Ancient Greek
Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-26
Not analysed yet
Καὶ ταῦτα παρὰ ἀγροίκου καὶ βαρβάρου, φησὶν, ἀπαιτεῖς; Οὐ παρὰ ἀγροίκου καὶ βαρβάρου μόνον, ἀλλὰ καὶ εἴ τις τῶν νῦν ὄντων βαρβαρικώτερος. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τῶν βιωτικῶν καὶ ἀντειπεῖν οἶδεν ἀδικούμενος, καὶ ἀντιστῆναι βιαζόμενος, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ μικρὸν ἐπηρεασθῆναί ποτε· ἐπὶ δὲ τῶν πνευματικῶν οὐ κέχρηται τῇ αὐτῇ ταύτῃ συνέσει; καὶ ὅταν μὲν λίθον προσκυνῇ καὶ θεὸν ἡγεῖται, καὶ ἑορτὰς ἐπιτελῇ, καὶ χρήματα δαπανᾷ, καὶ πολὺν ἐπιδείκνυται φόβον, καὶ οὐδαμοῦ ῥᾴθυμος ἀπὸ τῆς ἀφελείας γίνεται· ὅταν δὲ τὸν ὄντως ὄντα Θεὸν ἐπιζητῆσαι δέῃ, τότε μοι ἀφελείας καὶ ἁπλότητος μέμνησαι; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ῥᾳθυμίας γὰρ μόνης τὰ ἐγκλήματα. Τίνας γὰρ ἁπλουστέρους καὶ ἀγροικοτέρους εἶναι νομίζεις, τοὺς ἐπὶ τοῦ Ἀβραὰμ ἢ τοὺς νῦν; Εὔδηλον ὅτι ἐκείνους. Πότε δὲ εὐκολώτερον εἶναι τὴν εὐσέβειαν εὑρεῖν, νῦν ἢ τότε; Εὔδηλον ὅτι νῦν. Νῦν μὲν γὰρ παρὰ πᾶσι καὶ τοῦ Θεοῦ τὸ ὄνομα βεβόηται, καὶ προφῆται ἀνεκήρυξαν, καὶ τὰ πράγματα ἐξέβη, καὶ τὰ Ἑλλήνων ἐλήλεγκται· τότε δὲ ἔτι ἀδιδάκτως εἶχον οἱ πλείους, καὶ ἡ ἁμαρτία ἐκράτει, καὶ οὔτε νόμος ἦν παιδεύων, οὐ προφήτης, οὐ θαύματα, οὐ διδασκαλία, οὐ τὸ πλῆθος τῶν γινωσκόντων, οὐκ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλ' ὡς ἐν σκότῳ βαθεῖ καὶ ἀσελήνῳ καὶ χειμερίῳ νυκτὶ τὰ πράγματα διέκειντο ἅπαντα. Ἀλλ' ὅμως ὁ θαυμαστὸς ἐκεῖνος καὶ γενναῖος ἀνὴρ, καὶ τοσούτων ὄντων κωλυμάτων, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τὴν ἀρετὴν ἤσκησε, καὶ πολλοὺς εἰς τὸν ἴσον ἤγαγε ζῆλον, καὶ ταῦτα οὐδὲ τῆς ἔξωθεν σοφίας ἔμπειρος ὤν· πῶς γὰρ, ὅπου γε οὐδὲ γράμματα ἦν εὑρεθέντα πώποτε; Ἀλλ' ὅμως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, καὶ ὁ Θεὸς τὰ ἑαυτοῦ λοιπὸν συνεισήνεγκεν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι παρὰ πατέρων ἐδέξατο τὴν εὐσέβειαν ὁ Ἀβραάμ· καὶ γὰρ εἰδωλολάτρης ἦν ἐκεῖνος· ἀλλ' ὅμως καὶ προγόνων γενόμενος τοιούτων, καὶ βάρβαρος ὢν καὶ ἐν μέσῳ βαρβάρων τραφεὶς, καὶ διδάσκαλον οὐδένα σχὼν εὐσεβείας, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τῶν ἐκγόνων τῶν ἑαυτοῦ πάντων τῶν καὶ νόμου καὶ προφητῶν ἀπολελαυκότων τοσοῦτον ηὐδοκίμησε μᾶλλον, ὅσον οὐδὲ ἔστιν εἰπεῖν. Τί δήποτε; Ὅτι ἐν μὲν τοῖς βιωτικοῖς οὐ σφόδρα ἦν μεμεριμνημένος, ἐν δὲ τοῖς πνευματικοῖς ὅλον ἑαυτὸν συνέτεινε. Τί δὲ ὁ Μελχισεδέκ; οὐχὶ καὶ αὐτὸς κατ' ἐκείνους τοὺς χρόνους ἐγένετο, καὶ τοσοῦτον ἔλαμψεν, ὡς καὶ ἱερεὺς τοῦ Θεοῦ χρηματίσαι; Καὶ γὰρ ἀμήχανον, καὶ σφόδρα ἀμήχανον, τὸν νήφοντα περιοφθῆναί ποτε. Μηδὲ ταῦτα ὑμᾶς θορυβείτω· ἀλλ' εἰδότες, ὅτι πανταχοῦ τῆς γνώμης ἐστι τὸ κῦρος, τὰ ἡμέτερα αὐτῶν περισκοπῶμεν, ὅπως γενοίμεθα βελτίους. Μὴ τὸν Θεὸν ἀπαιτῶμεν εὐθύνας, μηδὲ ἐξετάζωμεν, διὰ τί τὸν δεῖνα εἴασε, καὶ τὸν δεῖνα ἐκάλεσε. Καὶ γὰρ ταυτὸν ποιοῦμεν, οἷον ἂν εἴ τις οἰκέτης προσκεκρουκὼς περιεργάζοιτο τὴν οἰκονομίαν τοῦ δεσπότου. Ἄθλιε καὶ ταλαίπωρε, δέον φροντίζειν ὑπὲρ τῶν σῶν εὐθυνῶν, καὶ πῶς καταλλάξεις τὸν δεσπότην, εὐθύνας ἀπαιτεῖς ὧν σὺ μέλλεις παρέξειν εὐθύνας; ἐκεῖνα παρατρέχεις, ὧν μέλλεις δοῦναι δίκην; Τί οὖν πρὸς τὸν Ἕλληνα εἴπω, φησί; Ταῦτα τὰ εἰρημένα. Καὶ σκόπει μὴ τί εἴπῃς πρὸς τὸν Ἕλληνα μόνον, ἀλλὰ καὶ πῶς αὐτὸν διορθώσῃ. Ὅταν σου τὸν βίον ἐξετάζων σκανδαλίζηται ἐκεῖθεν, ἐνταῦθα φρόντισον τί εἴπῃς. Ὑπὲρ μὲν γὰρ ἐκείνου, κἂν σκανδαλίζηται, σὺ λόγον οὐ δώσεις· ἀπὸ δὲ τοῦ βίου τοῦ σοῦ ἐὰν βλαβῇ, κίνδυνον ὑποστήσῃ τὸν ἔσχατον. Ὅταν ἴδῃ σε περὶ βασιλείας φιλοσοφοῦντα, καὶ πρὸς τὰ παρόντα ἐπτοημένον, καὶ περὶ γεέννης δεδοικότα, καὶ τὰ ἐνταῦθα τρέμοντα δεινὰ, τότε φρόντισον. Ὅταν ταῦτα ὁρῶν ἐγκαλῇ, καὶ λέγῃ· Εἰ βασιλείας ἐρᾷς, τί τῶν παρόντων οὐχ ὑπερορᾷς; εἰ δικαστήριον προσδοκᾷς φοβερὸν, τί τῶν ἐνταῦθα δεινῶν οὐ καταφρονεῖς; εἰ ἀθανασίαν ἐλπίζεις, τί τοῦ θανάτου οὐ καταγελᾷς; ὅταν ταῦτα λέγῃ, μερίμνησον τί ἀπολογήσῃ. Ὅταν ἴδῃ σε τρέμοντα ζημίαν χρημάτων τὸν τοὺς οὐρανοὺς προσδοκῶντα, καὶ περιχαρῆ γενόμενον ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ τὴν ψυχὴν πάλιν προέμενον ὑπὲρ ἀργυρίου ὀλίγου, τότε φρόντισον· ταῦτα γάρ ἐστι, ταῦτα τὰ τὸν Ἕλληνα σκανδαλίζοντα. Ὥστε εἰ φροντίζεις σεαυτοῦ τῆς σωτηρίας, ὑπὲρ τούτων ἀπολογοῦ, μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων. Δι' ἐκεῖνο μὲν γὰρ τὸ ζήτημα οὐδείς ποτε ἐβλασφήμησε τὸν Θεὸν, διὰ δὲ τὸν πονηρὸν βίον μυρίαι πανταχοῦ βλασφημίαι. Τοῦτο τοίνυν διόρθου· ἐπεὶ πάλιν ἐρεῖ σοι ὁ Ἕλλην· Πόθεν μάθω, ὅτι δυνατὰ ἐπέταξεν ὁ Θεός; ἰδοὺ γὰρ σὺ Χριστιανὸς ὢν ἐκ προγόνων καὶ ἐντρεφόμενος τῇ καλῇ ταύτῃ θρησκείᾳ, οὐδὲν τοιοῦτον ποιεῖς. Τί οὖν ἐρεῖς; Πάντως ἐρεῖς, ὅτι Δείξω σοι ἑτέρους ποιοῦντας, μοναχοὺς ἐν ἐρημίαις καθημένους. Εἶτα οὐκ αἰσχύνῃ Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ ἑτέρους πέμπων, ὡς οὐ δυνάμενος δεῖξαι, ὅτι τὰ Χριστιανῶν ἐπιδείκνυσαι; Καὶ γὰρ καὶ ἐκεῖνος εὐθέως ἐρεῖ· Οὐκοῦν ποία μοι ἀνάγκη βαδίζειν ἐπὶ τὰ ὄρη, καὶ τὰς ἐρημίας διώκειν; Εἰ γὰρ μὴ δυνατὸν ἐν μέσαις στρεφόμενον πόλεσι φιλοσοφεῖν, πολλὴ τῆς πολιτείας ταύτης ἡ κατηγορία γένοιτ' ἂν, εἰ μέλλοιμεν τὰς πόλεις ἐκλιπόντες, ἐπὶ τὰς ἐρήμους τρέχειν. Ἀλλὰ δεῖξόν μοι ἄνθρωπον γυναῖκα ἔχοντα καὶ παιδία καὶ οἰκίαν, καὶ φιλοσοφοῦντα. Τί οὖν πρὸς ταῦτα ἐροῦμεν; οὐκ ἀνάγκη κάτω κύπτειν καὶ αἰσχύνεσθαι; Οὐδὲ γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσεν· ἀλλὰ πῶς; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, οὐχὶ τῶν ὀρῶν οὐδὲ τῆς ἐρημίας καὶ τῆς ἀβάτου. Καὶ ταῦτα λέγω, οὐ κακίζων τοὺς κατειληφότας τὰ ὄρη, ἀλλὰ θρηνῶν τοὺς κατοικοῦντας τὰς πόλεις, ὅτι τὴν ἀρετὴν ἐντεῦθεν ἐξήλασαν. Διὸ, παρακαλῶ, τὴν φιλοσοφίαν τὴν ἐκεῖθεν καὶ ἐνταῦθα εἰσαγάγωμεν, ἵνα αἱ πόλεις γένωνται πόλεις· ταῦτα τὸν Ἕλληνα ὀρθῶσαι δύναται, ταῦτα ἀπαλλάξαι μυρίων σκανδάλων. Ὥστε, εἰ βούλει κἀκεῖνον ἐλευθερῶσαι σκανδάλου, καὶ αὐτὸς μυρίων ἀπολαῦσαι μισθῶν, τὸν βίον διόρθου τὸν σαυτοῦ, καὶ πάντοθεν ἀπολάμπειν ποίει, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ἡμεῖς τῆς ἀποῤῥήτου ἐκείνης καὶ μεγάλης ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.