Ancient Greek · ~17 min
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-23
Not analysed yet
Εἰπὼν τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν, πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπάγει· τὸν γὰρ πιστὸν οὕτω μᾶλλον ἱκανὸς ἦν ἐπισπάσασθαι· καὶ δείκνυσι πάλιν, ὅτι Θεῷ τοῦτο δοκεῖ, καὶ εἰς αὐτὸ κατακλείει τὴν συμβουλὴν, οὕτω λέγων· Θεοῦ γάρ εἰσι λειτουργοί. Εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν αὐτῶν ἐπήγαγεν· Εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύῃς εἰρήνης. Διὰ τοῦτο καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ οὐ μόνον ὑποτάσσεσθαι, ἀλλὰ καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν κελεύει· καὶ δεικνὺς κἀκεῖ τὸ κέρδος κοινὸν, ἐπήγαγεν· Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. Οὐδὲ γὰρ μικρόν τι συντελοῦσιν ἡμῖν εἰς τὴν τοῦ παρόντος βίου κατάστασιν, ὅπλα τιθέμενοι, τοὺς πολεμίους ἀποκρουόμενοι, τοὺς ἐν ταῖς πόλεσι στασιάζοντας κωλύοντες, τὰς ἐν πᾶσι διαφορὰς διαλύοντες. Μὴ γάρ μοι τοῦτο εἴπῃς, εἴ τις κακῶς τῷ πράγματι κέχρηται, ἀλλ' αὐτῆς βλέπε τῆς διατάξεως τὴν εὐκοσμίαν, καὶ τὴν πολλὴν ὄψει τοῦ ταῦτα ἐξ ἀρχῆς νομοθετήσαντος σοφίαν. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος. τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιμὴν, τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. Καὶ πῶς ἀνωτέρω λέγων, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ἐνταῦθα λέγει, Ἀπόδοτε τὸν φόβον; Τὴν ἐπιτεταμένην λέγων τιμὴν, οὐ τὸν ἐκ τοῦ πονηροῦ συνειδότος φόβον, ὃν ἀνωτέρω ᾐνίξατο. Καὶ οὐδὲ εἶπε, Δότε, ἀλλ', Ἀπόδοτε, καὶ τὰς ὀφειλὰς προσέθηκεν· οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα, κἂν μὴ πράττῃς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. Μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἂν ἄρχοντος παρόντος ὑπαναστῇς, ἂν τὴν κεφαλὴν ἀποκαλύψῃς. Εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. Εἰ δὲ λέγεις, ὅτι σὺ μείζονα ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σου νῦν ὁ καιρός· ξένος γὰρ εἶ καὶ παρεπίδημος, Ἔσται καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ· νῦν ἡ ζωή σου κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ. τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Μὴ ζήτει τοίνυν ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ τὴν ἀμοιβὴν, ἀλλὰ κἂν μετὰ φόβου παρεστάναι δέῃ τῷ ἄρχοντι, μὴ νομίσῃς ἀνάξιον εἶναι τοῦτο τῆς σῆς εὐγενείας. Ὁ Θεὸς γὰρ οὕτω βούλεται, ἵνα ὁ ἄρχων ὁ παρ' αὐτοῦ τυπωθεὶς τὴν οἰκείαν ἰσχὺν ἔχῃ. Καὶ γὰρ ὅταν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, μετὰ φόβου παρεστήκῃ τῷ δικάζοντι, πολλῷ μᾶλλον ὁ τὰ πονηρὰ πράττων φοβηθήσεται. Καὶ σὺ δὲ ταύτῃ λαμπρότερος ἔσῃ· οὐδὲ γὰρ ἐκ τοῦ τιμᾷν τὸ ἐξευτελίζεσθαι γίνεται, ἀλλ' ἐκ τοῦ ἀτιμάζειν· καὶ ὁ ἄρχων δέ σε θαυμάσεται μειζόνως, καὶ δοξάσει σου τὸν Δεσπότην ἐντεῦθεν, κἂν ἄπιστος ᾖ. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον τῶν εἰρημένων καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, καί φησι καὶ αὐτὴν ὀφείλημα εἶναι, οὐ μὴν τοιοῦτον, οἷον τὸ φόρον, οἷον τὸ τέλος, ἀλλὰ διηνεκές. Οὐδέποτε γὰρ αὐτὴν ἀποδίδοσθαι βούλεται· μᾶλλον δὲ ἀποδίδοσθαι μὲν ἀεὶ βούλεται, οὐ μὴν πληροῦσθαι, ἀλλ' ἀεὶ ὀφείλεσθαι. Τοιοῦτον γάρ ἐστι τὸ χρέος, ὡς καὶ διδόναι καὶ ὀφείλειν ἀεί. Εἰπὼν τοίνυν πῶς ἀγαπᾷν δεῖ, καὶ τὸ κέρδος αὐτοῦ δηλοῖ λέγων· Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Μὴ γάρ μοι μηδὲ τοῦτο χάριν νόμιζε· καὶ γὰρ καὶ τοῦτο ὀφειλή· ὀφείλεις γὰρ τῷ ἀδελφῷ ἀγάπην διὰ τὴν συγγένειαν τὴν πνευματικήν· οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων· κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. Φίλει τοίνυν τὸν ἀδελφόν. Εἰ γὰρ ἐκ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδανεῖς, ὡς τὸν νόμον ἅπαντα πληροῦν, ὀφείλεις αὐτῷ τὴν ἀγάπην, εὐεργετούμενος παρ' αὐτοῦ. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Οὐκ εἶπε, Πληροῦται, ἁπλῶς, ἀλλ', Ἀνακεφαλαιοῦται· τουτέστι, συντόμως καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν τὸ ἔργον· καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη· ταύτην ἔχει ῥίζαν, ταύτην ὑπόθεσιν, ταύτην κορυφήν. Εἰ τοίνυν καὶ ἀρχὴ καὶ πλήρωμα, τί ταύτης ἴσον;