Ancient Greek · ~16 min
Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-28
Not analysed yet
Καθάπερ γὰρ πατὴρ φιλόπαις μονογενὲς παιδίον καὶ γνήσιον, ἐφίλει τοὺς πιστοὺς ἅπαντας· διὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ γὰρ πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο χρὴ τὸν διδάσκαλον ἔχειν. Διὸ καὶ Πέτρῳ ἔλεγεν ὁ Χριστὸς, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ὁ γὰρ τὸν Χριστὸν φιλῶν, καὶ τὴν ποίμνην αὐτοῦ φιλεῖ. Καὶ τὸν Μωϋσέα δὲ τότε ἐπέστησε τῷ δήμῳ τῶν Ἰουδαίων, ὅτε τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπεδείξατο· καὶ ὁ Δαυῒδ δὲ οὕτως ἐπὶ τὴν βασιλείαν ἦλθε, πρότερον φιλόστοργος περὶ αὐτοὺς φανείς. Οὕτω γοῦν ἔτι νέος ὢν ἤλγησε ὑπὲρ τοῦ λαοῦ, ὡς καὶ τὴν αὐτοῦ ψυχὴν ἐπιδοῦναι, ἡνίκα τὸν βάρβαρον καθεῖλεν ἐκεῖνον. Εἰ δὲ λέγει· Τί ἔσται τῷ ἀνελόντι τὸν ἀλλόφυλον τοῦτον; οὐ μισθὸν ἀπαιτῶν ἔλεγεν, ἀλλὰ πιστευθῆναι βουλόμενος, καὶ ἐγχειρισθῆναι τὴν πρὸς αὐτὸν μάχην. Ὅτε γοῦν εἰσῆλθε πρὸς τὸν βασιλέα μετὰ τὴν νίκην, οὐδὲν ὑπὲρ τούτων διελέχθη. Καὶ ὁ Σαμουὴλ δὲ σφόδρα φιλόστοργος ἦν· διὸ καὶ ἔλεγεν, Ἐμοὶ δὲ μὴ γένοιτο διαμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Οὕτω καὶ Παῦλος, μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον, ἁπάντων περιεκαίετο τῶν ἀρχομένων. Διὸ καὶ τοὺς μαθητὰς οὕτω πρὸς αὐτὸν διέθηκεν, ὡς εἰπεῖν, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Διὰ τοῦτο καὶ τοῖς Ἰουδαίων διδασκάλοις τοῦτο πρὸ τῶν ἄλλων ὁ Θεὸς ἐγκαλεῖ λέγων· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν; Ἐκεῖνοι δὲ τοὐναντίον ἐποίουν. Τὸ γάλα γὰρ, φησὶ, κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατα οὐκ ἐβόσκετε. Καὶ ὁ Χριστὸς δὲ ποιμένος ἀρίστου κανόνα ἐκφέρων ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ὁ Δαυῒδ ἐποίησε πολλαχοῦ τε ἀλλαχοῦ, καὶ ἡνίκα ἄνωθεν κατὰ τοῦ δήμου παντὸς ἡ φοβερὰ ἐκείνη ὀργὴ κατεφέρετο. Πάντων γὰρ σφαττομένων ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Διὰ τοῦτο καὶ ἐν τῇ αἱρέσει τῶν τιμωριῶν ἐκείνων οὐ λιμὸν εἵλετο, οὐ δίωξιν ἐχθρῶν, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ πεμπόμενον θάνατον, δι' οὗ προσεδόκα τοὺς μὲν ἄλλους ἐν ἀσφαλείᾳ καταστήσειν, αὐτὸν δὲ πρὸ τῶν ἄλλων ἁπάντων κατενεχθήσεσθαι. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἐγένετο, θρηνεῖ καὶ λέγει· Ἐν ἐμοὶ ἡ χείρ σου· εἰ δὲ οὐκ ἀρκεῖ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐγὼ γὰρ, φησὶν, ὁ ποιμὴν ἥμαρτον. Ὡσανεὶ ἔλεγεν, ὅτι Εἰ καὶ οὗτοι ἥμαρτον, ἐγὼ ὑπεύθυνος ἤμην τῇ τιμωρίᾳ ὁ μὴ διορθούμενος· ὅταν δὲ καὶ ἐμὸν τὸ ἁμάρτημα ᾖ, ἐγὼ δίκαιος ἂν εἴην δοῦναι τὴν τιμωρίαν. Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκλημα θέλων, τὸ τοῦ ποιμένος ἔθηκεν ὄνομα. Οὕτω γοῦν τὴν ὀργὴν ἔστησεν, οὕτω τὴν ἀπόφασιν ἀνεκαλέσατο· τοσοῦτόν ἐστιν ἐξομολόγησις· Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· τοσοῦτον κηδεμονία καὶ συμπάθεια ποιμένος ἀρίστου. Καὶ γὰρ ἐσπαράττετο αὐτοῦ τὰ σπλάγχνα πιπτόντων ἐκείνων, καθάπερ παίδων γνησίων ἀναιρουμένων· διὸ καὶ ἐπ' αὐτὸν τὴν ὀργὴν ἐλθεῖν ἠξίου. Καὶ ἐν ἀρχῇ δὲ τῆς σφαγῆς τοῦτο ἐποίησεν ἂν, εἰ μὴ καὶ βαδίζουσαν αὐτὴν ὁδῷ καὶ πρὸς αὐτὸν ἥξειν ἤλπιζεν. Ὅτε γοῦν εἶδε τοῦτο μὲν μὴ γινόμενον, ἐκείνους δὲ ἐπινεμομένην τὴν συμφορὰν, οὐκέτι ἤνεγκεν, ἀλλ' ἀνήφθη μᾶλλον, ἢ ἐπὶ τοῦ Ἀμνὼν τοῦ πρωτοτόκου. Τότε γὰρ θάνατον οὐκ ᾔτησε, νῦν δὲ ἀξιοῖ πρὸ τῶν ἄλλων πεσεῖν. Τοιοῦτον εἶναι χρὴ τὸν ἄρχοντα, καὶ μᾶλλον ταῖς ἑτέρων, ἢ ταῖς οἰκείαις ἀλγεῖν συμφοραῖς. Τοιοῦτον γοῦν τι καὶ ἐπὶ τοῦ παιδὸς ἔπαθεν, ἵνα μάθῃς, ὅτι οὐδὲν πλέον τῶν ἀρχομένων τὸν παῖδα ἐφίλει. Καίτοι γε ἀκόλαστος ἦν ὁ νεανίσκος καὶ πατραλοίας, ἀλλ' ὅμως ἔλεγε· Τίς δώσει μοι θάνατον ἀντὶ σοῦ; Τί λέγεις, ὦ μακάριε, καὶ πάντων ἀνθρώπων πραότατε; ἀνελεῖν σε ἐσπούδαζεν ὁ παῖς, καὶ μυρίοις σε περιέβαλε κακοῖς· καὶ ὅτε ἐκ μέσου γέγονε, καὶ τὸ τρόπαιον ἔστη, τότε εὔχῃ σφαγῆναι; Ναὶ, φησίν. Οὐ γὰρ ἐμοὶ νενίκηκε τὸ στρατόπεδον, ἀλλ' ἔτι πολεμοῦμαι σφοδρότερον ἢ πρότερον, καὶ τὰ σπλάγχνα μοι διακόπτεται νῦν μειζόνως. Οὗτοι μὲν οὖν τῶν ἐγκεχειρισμένων ἐφρόντιζον.