Ancient Greek · ~18 min
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-11
Not analysed yet
Οὐκοῦν μέσον τὸ σῶμα κακίας καὶ ἀρετῆς, καθάπερ οὖν καὶ τὰ ὅπλα· ἑκάτερα δὲ τὰ ἔργα παρὰ τὸν χρώμενον γίνεται· ὥσπερ ἂν εἰ καὶ στρατιώτης ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενος, καὶ λῃστὴς κατὰ τῶν ἐνοικούντων ὁπλιζόμενος, τοῖς αὐτοῖς φράττοιντο ὅπλοις· οὐ γὰρ τῆς παντευχίας τὸ ἔγκλημα, ἀλλὰ τῶν εἰς τὸ κακὸν χρωμένων. Ὃ δὴ καὶ ἐπὶ τῆς σαρκὸς ἔστιν εἰπεῖν, τοῦτο κἀκεῖνο γινομένης παρὰ τὴν τῆς ψυχῆς γνώμην, οὐ παρὰ τὴν οἰκείαν φύσιν. Ἂν μὲν γὰρ περιεργάσῃ κάλλος ἀλλότριον, ὅπλον ἀδικίας γέγονεν ὁ ὀφθαλμὸς, οὐ παρὰ τὴν οἰκείαν ἐνέργειαν (ὀφθαλμοῦ γὰρ τὸ ὁρᾷν, οὐ τὸ κακῶς ὁρᾷν), ἀλλὰ παρὰ τὴν τοῦ κελεύσαντος λογισμοῦ πονηρίαν· ἂν δὲ χαλινώσῃς αὐτὸν, δικαιοσύνης γέγονεν ὅπλον. Οὕτω καὶ ἐπὶ γλώττης, οὕτω καὶ ἐπὶ χειρῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Καλῶς δὲ τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν· ἢ γὰρ ἑαυτόν τις, ἢ τὸν πλησίον ἁμαρτάνων ἀδικεῖ, μᾶλλον δὲ ἑαυτὸν πρὸ τοῦ πλησίον. Ἀπαγαγὼν τοίνυν τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετὴν, λέγων· Ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας. Ὅρα πῶς ἀπὸ τῶν ὀνομάτων γυμνῶν προτρέπει, ἐκεῖ μὲν ἁμαρτίαν εἰπὼν, ἐνταῦθα δὲ τὸν Θεόν. Δείξας γὰρ ὅσον τὸ μέσον τῶν βασιλευόντων, πάσης συγγνώμης τὸν στρατιώτην ἐξέβαλε, τὸν ἀφέντα μὲν τὸν Θεὸν, ἐπιθυμήσαντα δὲ ὑπὸ τὴν τῆς ἁμαρτίας τάττεσθαι βασιλείαν. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς τοῦτο κατασκευάζει λέγων, Ὡς ἐκ νεκρῶν ζῶντας. Διὰ γὰρ τούτων δείκνυσι κἀκείνης τὴν λύμην, καὶ τῆς τοῦ Θεοῦ δωρεᾶς τὸ μέγεθος. Ἐννοήσατε γὰρ, φησὶ, τίνες ἦτε, καὶ τί γεγόνατε. Τίνες οὖν ἦτε; Νεκροὶ καὶ ἀπολωλότες ἀπώλειαν οὐδαμόθεν διορθωθῆναι δυναμένην· οὐδὲ γὰρ ἦν τις ὁ βοηθῆσαι δυνάμενος. Καὶ τίνες ἐξ ἐκείνων γεγόνατε τῶν νεκρῶν; Ζῶντες ζωὴν ἀθάνατον. Καὶ διὰ τίνος; Διὰ τοῦ πάντα δυναμένου Θεοῦ. Οὐκοῦν καὶ ὑπὸ τοῦτον τάττεσθαι δίκαιον μετὰ προθυμίας τοσαύτης, μεθ' ὅσης εἰκὸς τοὺς ἀπὸ νεκρῶν ζῶντας γενομένους. Καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Οὐκοῦν οὐ πονηρὸν τὸ σῶμα, εἴ γε ὅπλον δικαιοσύνης αὐτὸ γενέσθαι δυνατόν. Ὅπλον δὲ εἰπὼν, ἐδήλωσεν, ὅτι καὶ πόλεμος ἐφέστηκε χαλεπός. Διὸ καὶ παντευχίας ἡμῖν δεῖ ἰσχυρᾶς, καὶ γνώμης γενναίας, καὶ τὰ τῶν πολέμων τούτων ἐπισταμένης καλῶς, καὶ πρό γε πάντων στρατηγοῦ. Ἀλλ' ὁ μὲν στρατηγὸς παρέστηκεν, ἀεὶ πρὸς συμμαχίαν ἕτοιμος ὢν, καὶ ἀχείρωτος μένων, καὶ τὰ ὅπλα δὲ ἰσχυρὰ κατεσκεύασεν ἡμῖν, δεῖ δὲ λοιπὸν προαιρέσεως τῆς εἰς δέον αὐτὰ μεταχειριζομένης, ὥστε καὶ τῷ στρατηγῷ πείθεσθαι, καὶ τὸ ὅπλα ὑπὲρ τῆς πατρίδος τίθεσθαι. Παρακελευσάμενος τοίνυν ἡμῖν οὕτω μεγάλα, καὶ ὅπλων καὶ μάχης καὶ πολέμων ἀναμνήσας, ὅρα πῶς πάλιν θαῤῥύνει τὸν στρατιώτην, καὶ ἀλείφει τὴν προθυμίαν, λέγων· Ἁμαρτία γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν. Εἰ οὖν ἁμαρτία ἡμῶν οὐκέτι κυριεύει, τίνος ἕνεκεν τοσαῦτα παρεγγυᾷς, λέγων· Μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι· καὶ, Μὴ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ; Τί οὖν ἐστι τὸ λεγόμενον; Σπερματικόν τινα καταβάλλεται λόγον ἐνταῦθα, ὃν ὕστερον ἀναπτύσσειν μέλλει, καὶ μετὰ πολλῆς ἐργάζεσθαι τῆς κατασκευῆς. Τίς οὖν ἐστιν οὗτος ὁ λόγος; Τὸ σῶμα ἡμῶν πρὸ μὲν τῆς τοῦ Χριστοῦ παρουσίας εὐχείρωτον ἦν τῇ ἁμαρτίᾳ. Μετὰ γὰρ τὸν θάνατον καὶ πολὺς παθῶν ἐπεισῆλθεν ἐσμός· διόπερ οὐδὲ σφόδρα κοῦφον ἦν πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς δρόμον. Οὔτε γὰρ Πνεῦμα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισμα τὸ νεκρῶσαι δυνάμενον, ἀλλ' ὥσπερ τις ἵππος δυσήνιος, ἔτρεχε μὲν, διημάρτανε δὲ πολλάκις, τοῦ νόμου τὰ πρακτέα καὶ τὰ μὴ τοιαῦτα διαγορεύοντος μὲν, πλέον δὲ οὐδὲν τῆς διὰ τῶν ῥημάτων παραινέσεως τοῖς ἀγωνιζομένοις εἰσφέροντος· ἐπειδὴ δὲ ὁ Χριστὸς παραγέγονε, τὰ παλαίσματα λοιπὸν εὐκολώτερα γέγονε. Διὸ καὶ μείζονα ἡμῖν προετέθη τὰ σκάμματα, ἅτε μείζονος μετεσχηκόσι τῆς βοηθείας. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς σαφέστερον λέγει, τέως δὲ αὐτὸ αἰνίττεται διὰ βραχέων ἐνταῦθα, δεικνὺς, ὅτι ἐὰν μὴ σφόδρα ἑαυτοὺς ὑποκατακλίνωμεν, οὐ περιέσται ἡμῶν ἡ ἁμαρτία. Οὐ γάρ ἐστι νόμος ὁ κελεύων μόνον, ἀλλὰ καὶ χάρις ἡ καὶ τὰ πρότερα ἀφεῖσα, καὶ πρὸς τὰ μέλλοντα ἀσφαλιζομένη. Ἐκεῖνος μὲν γὰρ μετὰ τοὺς πόνους τοὺς στεφάνους ἐπήγγελτο, αὕτη δὲ πρότερον ἐστεφάνωσε, καὶ τότε εἰς τοὺς ἀγῶνας εἵλκυσεν. Ἐμοὶ δὲ δοκεῖ οὐδὲ πάντα τὸν βίον τοῦ πιστοῦ ἐνταῦθα αἰνίττεσθαι, ἀλλὰ σύγκρισιν βαπτίσματος ποιεῖσθαι καὶ τοῦ νόμου· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ὁ μὲν γὰρ νόμος ἐλέγχει τὴν παράβασιν, ἡ δὲ χάρις λύει τὴν παράβασιν. Ὥσπερ οὖν ἐκεῖνος ἐλέγχων συνίστησι τὴν ἁμαρτίαν, οὕτως αὕτη συγχωροῦσα οὐκ ἀφίησιν εἶναι ὑπὸ ἁμαρτίαν· ὥστε διπλῇ τῆς τυραννίδος εἶ ταύτης ἀπηλλαγμένος, τῷ τε μὴ ὑπὸ νόμον εἶναι, καὶ τῷ χάριτος ἀπολελαυκέναι.