Ancient Greek · ~18 min
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-27
Not analysed yet
Εἶτα πάλιν δεικνὺς, ὅτι οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἐπήγαγε, Κατὰ Χριστὸν Ἰησοῦν· ὃ πανταχοῦ ποιεῖ, ἐπειδή ἐστι καὶ ἑτέρα ἀγάπη. Καὶ τί τὸ κέρδος τῆς συμφωνίας; Ἵνα ὁμοθυμαδὸν, φησὶν, ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἐν ἑνὶ στόματι, ἀλλὰ καὶ μιᾷ ψυχῇ τοῦτο ποιεῖν ἐκέλευσεν. Εἶδες πῶς τὸ σῶμα ἥνωσεν ἅπαν, καὶ πῶς τὸν λόγον κατέκλεισε πάλιν εἰς δοξολογίαν; Ὅθεν καὶ ἐνάγει μάλιστα εἰς ὁμόνοιαν καὶ συμφωνίαν. Εἶτα πάλιν ἐντεῦθεν τῆς αὐτῆς παραινέσεως ἔχεται λέγων· Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Πάλιν τὸ παράδειγμα ἄνωθεν, καὶ τὸ κέρδος ἄφατον· μάλιστα γὰρ τὸν Θεὸν τοῦτο δοξάζει τὸ συμπεφράχθαι. Ὥστε κἂν ἀλγῶν ὑπὲρ αὑτοῦ διαστασιάζῃς πρὸς τὸν ἀδελφὸν, ἐννοήσας ὅτι καταλύσας τὴν ὀργὴν τὸν Δεσπότην σου δοξάζεις, κἂν μὴ διὰ τὸν ἀδελφὸν, δι' αὐτὸ γοῦν τοῦτο καταλλάγηθι· μᾶλλον δὲ διὰ τοῦτο πρῶτον. Καὶ γὰρ ὁ Χριστὸς τοῦτο ἄνω καὶ κάτω στρέφει, καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Πειθώμεθα τοίνυν, καὶ συνάπτωμεν ἑαυτοὺς ἀλλήλοις. Ἐνταῦθα γὰρ οὐκέτι τοὺς ἀσθενεῖς, ἀλλὰ πάντας διεγείρει. Κἂν βούληταί τις ἀποῤῥαγῆναί σου, μὴ καὶ σὺ ἀποῤῥαγῇς, μηδὲ τὸ ψυχρὸν ἐκεῖνο φθέγξῃ ῥῆμα, Ἐὰν φιλῇ με, φιλῶ· ἐὰν μὴ φιλῇ με ὁ δεξιὸς ὀφθαλμὸς, ἐξορύξω αὐτόν· σατανικὰ γὰρ τὰ ῥήματα ταῦτα, καὶ τελωνῶν ἄξια, καὶ τῆς Ἑλλήνων μικροψυχίας. Σὺ δὲ ὁ πρὸς μείζονα κληθεὶς πολιτείαν, καὶ εἰς τοὺς οὐρανοὺς ἐγγραφεὶς, μειζόνων ὑπεύθυνος εἶ νόμων. Μὴ δὴ λέγε ταῦτα, ἀλλ' ὅταν σε μὴ βούληται φιλεῖν, τότε πλείονα ἐπιδείκνυσο τὴν ἀγάπην, ἵνα αὐτὸν ἐπισπάσῃ· καὶ γὰρ μέλος ἐστί· τὸ δὲ μέλος ὅταν ὑπό τινος ἀνάγκης ἀποσχίζηται τοῦ λοιποῦ σώματος, πάντα ποιοῦμεν ὥστε ἑνῶσαι πάλιν αὐτὸ, καὶ πλείονα πρόνοιαν ἐπιδεικνύμεθα τότε. Καὶ γὰρ πλείων ὁ μισθὸς, ὅταν μὴ βουλόμενον φιλεῖν ἐφελκύσῃ. Εἰ γὰρ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως· πολλῷ μᾶλλον ἐπὶ φιλίας τοῦτο δεῖ ποιεῖν. Ὁ μὲν γὰρ φιλούμενος καὶ φιλῶν ἀπέδωκέ σοι τὴν ἀμοιβήν· ὁ δὲ φιλούμενος καὶ μὴ φιλῶν, ἀνθ' ἑαυτοῦ τὸν Θεόν σοι χρεώστην κατέστησε· καὶ χωρὶς τούτων, ὅταν μὲν φιλῇ σε, οὐ πολλῆς δεῖται τῆς σπουδῆς· ὅταν δὲ μὴ φιλῇ, τότε σου χρείαν ἔχει τῆς ἀντιλήψεως. Μὴ τοίνυν τὴν αἰτίαν τῆς σπουδῆς αἰτίαν ποιοῦ ῥᾳθυμίας, μηδὲ λέγε, ὅτι Ἐπειδὴ νοσεῖ, διὰ τοῦτο αὐτοῦ ἀμελῶ· καὶ γὰρ νόσος ἐστὶν ἡ κατάψυξις τῆς ἀγάπης· ἀλλὰ σὺ θέρμανον τὸ καταψυχθέν. Τί οὖν ἐὰν μὴ θερμαίνηται, φησί; Μένε τὰ σαυτοῦ ποιῶν. Τί οὖν, ἂν μειζόνως διαστρέφηται; Πάλιν μείζονά σοι τὴν ἀντίδοσιν προξενεῖ, καὶ τοσοῦτον μᾶλλον δείκνυσι τοῦ Χριστοῦ μιμητήν. Εἰ γὰρ τὸ ἀγαπᾷν ἀλλήλους, γνώρισμα μαθητῶν· Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησὶν, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τὸ τὸν μισοῦντα φιλεῖν, ἐννόησον ἡλίκον. Καὶ γὰρ ὁ Δεσπότης σου μισοῦντας ἐφίλει καὶ παρεκάλει· καὶ ὅσῳ ἀσθενεῖς ἦσαν, τοσούτῳ μᾶλλον αὐτῶν ἐπεμελεῖτο, καὶ ἐβόα λέγων, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Καὶ τραπέζης ἠξίου τῆς αὑτοῦ τελώνας καὶ ἁμαρτωλούς· καὶ ὅσην αὐτὸν ἠτίμασεν ἀτιμίαν ὁ τῶν Ἰουδαίων δῆμος, τοσαύτην περὶ αὐτοὺς ἐπεδείξατο τι μὴν καὶ κηδεμονίαν, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Τοῦτον καὶ σὺ ζήλωσον. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ κατορθούμενον, ἀλλ' οὗ χωρὶς οὐδὲ ὁ μαρτυρῶν σφόδρα δύναται ἀρέσαι Θεῷ, καθὼς ὁ Παῦλός φησι. Μὴ τοίνυν λέγε, ὅτι Μισοῦμαι, καὶ διὰ τοῦτο οὐ φιλῶ· διὰ γὰρ τοῦτο μάλιστα φιλεῖν ὀφείλεις. Ἄλλως δὲ οὐδ' ἔνι φιλοῦντα μισεῖσθαι ταχέως, ἀλλὰ κἂν θηρίον ᾖ τις, τοὺς φιλοῦντας φιλεῖ· τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ, φησὶ, καὶ οἱ τελῶναι ποιοῦσιν. Εἰ δὲ τοὺς φιλοῦντας ἕκαστος φιλεῖ, τοὺς μετὰ τοῦ μισεῖσθαι φιλοῦντας τίς οὐκ ἂν ἀγαπήσειε; Τοῦτο τοίνυν ἐπίδειξαι, καὶ μὴ παύσῃ λέγων τοῦτο τὸ ῥῆμα, ὅτι ὅσῳ ἄν με μισήσῃς, οὐ παύσομαί σε φιλῶν, καὶ πᾶσαν φιλονεικίαν ἐχάλασας, καὶ πᾶσαν ψυχὴν ἐμάλαξας. Ἢ γὰρ ἀπὸ φλεγμονῆς γίνεται τὸ νόσημα τοῦτο, ἢ ἀπὸ ψυχρότητος· ἀλλ' ἀμφότερα ἡ τῆς ἀγάπης δύναμις διορθοῦν εἴωθε τῇ θερμότητι. Οὐχ ὁρᾷς τοὺς αἰσχρῶς ἐρῶντας ῥαπιζομένους, ἐμπτυομένους, ὀνειδιζομένους. μυρία πάσχοντας δεινὰ ὑπὸ τῶν πορνευομένων γυναικῶν ἐκείνων; Τί οὖν ἐξέλυσε τοῦτον τὸν ἔρωτα; τὰ τῶν ὕβρεων; Οὐδαμῶς, ἀλλὰ καὶ μᾶλλον ἀνῆψεν· καίτοι γε αἱ μὲν ταῦτα ποιοῦσαι μετὰ τοῦ πορνεύεσθαι καὶ ἀσήμου γένους εἰσὶ καὶ εὐτελοῦς, οἱ δὲ πάσχοντες πολλάκις λαμπροὺς ἔχουσι προγόνους ἀριθμεῖν, καὶ πολλὴν ἄλλην περιφάνειαν λέγειν· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐκλύει, οὐδὲ ἀφίστησι τῆς ἐρωμένης.