲ καὶ τρία τὰ ζητήματα γέγονεν· ὅτι τὰ ἔθνη καὶ εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μείζονα εὗρε τῆς ἐκ τοῦ νόμου. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξ ἐναντίας, ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχ εὗρε, καὶ τὴν ἐλάττονα οὐχ εὗρεν. Ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν φησὶ τῶν εἰρημένων ἁπάντων. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου. Αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις, ἣν εὐθέως ἐκ προοιμίων εἰ εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτος ἐγεγόνει· ἐπειδὴ δὲ μετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέθεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τε αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον ἐποίησε. Τοῦτο γὰρ αἴτιον τῆς ἀπωλείας αὐτῶν φησιν, Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου ἠθέλησαν δικαιωθῆναι. Καὶ οὐκ εἶπεν, Ἐξ ἔργων, ἀλλ', Ὡς ἐξ ἔργων νόμου, δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν οὐ καταισχυνθήσεται. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παῤῥησία, καὶ καθολικὴ ἡ δωρεά; Οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται μόνον, ἀλλὰ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. Πᾶς γὰρ, φησὶ, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρᾲξ, κἂν ὁστισοῦν ἕτερος ᾖ πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παῤῥησίας. Τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, ὅτι οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ' ὅτι καὶ ἀπιστήσουσι· τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαί ἐστιν. Ὥσπερ οὖν ἀνωτέρω τούς τε ἀπολλυμένους τούς τε σωζομένους ἐδήλωσεν εἰπὼν, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάττης, τὸ ἐγκατάλειμμα σωθήσεται· καὶ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν· καὶ, Ἐκάλεσεν οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν· οὕτω δὴ καὶ ἐνταῦθα λέγει, ὅτι οἱ μὲν πιστεύσουσιν, οἱ δὲ προσκόψουσι· τὸ δὲ προσκόπτειν ἐκ τοῦ μὴ προσέχειν γίνεται, ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. Ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόμῳ προσεῖχον, προσέκοψαν τῷ λίθῳ. Προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶν ἀπὸ τῆς γνώμης καὶ τοῦ τέλους τῶν μὴ πιστευσάντων. Ἄρα ὑμῖν δῆλα γέγονε τὰ εἰρημένα, ἢ πολλῆς ἔτι δεῖται τῆς σαφηνείας; Ἐγὼ μὲν οἶμαι τοῖς προσεσχηκόσιν εὐσύνοπτα εἶναι· εἰ δέ τινας διέλαθεν, ἔξεστι καὶ ἰδίᾳ συντυχόντας ἐρωτῆσαι καὶ μαθεῖν. Διὰ γὰρ τοῦτο καὶ εἰς μακρότερον ἐξήνεγκα τοῦ λόγου τὴν ἐξήγησιν, ἵνα μὴ ἀναγκασθῶ, διατεμὼν τὸ συνεχὲς τῆς ἀκολουθίας λυμήνασθαι τὴν σαφήνειαν τῶν λεγομένων. Διὸ δὴ καὶ ἐνταῦθα καταλύσω τὸν λόγον, οὐδὲν περὶ τῶν ἠθικωτέρων ὑμῖν διαλεχθεὶς, ὅπερ ἔθος ἡμῖν ποιεῖν, ὥστε μὴ πάλιν ἐπισκοτίσαι τῇ μνήμῃ τὰ πλήθη τῶν λεγομένων. Ὥρα δὴ λοιπὸν καταλῦσαι εἰς τὸ προσῆκον τέλος, κατακλείσαντας τὸν λόγον, τὴν δοξολογίαν τοῦ τῶν ὅλων Θεοῦ, κοινῇ τοίνυν ἀναπαυσάμενοι ἡμεῖς τε οἱ λέγοντες, ὑμεῖς τε οἱ ἀκούοντες, ἀναπέμψωμεν αὐτῷ δόξαν, ὅτι αὐτοῦ ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.