Ancient Greek · ~16 min
Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-29
Not analysed yet
Ἰδοὺ πάλιν ἑτέρα ὑπερβολὴ, ὅτι οὐ μόνον τοσούτους εὐηγγελίσατο καὶ ἔπεισεν, ἀλλ' ὅτι οὐδὲ πρὸς μεμαθηκότας ἀπῆλθε. Τοσοῦτον ἀπεῖχε τοῦ ἐπιῤῥίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζε, τοὺς μὴ ἀκηκοότας διδάσκειν. Οὐδὲ γὰρ εἶπεν, Ὅπου οὐκ ἐπείσθησαν, ἀλλ', Ὅπου οὐδὲ ὠνομάσθη ὁ Χριστός· ὃ πλέον ἐστί. Καὶ τίνος ἕνεκεν τοιαῦτα ἐφιλοτιμεῖτο; Ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομήσω, φησί. Ταῦτα δὲ λέγει, δεικνὺς ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς, ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾷν καὶ τῆς παρ' αὐτῶν τιμῆς ἐπὶ τὸ γράψαι ἦλθεν, ἀλλ' ὡς διακονίαν πληρῶν, ὡς ἱερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐρῶν. Ἀλλότριον δὲ τὸ τῶν ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητα, οὐδὲ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον· ἐπεὶ τὰ κηρύγματα οὐκ ἀλλότρια ἦν, ἀλλ' ὅσον εἰς μισθὸν ἀλλότρια. Ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. Εἶτα δείκνυσι καὶ προφητείαν πληρουμένην, λέγων· Καθὼς γέγραπται, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν. Ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου μείζων ὁ ἱδρώς; Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Σκόπει πάλιν πῶς τῷ προοιμίῳ ὁμοίως τὸ τέλος ὑφαίνει. Καὶ γὰρ καὶ ἀρχόμενος τῆς ἐπιστολῆς ἔλεγεν, ὅτι Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν ἐκωλύθη, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Ὥσπερ γὰρ ἐκεῖ φησι, Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, οὕτω καὶ ἐνταῦθα, Ἐνεκοπτόμην τὰ πολλὰ ἐλθεῖν πρὸς ὑμᾶς. Ὅπερ μάλιστα τὴν ἐπιθυμίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν. Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις. Ὁρᾷς πῶς ἔδειξεν, ὅτι οὐ τῆς παρ' αὐτῶν ἐφιέμενος δόξης ἔγραφέ τε καὶ παρεγίνετο; Ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν. Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Ἵνα γὰρ μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς τῷ λέγειν, ὅτι Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης κινεῖ λόγον εἰπὼν, Ἐπιποθίαν ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν. Οὐ γὰρ διὰ τοῦτο ἐπεθύμησα ἐλθεῖν, ἐπειδὴ σχολὴν ἄγω, ἀλλ' ἵνα τὴν ἐπιθυμίαν, ἣν πάλαι ὤδινον, ταύτην ἀποτέκω. Εἶτα, ἵνα μὴ τοῦτο πάλιν αὐτοὺς φυσήσῃ, σκόπει πῶς αὐτοὺς καταστέλλει, εἰπὼν, Ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς. Διὰ γὰρ τοῦτο τέθεικε τοῦτο, ἵνα μὴ μέγα φρονῶσιν· ὁμοῦ γὰρ καὶ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ κωλῦσαι θρύπτεσθαι ἐκείνους. Διὸ συνεχῶς αὐτὸ τίθησι, καὶ ἐφεξῆς ἐναλλάττων τὰ ἑκατέρων τούτων κατασκευαστικά. Διά τοι τοῦτο πάλιν, ἵνα μὴ λέγωσιν, Ὁδοῦ πάρεργον ἡμᾶς ποιεῖ, ἐπήγαγε, Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι· τουτέστιν, Ἵνα ὑμεῖς μοι μάρτυρες ἦτε, ὅτι οὐ καταφρονῶν ὑμῶν, ἀλλ' ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω. Ἐπειδὴ δὲ καὶ τοῦτο ἔτι λυπεῖ, λιπαρώτερον αὐτὸ θεραπεύει, λέγων, Ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Τῷ μὲν γὰρ εἰπεῖν, Διαπορευόμενος, δείκνυσιν οὐκ ἐφιέμενος αὐτῶν τῆς δόξης· τῷ δὲ εἰπεῖν, Ἐμπλησθῶ, δείκνυσιν ἐρῶν αὐτῶν τῆς ἀγάπης, καὶ οὐχ ἁπλῶς ἐρῶν, ἀλλὰ καὶ σφοδρῶς· διὸ οὐδὲ εἶπεν, Ἐμπλησθῶ, ἀλλ', Ἀπὸ μέρους. Οὐδεὶς μὲν γὰρ χρόνος ἐμπλῆσαι δύναται, οὐδὲ ἐμποιῆσαί μοι κόρον τῆς συνουσίας ὑμῶν. Εἶδες πῶς τὴν ἀγάπην δείκνυσιν, ὅταν καὶ ἐπειγόμενος μὴ πρότερον ἀνίστηται, ἕως ἂν ἐμπλησθῇ; Καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ φιλοστοργίας σημεῖον τὸ τοῖς ῥήμασιν οὕτω θερμῶς κεχρῆσθαι. Οὐδὲ γὰρ εἶπε, θεάσομαι, ἀλλ' Ἐμπλησθῶ, τὰ τῶν γονέων μιμούμενος ῥήματα. Καὶ ἀρχόμενος μὲν ἔλεγεν, Ἵνα τινὰ καρπὸν σχῶ· ἐνταῦθα δὲ, Ἵνα ἐμπλησθῶ· ἅπερ ἀμφότερα ἐφελκομένου ἦν. Τὸ μὲν γὰρ ἐγκώμιον αὐτῶν ἦν μέγιστον, εἴ γε καρπὸν αὐτῷ παρέχειν ἔμελλον ἐκ τῆς ὑπακοῆς· τὸ δὲ, τῆς αὐτοῦ φιλίας δεῖγμα γνήσιον. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων οὕτως ἔλεγεν· Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι· διὰ πάντων τὴν πρὸς τοὺς μαθητὰς ἀγάπην ἐνδεικνύμενος, ἧς ἴσον οὐδέν. Διὸ καὶ ἀρχόμενος ἀεὶ τῶν ἐπιστολῶν ἐντεῦθεν προοιμιάζεται, καὶ τελευτῶν εἰς τοῦτο καταλύει πάλιν.