Ancient Greek · ~22 min
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 9.1-6
Not analysed yet
Ἀλλ' οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν, δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ, καὶ τοῦτο πρὸ τῶν ἄλλων ἁπάντων ἐσπούδακεν. Ὅταν δὲ λέγῃ, Ἃ προητοίμασεν εἰς δόξαν, οὐ τοῦ Θεοῦ τὸ πᾶν εἶναί φησιν· ἐπεὶ εἰ τοῦτο ἦν, οὐδὲν ἐκώλυσεν ἅπαντας σώζεσθαι· ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσι, καὶ τὸ μέσον Ἰουδαίων καὶ ἐθνῶν ἀναιρεῖ. Καὶ οὐ μικρὰν δὲ καὶ ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. Οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἐσώθησαν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε· διόπερ οὐδὲ λέγει τὰ ἔθνη πάντα, ἀλλ', Ἐξ ἐθνῶν· οὐδὲ, Ἰουδαίους πάντας, ἀλλὰ, Τοὺς ἐξ Ἰουδαίων. Ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν ἀπὸ τῆς οἰκείας παρανομίας· οὕτω καὶ οὗτοι σκεύη ἐλέους ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. Εἰ γὰρ καὶ τὸ πλέον ἐστὶ τοῦ Θεοῦ, ἀλλ' ὅμως καὶ αὐτοί τι μικρὸν εἰσηνέγκαμεν. Διὸ οὐδὲ εἶπε, σκεύη κατορθωμάτων, οὐδὲ, σκεύη παῤῥησίας, ἀλλὰ, Σκεύη ἐλέους, δεικνὺς, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ. Καὶ γὰρ τὸ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ' ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, οὐδεμίαν ἀπορίαν φέρει. Ὅταν γὰρ εἴπῃ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, οὐ τὴν ἐξουσίαν ἀναιρεῖ, ἀλλὰ δείκνυσιν, ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. Δεῖ μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν, θαῤῥεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· ὅπερ καὶ ἀλλαχοῦ ἔλεγεν· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ καλῶς εἶπεν· Ἃ προητοίμασεν εἰς δόξαν. Ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόμιζον, ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰ γὰρ τῷ Θεῷ τὸ πρᾶγμα δόξαν ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις, δι' ὧν ὁ Θεὸς ἐδοξάσθη. Σκόπει δὲ αὐτοῦ εὐγνωμοσύνην καὶ σοφίαν ἄφατον. Δυνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ' ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἠλεήθησαν, καὶ πεῖσαι μηκέτι διαπορεῖν, εἰ καὶ ἐξ ἐθνῶν τινες ἐσώθησαν, Ἰουδαίων ἀπολλυμένων· ἵνα μὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν μὲν τῆς κολάσεως ἀπόδειξιν ἀπὸ τοῦ βαρβάρου παράγει, ὥστε μὴ ἀναγκασθῆναι σκεύη ὀργῆς αὐτοὺς καλέσαι· τοὺς δὲ ἐλεουμένους ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. Καίτοι γε ἱκανῶς καὶ ὑπὲρ τοῦ Θεοῦ ἀπολογεῖται, ὅτι καὶ σφόδρα αὐτὸν εἰδὼς ἀπαρτίζοντα ἑαυτὸν σκεῦος ἀπωλείας, ὅμως τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὴν ἀνοχὴν, τὴν μακροθυμίαν, καὶ οὐχ ἁπλῶς μακροθυμίαν, ἀλλὰ πολλὴν μακροθυμίαν· ἀλλ' ὅμως οὐκ ἠθέλησεν ἐπὶ τῶν Ἰουδαίων αὐτὸ γυμνάσαι. Πόθεν οὖν οἱ μὲν σκεύη ὀργῆς, οἱ δὲ ἐλέους; Ἀπὸ προαιρέσεως οἰκείας. Ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὢν, ἐπ' ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. Καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν Φαραὼ, τό γε αὐτοῦ μέρος· τῆς γὰρ αὐτῆς μακροθυμίας κἀκεῖνοι καὶ οὗτος ἀπήλαυσαν. Εἰ δὲ μὴ ἐσώθη, παρὰ τὴν αὐτοῦ γνώμην τὸ πᾶν· ὡς τό γε εἰς τὸν Θεὸν ἧκον, οὐδὲν ἔλαττον τῶν διασωθέντων ἔσχεν. Ἀποδοὺς τοίνυν τὴν λύσιν τῷ ζητήματι τὴν διὰ τῶν πραγμάτων, ὥστε καὶ ἑτέρωθεν ἀξιόπιστον ποιῆσαι τὸν λόγον, τοὺς προφήτας εἰσάγει τὰ αὐτὰ προαναφωνοῦντας. Καὶ γὰρ Ὠσηὲ, φησὶν, ἄνωθεν ταῦτα ἔγραφεν, οὕτω λέγων· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Παραλογίζῃ ἡμᾶς ταῦτα λέγων, τὸν Ὠσηὲ ἐκάλεσε μάρτυρα, βοῶντα καὶ λέγοντα· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου. Τίς γὰρ ἦν ὁ οὐ λαός; Τὰ ἔθνη δῆλον. Καὶ τίς ἡ οὐκ ἠγαπημένη; Τὰ αὐτὰ πάλιν. Ἀλλ' ὅμως ἔφησεν αὐτοὺς καὶ Λαὸν καὶ Ἠγαπημένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι. Ἐκεῖ γὰρ κληθήσονται, φησὶν, υἱοὶ Θεοῦ ζῶντος. Εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵσταται. Εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων μετὰ πολλὰς εὐεργεσίας, καὶ ἀλλοτριωθέντων, καὶ τὸ λαὸς εἶναι ἀπολωλεκότων τοσαύτη γέγονεν ἡ μεταβολὴ, τί ἐκώλυσε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ' ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας τῶν αὐτῶν ἀξιωθῆναι; Παραγαγὼν τοίνυν τὸν Ὠσηὲ, οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ καὶ τὸν Ἡσαΐαν μετ' ἐκεῖνον εἰσάγει συνῳδὰ τούτῳ φθεγγόμενον. Ἡσαΐας γὰρ κράζει, φησὶν, ὑπὲρ τοῦ Ἰσραήλ· τουτέστι, μετὰ παῤῥησίας ἀναφωνεῖ, καὶ οὐχ ὑποστέλλεται. Τί τοίνυν ἡμῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαμπρότερον ταῦτα προαναφωνῶσι; Τί οὖν κράζει ὁ Ἡσαΐας; Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡσεὶ ἄμμος τῆς θαλάττης, τὸ ἐγκατάλειμμα σωθήσεται. Ὁρᾷς, ὅτι καὶ ἐκεῖνος οὐχὶ πάντας λέγει σώσεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι; Οὐ γὰρ αἰδοῦμαι τὸ πλῆθος, φησὶν, οὐδὲ δυσωπεῖ με τὸ γένος, οὕτως ἐκκεχυμένον, ἀλλ' ἐκείνους σώζω μόνον τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. Καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν, ἀλλ' ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς κατέστησαν. Τί τοίνυν θορυβεῖσθε, ὡς τῆς ὑποσχέσεως διαπεσούσης, τῶν προφητῶν ἁπάντων δηλούντων, οὐ πάντας εἶναι τοὺς σωζομένους; Εἶτα καὶ τὸν τρόπον τῆς σωτηρίας λέγει. Εἶδες ἀκρίβειαν προφητικὴν, καὶ σύνεσιν ἀποστολικὴν, οἵαν μαρτυρίαν ἐπήγαγε, πῶς σφόδρα ἐπιτηδείαν; Οὐ γὰρ μόνον ὅτι τινές εἰσιν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη, ἀλλὰ καὶ πῶς σωθήσονται προστίθησι. Πῶς οὖν σωθήσονται; καὶ πῶς αὐτοὺς ὁ Θεὸς ἀξιώσει τῆς εὐεργεσίας; Λόγον συντελῶν καὶ συντέμνων, φησὶν, ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ περιόδου χρεία καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. Τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν. Ἐὰν γὰρ ὁμολογήσῃς, φησὶν, ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.