Ancient Greek
Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 2.1-25
Not analysed yet
Οὐδὲν γὰρ οὕτω καὶ ἐπιθυμίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. Διὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, τότε ἐπήγαγε· Μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἀποδύσας ἡμᾶς τῶν πονηρῶν ἱματίων, ἄκουσον πῶς καλλωπίζει λοιπὸν λέγων· Ἀλλ' ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Οὐκέτι εἶπεν ἔργα, ἀλλὰ μειζόνως αὐτοὺς ἀνέστησεν. Ὅτε μὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, ἔργα ἔλεγεν· ὅτε δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα, ἀλλ' ὅπλα, δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν ἡ ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαμπρότητι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν Δεσπότην δίδωσιν ἡμῖν ἱμάτιον, αὐτὸν τὸν βασιλέα. Ὁ γὰρ τοῦτον περιβεβλημένος, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν. Ὅταν δὲ εἴπῃ, Ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβαλέσθαι κελεύει· ὥσπερ ἀλλαχοῦ φησιν, Εἰ δὲ Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν. Καὶ γὰρ οἰκίαν αὐτῷ βούλεται εἶναι τὴν ψυχὴν τὴν ἡμετέραν, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικεῖσθαι, ἵνα πάντα αὐτὸς ἡμῖν ᾖ ἔσωθεν καὶ ἔξωθεν. Καὶ γὰρ πλήρωμα ἡμῶν αὐτός (καὶ γὰρ Πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου)· καὶ ὁδὸς καὶ ἀνὴρ καὶ νυμφίος (Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν)· καὶ ῥίζα καὶ ποτὸν καὶ τροφὴ καὶ ζωή (Ζῶ γὰρ, φησὶν, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός)· καὶ ἀπόστολος καὶ ἀρχιερεὺς καὶ διδάσκαλος καὶ πατὴρ καὶ ἀδελφὸς καὶ συγκληρονόμος, καὶ τάφου κοινωνὸς καὶ σταυροῦ (Συνετάφημεν γὰρ αὐτῷ, φησὶ, καὶ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ)· καὶ ἱκέτης (Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν)· καὶ πρὸς τὸν Πατέρα συνήγορος (καὶ γὰρ Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡμῶν)· καὶ οἶκος καὶ ἔνοικος (Ὁ γὰρ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ), καὶ φίλος (Ὑμεῖς γὰρ φίλοι μού ἐστε)· καὶ θεμέλιος καὶ λίθος ἀκρογωνιαῖος· καὶ ἡμεῖς αὐτοῦ καὶ μέλη καὶ γεώργιον καὶ οἰκοδομὴ καὶ κλήματα καὶ συνεργοί. Τί γὰρ οὐ βούλεται ἡμῶν εἶναι, παντὶ τρόπῳ συγκολλῶν καὶ συνάπτων ἡμᾶς; ὅπερ τοῦ σφόδρα φιλοῦντός ἐστι. Πείθου τοίνυν, καὶ ἀναστὰς ἐξ ὕπνων ἔνδυσαι αὐτὸν, καὶ ἐνδυσάμενος εὐήνιον αὐτῷ πάρεχε τὴν σάρκα· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγεῖν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν· ἐπεὶ, ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον τί φησι Τιμοθέῳ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὕτω δὴ καὶ ἐνταῦθα προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, μὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ ἂν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς, ὅταν χαλεπὴν τὴν κάμινον ποιῇς. Ἵνα δὲ καὶ σαφέστερον μάθητε, τί ποτέ ἐστι τὸ προνοεῖν αὐτῆς εἰς ἐπιθυμίαν, καὶ φύγητε τὴν τοιαύτην πρόνοιαν, τοὺς μεθύοντας, τοὺς γαστριζομένους, τοὺς ἐν ἱματίοις καλλωπιζομένους, τοὺς θρυπτομένους, τοὺς τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντας βίον ἐννοήσατε, καὶ εἴσεσθε τὸ εἰρημένον. Ἐκεῖνοι γὰρ πάντα ποιοῦσιν, οὐχ ἵνα ὑγιαίνωσιν, ἀλλ' ἵνα σκιρτῶσιν, ἵνα τὴν ἐπιθυμίαν ἀνάπτωσιν. Ἀλλ' ὁ τὸν Χριστὸν ἐνδεδυμένος σὺ, πάντα ἐκεῖνα περικόψας, ἓν ζήτει μόνον, ὅπως ὑγιαίνουσαν ἔχῃς τὴν σάρκα· καὶ μέχρι τοσούτου προνόει ταύτης, περαιτέρω δὲ μηκέτι, ἀλλὰ πᾶσαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευματικῶν ἀνάλισκε ἐπιμέλειαν. Οὕτω γὰρ καὶ ἀναστῆναι ἐκ τοῦ ὕπνου τούτου δυνήσῃ, μὴ βαρούμενος ταῖς ποικίλαις ταύταις ἐπιθυμίαις. Καὶ γὰρ ὕπνος ὁ παρὼν βίος, καὶ ὀνειράτων οὐδὲν τὰ ἐν αὐτῷ διενήνοχε. Καὶ καθάπερ οἱ καθεύδοντες καὶ παραφθέγγονται, καὶ ὁρῶσι πολλάκις οὐδὲν ὑγιὲς, οὕτω καὶ ἡμεῖς· μᾶλλον δὲ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ αἰσχρά τινα πράξας ἢ εἰπὼν ὄναρ, ἀπαλλαγεὶς τοῦ ὕπνου, καὶ τῆς αἰσχύνης ἀπήλλακται, καὶ δίκην οὐ δίδωσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἡ αἰσχύνη καὶ ἡ τιμωρία ἀθάνατος. Πάλιν, οἱ πλουτοῦντες ὄναρ, ἡμέρας γενομένης ἐλέγχονται εἰκῆ πλουτήσαντες· ἐνταῦθα δὲ καὶ πρὸ τῆς ἡμέρας ὁ ἔλεγχος ἔπεισι πολλάκις, καὶ πρὶν ἀπελθεῖν ἐκεῖ, τὰ ὀνείρατα ταῦτα ἀπέπτη. Ἀποτιναξώμεθα τοίνυν τὸν πονηρὸν τοῦτον ὕπνον. Ἂν γὰρ καθεύδοντας ἡμᾶς ἡ ἡμέρα καταλάβῃ, θάνατος διαδέξεται ἀθάνατος· καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης πᾶσιν εὐεπιχείρητοι τοῖς ἐχθροῖς τοῖς ἐντεῦθεν ἐσόμεθα, καὶ ἀνθρώποις καὶ δαίμοσι· κἂν ἀνελεῖν βουληθῶσιν, ὁ κωλύσων οὐδείς. Εἰ μὲν γὰρ πολλοὶ οἱ ἐγρηγορότες ἦσαν, οὐκ ἦν τοσοῦτος ὁ κίνδυνος· ἐπειδὴ δὲ εἷς που καὶ δεύτερος λύχνον ἅψας, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ τῶν ἄλλων καθευδόντων, ἐγρήγορε, διὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῆς τῆς ἀσφαλείας, ὥστε μὴ τὰ ἀνήκεστα παθεῖν.