Ancient Greek · ~19 min
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-12
Not analysed yet
Εἶδες πῶς ἐν τῷ παραδείγματι τὸν νόμον δείκνυσι τετελευτηκότα; Ἀλλ' οὐκ ἐν τῇ ἐπαγωγῇ τοῦτο ποιεῖ. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίζει ἡ γυνή. Ὅρα πῶς ἐνδιατρίβει ταῖς κατηγορίαις τῶν τὸν νόμον παραβαινόντων ζῶντα. Ἐπεὶ δὲ αὐτὸν ἔπαυσε, λοιπὸν μετὰ ἀσφαλείας ἁπάσης αὐτὸν χαρίζεται τῇ πίστει, οὐδὲν παραβλάπτων ἐντεῦθεν. Ζῶντος γὰρ, φησὶ, τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει ἡ γυνὴ, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς. Ἀκόλουθον ἦν εἰπεῖν· Τοῦ νόμου τελευτήσαντος, οὐ κρίνεσθε μοιχείας, ἀνδρὶ γενόμενοι ἑτέρῳ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ πῶς; Ἐθανατώθητε τῷ νόμῳ. Εἰ νεκροὶ γεγόνατε, οὐκ ἐστὲ ὑπὸ τὸν νόμον. Εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς οὐκ ἔστιν ὑπεύθυνος ἡ γυνὴ, πολλῷ μᾶλλον αὕτη τετελευτηκυῖα ἀπήλλακται τούτου. Εἶδες Παύλου σοφίαν, πῶς τὸν νόμον ἔδειξε τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ; Οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι ἀνδρὶ, τελευτήσαντος τοῦ προτέρου. Πῶς γὰρ, ὅπου γε καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν; Ἀλλὰ καὶ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκλημα ἦν μᾶλλον τῶν γυναικῶν· εἰ γὰρ καὶ συγκεχώρητο, ἀλλ' ὅμως οὐκ ἦν αἰτίας ἀπηλλαγμένον. Ὅταν γὰρ ἀπὸ τῶν ἀναγκαίων καὶ δοκίμων ἔχῃ τὰ νικητήρια, οὐ ζητεῖ τὰ περιττά· οὐ γάρ ἐστι γλίσχρος. Τὸ τοίνυν θαυμαστὸν τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς ἀποστάντας αὐτοῦ· ὥστε αὐτοῦ βούλημα τὸ γενέσθαι ἡμᾶς τοῦ Χριστοῦ. Καὶ γὰρ καὶ αὐτὸς τέθνηκε, καὶ ἡμεῖς τεθνήκαμεν, καὶ διπλῇ τὰ τῆς ἐξουσίας ἀνῄρηται. Ὁ δὲ οὐδὲ τούτοις ἀρκεῖται μόνοις, ἀλλὰ καὶ τὸν αἴτιον προστίθησιν· οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὸν θάνατον, ἀλλὰ πάλιν τὸν ταῦτα ἐργασάμενον τὸν σταυρὸν εἰσήγαγε, καὶ ταύτῃ ποιῶν ἡμᾶς ὑπευθύνους. Οὐ γὰρ ἁπλῶς, Ἀπηλλάγητε, φησὶν, ἀλλὰ, Διὰ τοῦ θανάτου τοῦ Δεσποτικοῦ. Ἐθανατώθητε γὰρ, φησὶ, τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ. Οὐκ ἐντεῦθεν δὲ προτρέπει μόνον, ἀλλὰ καὶ ἐκ τῆς ὑπεροχῆς τοῦ δευτέρου ἀνδρός· διὸ καὶ ἐπήγαγεν· Εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι. Εἶτα, ἵνα μὴ λέγωσι, Τί οὖν, ἂν μὴ βουλώμεθα δευτέρῳ ὁμιλῆσαι ἀνδρί; ὁ γὰρ νόμος τὴν χηρεύσασαν οὐ ποιεῖ μὲν εἶναι μοιχαλίδα δευτέροις ὁμιλήσασαν γάμοις, οὐ μὴν ἀναγκάζει ὁμιλῆσαι· ἵν' οὖν μὴ τοῦτο λέγωσι, δείκνυσιν ὅτι καὶ ἐκ τῶν ὑπηργμένων ἤδη ἡμῖν βουληθῆναι δεῖ· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον τίθησι, λέγων· Οὐκ ἐστὲ ἑαυτῶν· καὶ, Τιμῆς ἠγοράσθητε· καὶ, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· καὶ πάλιν, Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι. Τοῦτο γοῦν καὶ ἐνταῦθα ᾐνίξατο εἰπών· Διὰ τοῦ σώματος. Εἶτα καὶ προτρέπει ταῖς κρείττοσιν ἐλπίσι, λέγων· Ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Τότε μὲν γὰρ ἐκαρποφορεῖτε τῷ θανάτῳ, φησὶ, νῦν δὲ τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Εἶδες τοῦ προτέρου ἀνδρὸς τὸ κέρδος; Καὶ οὐκ εἶπεν, Ὅτε ἦμεν ἐν τῷ νόμῳ, πανταχοῦ φειδόμενος δοῦναι αἱρετικοῖς λαβήν· ἀλλ', Ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τουτέστι, ταῖς πονηραῖς πράξεσι, τῷ σαρκικῷ βίῳ. Οὐ γὰρ τοῦτό φησιν, ὅτι πρὸ τούτου μὲν ἐν σαρκὶ ἦσαν, νυνὶ δὲ ἀσώματοι γενόμενοι περιῄεσαν. Τοῦτο δὲ εἰπὼν, οὔτε αἴτιον εἶναί φησιν ἁμαρτημάτων τὸν νόμον, οὔτε ἀπαλλάττει αὐτὸν ἀπεχθείας· κατηγόρου γὰρ τάξιν ἐπεῖχε πικροῦ, ἀπογυμνῶν τὰ ἁμαρτήματα· ὁ γὰρ τῷ μηδὲν πείθεσθαι βουλομένῳ πλείονα ἐπιτάττων, πλεονάζει τὸ παράπτωμα. Διὰ τοῦτο οὐκ εἶπε, Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ ὑπὸ τοῦ νόμου γινόμενα, ἀλλὰ, Τὰ διὰ τοῦ νόμου, καὶ οὐ προσέθηκε, Γινόμενα, ἀλλ' ἁπλῶς, Διὰ τοῦ νόμου, τουτέστι, τὰ διὰ τοῦ νόμου φαινόμενα ἢ γνωριζόμενα. Εἶτα, ἵνα μηδὲ τῆς σαρκὸς κατηγορήσῃ, οὐκ εἶπεν, Ἃ ἐνήργει τὰ μέλη, ἀλλ' ἃ Ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τῆς πονηρίας τὴν ἀρχὴν, ἀπὸ τῶν ἐνεργούντων λογισμῶν, οὐκ ἀπὸ τῶν ἐνεργουμένων μελῶν. Ἡ μὲν γὰρ ψυχὴ τεχνίτου τάξιν ἐπεῖχε, κιθάρας δὲ τῆς σαρκὸς ἡ φύσις, οὕτως ἠχοῦσα, ὡς ἠνάγκαζεν ὁ τεχνίτης. Οὐκοῦν οὐ ταύτῃ τὸ ἀπηχὲς μέλος, ἀλλ' ἐκείνῃ πρὸ ταύτης λογιστέον ἡμῖν. Νῦν δὲ, φησὶ, κατηργήθημεν ἀπὸ τοῦ νόμου. Ὁρᾷς πῶς πάλιν ἐνταῦθα τῆς σαρκὸς καὶ τοῦ νόμου φείδεται; Οὐ γὰρ εἶπεν, ὅτι Κατηργήθη ὁ νόμος, οὐδ' ὅτι Κατηργήθη ἡ σὰρξ, ἀλλ' ὅτι Κατηργήθημεν ἡμεῖς. Καὶ πῶς ἡμεῖς κατηργήθημεν; Τοῦ κατεχομένου παρὰ τῆς ἁμαρτίας ἀνθρώπου παλαιοῦ ἀποθανόντος καὶ ταφέντος· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. Ὡσανεὶ ἔλεγεν, Ὁ δεσμὸς, δι' οὗ κατεχόμεθα, ἐνεκρώθη καὶ διεῤῥύη, ὥστε τὸν κατέχοντα μηδὲν κατέχειν λοιπὸν, τουτέστι, τὴν ἁμαρτίαν. Ἀλλὰ μὴ ἀναπέσῃς μηδὲ ῥᾳθυμότερος γένῃ· κατηργήθης γὰρ ὥστε δουλεύειν πάλιν, ἀλλ' οὐχ ὁμοίως, ἀλλ' Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Τί δέ ἐστιν, ὅ φησιν; ἀναγκαῖον γὰρ αὐτὸ ἤδη ἐκκαλύψαι, ἵν', ὅταν εἰς τὸ χωρίον ἐμπέσωμεν, μὴ θορυβώμεθα. Ὅτε γὰρ, φησὶν, ἥμαρτεν ὁ Ἀδὰμ, καὶ τὸ σῶμα αὐτοῦ γέγονε θνητὸν καὶ παθητὸν, καὶ πολλὰ ἐλαττώματα ἐδέξατο φυσικὰ, καὶ βαρύτερος καὶ δυσήνιος ὁ ἵππος κατέστη· ἀλλ' ὁ Χριστὸς ἐλθὼν, διὰ τοῦ βαπτίσματος κουφότερον ἡμῖν αὐτὸ ἐποίησεν τῷ πτερῷ διεγείρων τοῦ Πνεύματος.