Ancient Greek · ~18 min
Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-24
Not analysed yet
Οὐχὶ δοκεῖ λαμπρὰ ἡ ἡμέρα εἶναι νῦν; οὐχὶ πάντες ἐγρηγορέναι νομίζομεν καὶ νήφειν; Ἀλλ' ὅμως (καὶ τάχα γελάσεσθε τὸ εἰρημένον, ἐγὼ μέντοι αὐτὸ ἐρῶ) τοῖς ἐν βαθείᾳ νυκτὶ καθεύδουσί τε καὶ ῥέγχουσιν ἐοίκαμεν ἅπαντες. Καὶ εἴ γε οὐσίαν ἀσώματον ἦν ἰδεῖν, ἔδειξα ἂν ὑμῖν πῶς οἱ μὲν πλείους ῥέγχουσιν, ὁ δὲ διάβολος διορύττει τοίχους, καὶ κατασφάττει κειμένους, καὶ ὑφαιρεῖται τὰ ἔνδον, καθάπερ ἐν σκότῳ βαθεῖ μετὰ ἀδείας ἅπαντα πράττων. Μᾶλλον δὲ, εἰ καὶ ὀφθαλμοῖς τοῦτο ἰδεῖν ἀδύνατον, ὑπογράψωμεν αὐτὸ τῷ λόγῳ, καὶ ἐννοήσωμεν πόσοι ὑπὸ ἐπιθυμιῶν εἰσι πονηρῶν βεβαρημένοι, πόσοι τῷ χαλεπῷ τῆς ἀσελγείας κάρῳ κατεχόμενοι, καὶ τὸ φῶς τοῦ πνεύματος κατασβεννύντες. Διά τοι τοῦτο ἕτερα ἀνθ' ἑτέρων βλέπουσιν, ἕτερα ἀνθ' ἑτέρων ἀκούουσι, καὶ οὐδενὶ τῶν ἐνταῦθα λεγομένων προσέχουσιν. Εἰ δὲ ἐγὼ ψεύδομαι ταῦτα λέγων, καὶ ἐγρηγορὼς ἕστηκας, εἰπέ μοι, τί γέγονεν ἐνταῦθα σήμερον, εἰ μὴ ὡς ὀνειράτων ἤκουσας; Καὶ οἶδα μὲν, ὅτι ἐροῦσί τινες· οὐδὲ γὰρ κατὰ πάντων ταῦτα λέγω· ἀλλὰ σὺ ὁ τοῖς εἰρημένοις ἔνοχος ὢν, ὁ μάτην ἐνταῦθα εἰσελθὼν, εἰπὲ, τίς προφήτης, ποῖος ἀπόστολος σήμερον διελέχθη ἡμῖν, καὶ περὶ τίνων. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· καὶ γὰρ πολλὰ ὡς ἐν ὀνείρῳ διελέχθης ἐνταῦθα, τῶν ἀληθινῶν οὐκ ἀκούσας πραγμάτων. Ταῦτα δέ μοι καὶ πρὸς γυναῖκας εἰρήσθω· καὶ γὰρ ἐν ἐκείναις πολὺς ὁ ὕπνος· καὶ εἴθε ὕπνος. Ὁ μὲν γὰρ καθεύδων οὔτε πονηρόν τι φθέγγεται, οὔτε χρηστόν· ὁ δὲ οὕτως ἐγρηγορὼς ὡς ὑμεῖς, πολλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς ἐκβάλλει ῥήματα, τόκους ἀριθμῶν, λογισμοὺς δανεισμάτων συντιθεὶς, καπηλείας ἀναισχύντου μεμνημένος, τὰς ἀκάνθας πυκνὰς καταφυτεύων ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ τὸν σπόρον οὐκ ἀφεὶς οὐδὲ μικρὸν προκύψαι ποτέ. Ἀλλὰ διανάστηθι, καὶ τὰς ἀκάνθας ταύτας προῤῥίζους ἀνάσπασον, καὶ τὴν μέθην ἀποτίναξαι· καὶ γὰρ ἐντεῦθεν ὁ ὕπνος. Μέθην δὲ οὐκ οἴνου λέγω μόνον, ἀλλὰ καὶ τῶν βιωτικῶν φροντίδων, καὶ μετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ οἴνου. Ταῦτα δὲ οὐχὶ πλουσίοις μόνον, ἀλλὰ καὶ πένησι παραινῶ, καὶ μάλιστα τοῖς τὰ φιλικὰ συγκροτοῦσι συμπόσια. Οὐ γάρ ἐστι τοῦτο τρυφὴ οὐδὲ ἄνεσις, ἀλλὰ κόλασις καὶ τιμωρία· τρυφὴ γὰρ οὐκ αἰσχρὰ εἰπεῖν, ἀλλὰ σεμνὰ φθέγξασθαι, ἐμπλησθῆναι, οὐ διαῤῥαγῆναι. Εἰ δὲ ἡδονὴν αὐτὸ νομίζεις, δεῖξόν μοι ἐν ἑσπέρᾳ τὴν ἡδονήν· ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ οὔπω λέγω τὰς ἐντεῦθεν βλάβας, ἀλλὰ τέως περὶ τῆς ἡδονῆς σοι διαλέγομαι τῆς εὐθέως μαραινομένης· ὁμοῦ τε γὰρ διελύθη τὸ συμπόσιον, καὶ ἀπέπτη τὰ τῆς εὐφροσύνης. Ὅταν δὲ καὶ τὸν ἔμετον εἴπω, καὶ τὰς καρηβαρίας, καὶ τὰ μυρία νοσήματα, καὶ τὴν τῆς ψυχῆς αἰχμαλωσίαν, τί πρὸς ταῦτα ἐρεῖς; Μὴ γὰρ, ἐπειδὴ πένητές ἐσμεν, καὶ ἀσχημονεῖν ὀφείλομεν; Ταῦτα δὲ λέγω, οὐ κωλύων συνιέναι οὐδὲ κοινῇ συνδειπνεῖν, ἀλλὰ κωλύων ἀσχημονεῖν, καὶ βουλόμενος τὴν τρυφὴν εἶναι τρυφὴν, ἀλλὰ μὴ κόλασιν μηδὲ τιμωρίαν καὶ μέθην καὶ κῶμον. Μαθέτωσαν Ἕλληνες, ὅτι μάλιστα Χριστιανοὶ τρυφᾷν ἴσασι, καὶ τρυφᾷν μετὰ κόσμου. Ἀγαλλιᾶσθε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν τρόμῳ. Πῶς δὲ ἔστιν ἀγαλλιᾶσθαι; Ὕμνους λέγοντας, εὐχὰς ποιουμένους, ψαλμοὺς ἐπεισάγοντας ἀντὶ τῶν ἀνελευθέρων ἐκείνων ᾀσμάτων. Οὕτω καὶ ὁ Χριστὸς τῇ τραπέζῃ παρέσται, καὶ εὐλογίας ἐμπλήσει τὴν εὐωχίαν ἅπασαν, ὅταν εὔχῃ, ὅταν ᾄδῃς πνευματικὰ, ὅταν πένητας ἐπὶ τῶν προκειμένων τὴν κοινωνίαν καλῇς, ὅταν εὐταξίαν πολλὴν καὶ σωφροσύνην ἐπιστήσῃς τῷ συμποσίῳ· οὕτω καὶ ἐκκλησίαν ἐργάσῃ τὸν τόπον, ἀντὶ τῶν ἀκαίρων κραυγῶν καὶ εὐφημιῶν τὸν τῶν ἁπάντων Δεσπότην ὑμνῶν. Καὶ μή μοι λέγε, ὅτι ἕτερος ἐκράτησε νόμος, ἀλλὰ διορθοῦ τὰ κακῶς ἔχοντα. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ γὰρ ἀπὸ τῶν τοιούτων τραπεζῶν ὑμῖν αἱ πονηραὶ ἐπιθυμίαι, ἐντεῦθεν αἱ ἀσέλγειαι, ἐντεῦθεν αἱ γυναῖκες μὲν ἐν καταφρονήσει, αἱ δὲ πόρναι ἐν τιμῇ παρ' ὑμῖν· ἐντεῦθεν αἱ τῶν οἰκιῶν ἀνατροπαὶ, καὶ τὰ μυρία κακὰ, καὶ ἄνω καὶ κάτω πάντα γέγονε, καὶ τὴν πηγὴν ἀφέντες τὴν καθαρὰν, ἐπὶ τοῦ βορβόρου τὸν ὀχετὸν τρέχετε. Ὅτι γὰρ βόρβορος τὸ τῆς πόρνης σῶμα, οὐδένα ἕτερον ἐρωτῶ, ἀλλ' αὐτόν σε τὸν ἐγκαλινδούμενον τῷ βορβόρῳ, εἰ μὴ σαυτὸν ἐρυθριᾷς, εἰ μὴ ἀκάθαρτον εἶναι νομίζεις μετὰ τὴν ἁμαρτίαν. Διὸ, παρακαλῶ, φεύγετε τὴν πορνείαν καὶ τὴν ταύτης μητέρα τὴν μέθην· Τί σπείρεις ὅπου θερίσαι οὐκ ἔνι, μᾶλλον δὲ, κἂν θερίσῃς, πολλήν σοι φέρει τὴν αἰσχύνην ὁ καρπός; Κἂν γὰρ τεχθῇ παιδίον, καὶ σὲ ᾔσχυνε, καὶ αὐτὸ ἠδίκηται διὰ σὲ νόθον καὶ δυσγενὲς γενόμενον. Κἂν μυρία αὐτῷ καταλίπῃς χρήματα, ἄτιμος ἐν οἰκίᾳ, ἄτιμος ἐν πόλει, ἄτιμος ἐν δικαστηρίῳ, καὶ ὁ ἐκ πόρνης καὶ ὁ ἐκ δούλης· ἄτιμος δὲ καὶ σὺ πάλιν, καὶ ζῶν καὶ τετελευτηκώς· κἂν γὰρ ἀπέλθῃς, μένει τὰ ὑπομνήματα τῆς ἀσχημοσύνης. Τί τοίνυν ἅπαντα καταισχύνεις;