Ancient Greek
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-23
Not analysed yet
Ἀλλ' οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἀγάπησον τὸν πλησίον σου, ἀλλ', Ὡς ἑαυτόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς τὸν νόμον καὶ τοὺς προφήτας ἐν αὐτῇ κρεμασθῆναι ἔλεγε. Καὶ δύο τιθεὶς ἀγάπης εἴδη, ὅρα ποῦ ταύτην ἀνήγαγεν. Εἰπὼν γὰρ, ὅτι Ἡ πρώτη ἐστὶν ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· ἐπήγαγε, Δευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν· Ὁμοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς φιλανθρωπίας; τί τῆς ἡμερότητος; Ὅταν ἀπείρως ἡμῶν αὐτοῦ διεστηκότων, τὴν εἰς ἡμᾶς ἀγάπην ἐγγὺς ἄγει τῆς εἰς αὐτὸν, καὶ ὁμοίαν ταύτης ἐκείνην εἶναι λέγει. Διὰ δὴ τοῦτο, καὶ μέτρα σχεδὸν ἴσα τιθεὶς ἑκάτερα, περὶ μὲν ἐκείνης ἔλεγεν, Ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· περὶ δὲ ταύτης τῆς τοῦ πλησίον, Ὡς ἑαυτόν. Ὁ δὲ Παῦλος, ταύτης οὐκ οὔσης, οὐδὲ ὠφελεῖσθαι σφόδρα παρ' ἐκείνης ἔλεγεν. Ὥσπερ οὖν ἡμεῖς ἐπειδάν τινα φιλῶμεν, λέγομεν, ὅτι ἂν ἐκεῖνον ἀγαπήσῃς, ἐμὲ ἠγάπησας· οὕτω καὶ αὐτὸς τοῦτο δηλῶν ἔλεγεν, Ὁμοία αὐτῆς ἐστι· καὶ Πέτρῳ, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. Εἶδες πῶς ἑκατέρας ἔχει τὰς ἀρετὰς τήν τε τῶν κακῶν ἀποχήν (Κακὸν γὰρ, φησὶν, οὐκ ἐργάζεται)· καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, Πλήρωμα γὰρ νόμου, φησὶν, ἐστὶν, οὐ τὴν διδασκαλίαν ἡμῖν τῶν πρακτέων συντόμως εἰσάγουσα μόνον, ἀλλὰ καὶ τὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα. Οὐ γὰρ ὅπως ἂν μάθοιμεν τὰ ὠφελοῦντα μόνον ἐσπούδακεν (ὅπερ ἐστὶ τοῦ νόμου), ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει συμμαχίαν ἡμῖν, οὐ μέρος τι τῶν ἐντολῶν, ἀλλ' ὁλόκληρον ἐν ἡμῖν κατορθοῦσα τὴν ἀρετήν. Φιλῶμεν οὖν ἀλλήλους, ὡς καὶ ταύτῃ τὸν φιλοῦντα ἡμᾶς ἀγαπήσοντες Θεόν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ἂν τὸν ἐρώμενον φιλῇς, μάχεται ὁ φιλῶν· ἐνταῦθα δὲ καὶ ἀξιοῖ σε κοινωνῆσαι τοῦ ἔρωτος, καὶ μὴ κοινωνοῦντα μισεῖ. Ὁ μὲν γὰρ ἀνθρώπινος φθόνου καὶ βασκανίας γέμει, ὁ δὲ θεῖος παντὸς ἀπήλλακται πάθους. Διὸ καὶ κοινωνοὺς ἐπιζητεῖ τῆς φιλίας· Φίλει γὰρ, φησὶ, μετ' ἐμοῦ, καὶ τότε σε καὶ ἐγὼ φιλήσω μειζόνως. Ὁρᾷς ἐραστοῦ σφοδροῦ ῥήματα; Ἐὰν φιλῇς τοὺς ἐμοὺς ἐρωμένους, τότε ἡγοῦμαι καὶ αὐτὸς σπουδαίως φιλεῖσθαι παρὰ σοῦ. Καὶ γὰρ σφόδρα ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ τοῦτο ἔδειξεν ἄνωθεν. Ὅτε γοῦν τὸν ἄνθρωπον ἔπλαττεν, ἄκουσον τί φησι· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶ πάλιν, Ποιήσωμεν αὐτῷ βοηθόν· οὐ καλὸν εἶναι αὐτὸν μόνον. Καὶ ὅτε παρανομήσαντι πάλιν ἐπετίμησεν, ὅρα πῶς ἡμέρως· οὐ γὰρ εἶπεν αὐτῷ, Μιαρὲ καὶ παμμίαρε, τοσαῦτα εὐεργετηθεὶς, τῷ διαβόλῳ μετὰ ταῦτα πάντα ἐπίστευσας, καὶ τὸν εὐεργέτην ἀφεὶς τῷ πονηρῷ προσέσχες δαίμονι· ἀλλὰ τί φησι; Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; ὡς ἂν εἰ πατὴρ πρὸς παιδίον κελευσθὲν μὴ καθάπτεσθαι μαχαίρας, εἶτα παρακοῦσαν καὶ πληγὲν λέγοι· Πόθεν ἐπλήγης; Ἐκεῖθεν ἐπλήγης, ὅτι οὐκ ἤκουσάς μου. Ὁρᾷς φίλου τὰ ῥήματα μᾶλλον, ἢ Δεσπότου; φίλου καταφρονουμένου, καὶ οὐδὲ οὕτως ἀφισταμένου; Μιμησώμεθα τοίνυν αὐτὸν, καὶ ὅταν ἐπιτιμῶμεν, ταύτην τηρῶμεν τὴν ἐπιείκειαν. Καὶ γὰρ καὶ τῇ γυναικὶ μετὰ τῆς αὐτῆς πάλιν ἡμερότητος ἐπιπλήττει· μᾶλλον δὲ οὐδὲ ἐπίπληξις, ἀλλὰ νουθεσία καὶ διόρθωσις τὰ λεγόμενα ἦν, καὶ πρὸς τὸ μέλλον ἀσφάλεια. Διὰ δὴ τοῦτο πρὸς τὸν ὄφιν οὐδέν φησιν· αὐτὸς γὰρ ἦν ὁ τῶν κακῶν ἀρχιτέκτων, καὶ οὐκ εἶχεν ἐφ' ἕτερον μεταθεῖναι τὴν αἰτίαν· διὸ καὶ σφοδρῶς αὐτὸν ἐκόλαζε. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν γῆν κοινωνῆσαι ποιεῖ τῆς ἀρᾶς. Εἰ δὲ ἐξέβαλε παραδείσου, καὶ κατεδίκασε πόνῳ, καὶ διὰ τοῦτο μάλιστα προσκυνεῖν αὐτὸν καὶ θαυμάζειν χρή. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἐξήγαγεν ἡ τρυφὴ, περικόπτει τὴν εὐφροσύνην, λύπην ἐπιτειχίζων τῇ ῥᾳθυμίᾳ, ἵνα πρὸς τὴν ἀγάπην ἐπανέλθωμεν τὴν αὐτοῦ. Τί δὲ ἐπὶ τοῦ Κάϊν; οὐ τῷ αὐτῷ κέχρηται τῆς ἡμερότητος τρόπῳ; Καὶ γὰρ παρ' ἐκείνου πάλιν ὑβρισθεὶς, οὐκ ἀνθυβρίζει, ἀλλὰ παρακαλεῖ καί φησιν· Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Καίτοι γε τὸ γενόμενον συγγνώμης ἐστέρηται πάσης· καὶ δείκνυσιν ὁ νεώτερος ἀδελφός. Ἀλλ' οὐδὲ οὕτως ἐπιπλήττει, ἀλλὰ τί φησιν; Ἥμαρτες; Ἡσύχασον, μὴ προσθῇς ἔτι· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις, τοῦ ἀδελφοῦ λέγων. Εἰ γὰρ δέδοικας, φησὶ, μήποτε διὰ τὴν θυσίαν ταύτην τὴν τοῦ πρωτοτόκου σε προεδρίαν ἀφέλωμαι, θάῤῥει· καὶ γὰρ τὴν ἀρχὴν αὐτοῦ πᾶσαν εἰς τὰς σὰς τίθημι χεῖρας· μόνον γενοῦ βελτίων, καὶ φίλει τὸν οὐδὲν ἠδικηκότα· καὶ γὰρ ἀμφοτέρων κήδομαι. Καὶ τοῦτό με μάλιστα εὐφρανεῖ τὸ μὴ στασιάζειν ὑμᾶς πρὸς ἀλλήλους. Καθάπερ γὰρ μήτηρ φιλόστοργος, οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ μηχανᾶται ὥστε μηδένα ἀποῤῥαγῆναι θατέρου.