Ancient Greek
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 2.1-28
Not analysed yet
Εἶδες πῶς ἐπῆρεν αὐτοὺς τοῖς ἐγκωμίοις, οὐχὶ τῷ δυνατοὺς μόνον εἰπεῖν, ἀλλὰ καὶ τῷ μεθ' ἑαυτοῦ τάξαι ἐκείνους; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ χρησίμῳ πάλιν αὐτοὺς ἐπισπᾶται, καὶ ἀνεπαχθῶς· σὺ μὲν γὰρ δυνατὸς εἶ, φησὶ, καὶ καταβαίνων οὐδὲν βλάπτῃ· ἐκείνῳ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος, ἂν μὴ διαβαστάζηται. Καὶ οὐκ εἶπε, Τοὺς ἀσθενεῖς, ἀλλὰ, Τὰ ἀσθενήματα τῶν ἀδυνάτων, εἰς ἔλεον αὐτῶν ἐπισπώμενος καὶ ἐπικαλῶν· ὡς καὶ ἀλλαχοῦ φησιν, Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Δυνατὸς γέγονας; Ἀπόδος τῷ Θεῷ τὴν ἀμοιβὴν τῷ ποιήσαντί σε τοιοῦτον· ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀῤῥώστου διορθούμενος. Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ἦμεν, ἀλλ' ὑπὸ τῆς χάριτος ἐγενόμεθα δυνατοί. Τοῦτο δὲ οὐκ ἐνταῦθα δεῖ μόνον ποιεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλως ἀσθενούντων· οἷον ἂν ἀκρόχολός τις ᾖ, ἂν ὑβριστὴς, ἂν ἄλλο τι ἔχων τοιοῦτον ἐλάττωμα, διαβάσταζε. Πῶς δὲ τοῦτο γένοιτ' ἂν, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Ὀφείλομεν βαστάζειν, ἐπήγαγε, Καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Δυνατὸς εἶ; Λαμβανέτω σου πεῖραν τῆς δυνάμεως ὁ ἀσθενής· ἐκεῖνος μανθανέτω σου τὴν ἰσχὺν, ἐκείνῳ ἄρεσον. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄρεσον, ἀλλ', Εἰς τὸ ἀγαθόν· καὶ οὐδὲ ἁπλῶς εἰς τὸ ἀγαθὸν, ἵνα μὴ λέγῃ ὁ τέλειος, Ἰδοὺ γὰρ εἰς τὸ ἀγαθὸν ἕλκω, ἀλλὰ προσέθηκε, Πρὸς οἰκοδομήν. Ὥστε κἂν πλουτῇς, κἂν ἐν δυναστείᾳ ᾖς, μὴ σαυτῷ, ἀλλὰ τῷ πένητι καὶ τῷ δεομένῳ ἄρεσκε· οὕτω γὰρ καὶ δόξης ἀπολαύσῃ τῆς ἀληθοῦς, καὶ ὠφέλειαν ἐργάσῃ πολλήν. Ἡ μὲν γὰρ τῶν βιωτικῶν δόξα εὐθέως ἀφίπταται· ἡ δὲ τῶν πνευματικῶν μένει, ἂν πρὸς οἰκοδομὴν τοῦτο ποιῇς. Διὸ παρὰ πάντων τοῦτο ἀπαιτεῖ· οὐ γὰρ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' Ἕκαστος ὑμῶν. Εἶτα ἐπειδὴ μέγα ἐπέταξε, καὶ τῆς οἰκείας ἐκέλευσε καθυφεῖναι τελειότητος εἰς τὸ διορθῶσαι τὴν ἑτέρου ἀσθένειαν, πάλιν τὸν Χριστὸν εἰσάγει μέσον λέγων· Καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ὅπερ καὶ ἀεὶ ποιεῖ. Καὶ γὰρ ὅτε περὶ ἐλεημοσύνης ἔλεγεν, αὐτὸν παρήγαγε, λέγων· Γινώσκετε τὴν χάριν τοῦ Κυρίου, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· καὶ ὅτε εἰς ἀγάπην προὔτρεπεν, ἐκεῖθεν προὔτρεψεν, εἰπών· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς· καὶ ὅτε περὶ τοῦ φέρειν αἰσχύνην καὶ κινδύνους συνεβούλευεν, ἐπ' αὐτὸν κατέφυγε, λέγων· Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Οὕτω καὶ ἐνταῦθα δείκνυσι καὶ αὐτὸν τοῦτο ποιήσαντα, καὶ τὸν προφήτην ἄνωθεν προαναφωνήσαντα· διὸ καὶ ἐπήγαγε, Καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Τί δέ ἐστιν, Οὐχ ἑαυτῷ ἤρεσεν; Ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι, ἐξῆν μὴ παθεῖν ἅπερ ἔπαθεν, εἴ γε ἤθελε τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλ' ὅμως οὐκ ἠθέλησεν, ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὸ ἑαυτοῦ παρεῖδε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἑαυτὸν ἐκένωσεν; Ὅτι οὐ τοῦτο ἐβούλετο δεῖξαι μόνον, ὅτι ἄνθρωπος γέγονεν, ἀλλ' ὅτι καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὴς εἶναι νομισθείς. Εἰ γὰρ Υἱὸς εἶ, φησὶ, τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ· καὶ, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Διὸ πράγματος ἐμνημόνευσε χρησιμεύοντος αὐτῷ εἰς τὴν παροῦσαν ὑπόθεσιν, καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο. Οὐ γὰρ τὸν Χριστὸν δείκνυσιν ὀνειδισθέντα μόνον, ἀλλὰ καὶ τὸν Πατέρα· Οἱ ὀνειδισμοὶ γὰρ τῶν ὀνειδιζόντων σε ἐπέπεσον, φησὶν, ἐπ' ἐμέ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲν ξένον. Οἱ γὰρ ἐπὶ τῆς Παλαιᾶς ὀνειδίζειν αὐτῷ μελετήσαντες, οὗτοι καὶ κατὰ τοῦ Παιδὸς ἐμάνησαν. Ταῦτα δὲ ἐγράφη, ἵνα μιμώμεθα. Ἐνταῦθα αὐτοὺς καὶ εἰς πειρασμῶν ὑπομονὴν ἀλείφει λοιπόν· Ὅσα γὰρ προεγράφη, φησὶν, εἰς διδασκαλίαν ἡμῶν προεγράφη· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, τουτέστιν, ἵνα μὴ ἐκπέσωμεν. Ποικίλοι γὰρ οἱ ἀγῶνες ἔσωθεν, ἔξωθεν, ἵνα νευρούμενοι καὶ παρακαλούμενοι παρὰ τῶν Γραφῶν, ὑπομονὴν ἐπιδειξώμεθα, ἵνα ἐν ὑπομονῇ ζῶντες, μένωμεν ἐπὶ τῆς ἐλπίδος. Ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικὰ, ἡ ὑπομονὴ τῆς ἐλπίδος, ἡ ἐλπὶς τῆς ὑπομονῆς· ἅπερ ἀμφότερα ἀπὸ τῶν Γραφῶν γίνεται. Εἶτα πάλιν εἰς εὐχὴν περιτρέπει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ εἶπε τὰ παρ' ἑαυτοῦ, καὶ τὰ ὑποδείγματα ἐπήγαγε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν Γραφῶν προσέθηκε μαρτυρίαν, δεικνὺς ὅτι μετὰ τῶν Γραφῶν καὶ αὐτὸς πάλιν δίδωσι τὴν ὑπομονήν. Διὰ τοῦτο ἔλεγεν, Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Τοῦτο γάρ ἐστιν ἀγάπης, ὃ περὶ ἑαυτοῦ τις φρονεῖ, τοῦτο καὶ περὶ τοῦ ἄλλου.