Ancient Greek · ~18 min
Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-26
Not analysed yet
Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. Περὶ γὰρ ἐκείνης φησί· Στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· καὶ, Ὃς δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ. Ἐκείνη μὲν γὰρ μὴ ὁμολογουμένη καταστρέφει, αὕτη δὲ ὁμολογουμένη ἀκαίρως. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Πάλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δείκνυσι τούτῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. Κἂν γὰρ ἄνθρωπος μὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ εἰς τὸ γενέσθαι μακάριος. Ἐπειδὴ γὰρ εἶπε, Καθ' ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. Κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων τοῦτο τέθεικεν. Εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες· οἳ πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλὰ τέως τῆς προκειμένης ὑποθέσεως ἔχεται. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται. Πάλιν παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου, τοῦτό φησι. Τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρινεῖ ἑαυτόν; Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετ' ἀμφιβολίας. Ὅρα πῶς αὐτὸν ἐνάγει οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. Εἶτά φησι καὶ τὴν αἰτίαν, δι' ἢν κατακέκριται, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἐκ πίστεως· οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ὅτι οὐκ ἐκ πίστεως· οὐ γὰρ ἐπίστευσεν, ὅτι καθαρόν ἐστιν, ἀλλ' ὡς ἀκαθάρτου ἥψατο. Διὰ δὲ τούτων δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία. Ὅταν γὰρ μὴ θαῤῥῇ, φησὶ, μηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; Ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων. Καὶ σκόπει πόσην ποιεῖται τοῦ μὴ σκανδαλίζειν πρόνοιαν· καὶ γὰρ ἀνωτέρω ἔλεγεν· Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἰ δὲ λυπεῖν οὐ δεῖ, πολλῷ μᾶλλον σκανδαλίζειν οὐ δεῖ. Καὶ πάλιν, Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Εἰ γὰρ ἐκκλησίαν κατασκάψαι χαλεπὸν καὶ ἀνόσιον, πολλῷ μᾶλλον ναὸν πνευματικόν· καὶ γὰρ καὶ ἄνθρωπος ἐκκλησίας σεμνότερον. Οὐ γὰρ διὰ τοὺς τοίχους ὁ Χριστὸς ἀπέθανεν, ἀλλὰ διὰ τοὺς ναοὺς τούτους. Πάντοθεν τοίνυν τὰ καθ' ἑαυτοὺς περισκοπῶμεν, καὶ μηδὲ μικρὰν μηδενὶ παρέχωμεν λαβήν. Καὶ γὰρ στάδιον ὁ παρὼν βίος, καὶ μυρίους πάντοθεν ὀφθαλμοὺς ἔχειν δεῖ, μηδὲ νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν. Ἔστι γὰρ, ἔστι καὶ ἀγνοίας δοῦναι δίκην, ὅταν ἡ ἄγνοια ἀσύγγνωστος ᾖ· ἐπεὶ καὶ Ἰουδαῖοι ἠγνόησαν, ἀλλ' οὐ συγγνώμης ἄξια ἠγνόησαν· καὶ Ἕλληνες ἠγνόησαν, ἀλλ' ἀπολογίαν οὐκ ἔχουσιν, Ὅταν μὲν γὰρ ταῦτα ἀγνοῇς ἃ μὴ δυνατὸν εἰδέναι, οὐδὲν ἔγκλημα ὑποστήσῃ· ὅταν δὲ τὰ ῥᾴδια καὶ δυνατὰ γνωσθῆναι, τὴν ἐσχάτην δώσεις δίκην. Ἄλλως δὲ, ἂν μὴ σφόδρα ὦμεν ἀναπεπτωκότες, ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισενέγκωμεν ἅπαντα, καὶ ἐν τοῖς ἀγνοουμένοις χεῖρα ἡμῖν ὁ Θεὸς ὀρέξει· ὃ καὶ Φιλιππησίοις ἔλεγε Παῦλος· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ὅταν δὲ μηδὲ ὧν ἐσμεν κύριοι, βουλώμεθα ἀνύειν, οὐδὲ ἐκείνης ἀπολαύσομεν τῆς συμμαχίας· ὃ καὶ ἐπὶ Ἰουδαίων γέγονε. Διὰ γὰρ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, φησὶν, ὅτι βλέποντες οὐ βλέπουσι. Πῶς βλέποντες οὐκ ἔβλεπον; Ἑώρων δαίμονας ἐλαυνομένους, καὶ ἔλεγον, Δαιμόνιον ἔχει· ἑώρων νεκροὺς ἐγειρομένους, καὶ οὐ προσεκύνουν, ἀλλ' ἀνελεῖν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ὁ Κορνήλιος τοιοῦτος. Διά τοι τοῦτο, ἐπειδὴ πάντα τὰ παρ' ἑαυτοῦ μετὰ σπουδῆς ἔπραττε, καὶ τὸ λεῖπον αὐτῷ προσέθηκεν ὁ Θεός. Μὴ τοίνυν λέγε, Πῶς τὸν δεῖνα ἄπλαστον ὄντα καὶ χρηστὸν περιεῖδεν ὁ Θεὸς, Ἕλληνα ὄντα; Πρῶτον μὲν γὰρ, εἴ τις ἄπλαστος, οὐκ ἀνθρώποις δυνατὸν εἰδέναι, ἀλλὰ τῷ πλάσαντι κατὰ μόνας τὰς καρδίας· ἔπειτα κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐκ ἐφρόντισε πολλάκις οὐδὲ ἐσπούδασε. Καὶ πῶς, φησὶν, ἠδύνατο, σφόδρα ἄπλαστος ὤν; Οὐκοῦν τὸν ἁπλοῦν τοῦτον καὶ ἀφελῆ σκόπει μοι, καὶ καταμάνθανε ἐπὶ τῶν βιωτικῶν, καὶ ὄψει πολλὴν ἀκρίβειαν ἐπιδεικνύμενον, ἣν εἴ γε ἐβούλετο καὶ ἐπὶ τῶν πνευματικῶν ἐπιδείκνυσθαι, οὐκ ἂν παρώφθη· καὶ γὰρ ἡλίου φανότερα τὰ τῆς ἀληθείας. Καὶ ὅπουπερ ἂν ἀφίκηταί τις, ῥᾳδίως ἐπιλήψεται τῆς ἑαυτοῦ σωτηρίας, εἴ γε βουληθείη προσέχειν καὶ μὴ πάρεργον τοῦτο ἡγεῖσθαι. Μὴ γὰρ ἐν Παλαιστίνῃ τὰ πράγματα συνεκλείσθη; μὴ γὰρ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, ὅτι Πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου; οὐχ ὁρᾷς τὰ πράγματα ἀληθεύοντα; Πῶς οὖν ἂν ἔχοιεν οὗτοι συγγνώμην, ὁρῶντες τὸ δόγμα τῆς ἀληθείας ἐκτεταμένον, καὶ μὴ περιεργαζόμενοι μηδὲ φροντίζοντες μαθεῖν;