Ancient Greek
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-12
Not analysed yet
Διὰ δὴ τοῦτο οὐδὲ τὰ αὐτὰ κεῖται τοῖς παλαιοῖς καὶ ἡμῖν σκάμματα, ἐπειδὴ οὐδὲ οὕτω τότε εὔκολος ὁ δρόμος ἦν. Διὸ καὶ αὐτὸς οὐχὶ φόνων ἀπαιτεῖ καθαροὺς εἶναι μόνον, ὥσπερ τοὺς ἀρχαίους, ἀλλὰ καὶ ὀργῆς· οὐδὲ μοιχείας, ἀλλὰ καὶ ἀκολάστου ὄψεως ἀπηλλάχθαι κελεύει· οὐδὲ ἐπιορκίας, ἀλλὰ καὶ εὐορκίας ἐκτὸς εἶναι, καὶ μετὰ τῶν φίλων καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν ἐπιτάττει· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι μακροτέρους ἐποίησε τοὺς διαύλους, κἂν μὴ πειθώμεθα, καὶ γέενναν ἠπείλησε, δεικνὺς ὅτι οὐ τῆς φιλοτιμίας τῶν ἀγωνιζομένων τὰ ζητούμενα, ὥσπερ ἡ παρθενία καὶ ἡ ἀκτημοσύνη, ἀλλὰ πάντως αὐτὰ ἀνυσθῆναι δεῖ. Καὶ γὰρ τῶν ἀναγκαίων ἐστὶ καὶ κατεπειγόντων, καὶ ὁ μὴ ποιήσας τὴν ἐσχάτην δίδωσι δίκην. Διὰ τοῦτο ἔλεγεν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δὲ τὴν βασιλείαν οὐχ ὁρῶν, εἰς γέενναν πεσεῖται πάντως. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· καὶ ἐνταῦθα πάλιν· Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Οὐ γάρ ἐστι γράμμα καταδικάζον, τουτέστιν, ὁ νόμος ὁ παλαιὸς, ἀλλὰ πνεῦμα βοηθοῦν. Διὰ τοῦτο ἐπὶ μὲν τῶν παλαιῶν εἴ πού τις ἐφάνη παρθενίαν ἀσκῶν, σφόδρα ἔκπληκτον ἦν· νῦν δὲ πανταχοῦ τῆς οἰκουμένης τὸ πρᾶγμα ἔσπαρται· καὶ θανάτου τότε μὲν ὀλίγοι μόλις ὑπερεῖδον ἄνδρες, νυνὶ δὲ καὶ ἐν κώμαις καὶ πόλεσι δῆμοι μαρτύρων ἄπειροι, οὐκ ἐξ ἀνδρῶν μόνον, ἀλλὰ καὶ ἐκ γυναικῶν συνεστηκότες. Εἶτα ἐπειδὴ ταῦτα εἶπεν, ἀντίθεσιν πάλιν ἀνακύπτουσαν λύει, ἐν τῇ λύσει κατασκευάζων ὃ βούλεται. Διόπερ οὐδὲ προηγουμένως εἰσάγει τὴν λύσιν, ἀλλ' ἐξ ἀντιλογίας, ἵνα τῇ ἀνάγκῃ τῆς λύσεως ἀφορμὴν εἰς τὸ εἰπεῖν ἃ βούλεται λάβῃ, καὶ ἀνεπαχθέστερον ποιήσῃ τὴν κατηγορίαν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος, ἐπήγαγε· Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Καὶ γὰρ πρὸ τούτου ἦν εἰρηκὼς, ὅτι Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ, Ἁμαρτία ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· καὶ ὅτι, Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· καὶ, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· καὶ, Ὁ νόμος ὀργὴν κατεργάζεται. Ἐπεὶ οὖν ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι καὶ ἀντίθεσιν, καί φησι· Τί οὖν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε, τὸν ἀκροατὴν οἰκειούμενος, καὶ τὸν σκανδαλιζόμενον θεραπεύων. Λοιπὸν γὰρ ἀκούσας, καὶ περὶ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ' αὐτοῦ τὸ δοκοῦν εἶναι ἄπορον, καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν προλαβὼν ἐκείνην τέθεικεν. Οὐδὲ γὰρ εἶπε, Τί οὖν εἴποιμι ἄν; ἀλλὰ, Τί ἐροῦμεν; ὡς βουλῆς καὶ γνώμης προκειμένης, καὶ Ἐκκλησίας κοινῆς συγκεκροτημένης, καὶ οὐ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας καὶ τῆς τῶν πραγμάτων ἀληθείας τῆς ἀντιθέσεως φανείσης. Ὅτι μὲν γὰρ τὸ γράμμα ἀποκτείνει, οὐδεὶς ἀντερεῖ, φησί· καὶ ὅτι τὸ πνεῦμα ζωοποιεῖ, καὶ τοῦτο δῆλον, καὶ οὐδεὶς ἂν φιλονεικήσειεν. Εἰ τοίνυν ταῦτα ὡμολογημένα, τί ἂν εἴποιμεν περὶ τοῦ νόμου; ὅτι ἁμαρτία; Μὴ γένοιτο. Λῦσον οὖν τὴν ἀπορίαν. Εἶδες πῶς μετ' αὐτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν, ἐπὶ τὴν λύσιν ἔρχεται; Τίς οὖν ἡ λύσις; Ἁμαρτία μὲν οὐκ ἔστι, φησίν. Ἁμαρτίαν δὲ οὐκ ἂν ἔγνων, εἰ μὴ διὰ νόμου. Ὅρα σοφίας ἐπίτασιν. Ὅπερ οὐκ ἔστιν ὁ νόμος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόμενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον αὐτὸν καταδέξασθαι. Τί δέ ἐστι τὸ ἔλαττον; Ὅτι Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, φησὶν, εἰ μὴ ὁ νόμος ἔλεγεν. Οὐκ ἐπιθυμήσεις. Ὁρᾷς πῶς κατὰ μικρὸν οὐχὶ μόνον κατήγορον αὐτὸν ὄντα δείκνυσι τῆς ἁμαρτίας, ἀλλὰ καὶ ἠρέμα κατασκευαστικόν; οὐ μὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωμόνων Ἰουδαίων ἀποφαίνει τοῦτο συμβαῖνον. Καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐμφράξαι τὰ στόματα τῶν κατηγορούντων τοῦ νόμου. Εἰπὼν γὰρ, ὅτι Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου, καὶ τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις, ἐπήγαγεν· Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.