Ancient Greek
Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 3.1-7
Not analysed yet
Μὴ τοίνυν ἀμφίβαλλε· οὐ γὰρ ἐξ ἔργων, ἀλλ' ἀπὸ πίστεως· μηδὲ φεῦγε τὴν τοῦ Θεοῦ δικαιοσύνην· διπλοῦν γὰρ αὐτῆς τὸ ἀγαθὸν, ὅτι καὶ κοῦφόν ἐστι, καὶ πᾶσι προκείμενον· μηδὲ αἰσχύνου καὶ ἐρυθρία· εἰ γὰρ αὐτὸς ἐνδείκνυται τοῦτο ποιῶν, καὶ ὡς ἂν εἴποι τις, ἐναβρύνεται καὶ ἐγκαλλωπίζεται, πῶς σὺ καταδύῃ καὶ ἐγκαλύπτῃ, ἐφ' ᾧ ὁ Δεσπότης σου δοξάζεται; Ἐπάρας τοίνυν τὸν ἀκροατὴν διὰ τοῦ εἰπεῖν, ὅτι ἔνδειξις τῆς τοῦ Θεοῦ δικαιοσύνης ἐστὶ τὰ γινόμενα, πάλιν τῷ φόβῳ ὠθεῖ τὸν ὀκνοῦντα καὶ ἀναδυόμενον προσελθεῖν, οὕτω λέγων· Διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων. Ὁρᾷς πῶς συνεχῶς ἀναμιμνήσκει τῶν πλημμελημάτων αὐτούς, ἀνωτέρω μὲν λέγων, Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, μετὰ ταῦτα δὲ, ὅτι Πάντες ἥμαρτον, ἐνταῦθα δὲ σφοδρότερον. Οὐδὲ γὰρ εἶπε, Διὰ τὰ ἁμαρτήματα, ἀλλὰ, Διὰ τὴν πάρεσιν, τουτέστι τὴν νέκρωσιν. Οὐκέτι γὰρ ὑγείας ἐλπὶς ἦν, ἀλλ' ὥσπερ σῶμα παραλυθὲν τῆς ἄνωθεν ἐδεῖτο χειρός· οὕτω καὶ ἡ ψυχὴ νεκρωθεῖσα. Καὶ τὸ δὴ χαλεπώτερον, ὅπερ ἐν τάξει θεὶς αἰτίας, δείκνυσι μεῖζον ὂν κατηγόρημα. Τί δὲ τοῦτό ἐστι; Τὸ ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ τὴν πάρεσιν γεγενῆσθαι. Οὐδὲ γὰρ ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι οὐκ ἀπελαύσατε πολλῆς ἀνοχῆς καὶ χρηστότητος. Τὸ δὲ, Ἐν τῷ νῦν καιρῷ, τὴν πολλὴν δεικνύντος ἐστὶν ἀνοχὴν καὶ φιλανθρωπίαν. Ὅτε γὰρ ἀπεγνώσθημεν, φησὶ, καὶ καιρὸς ἀποφάσεως ἦν, καὶ ηὐξήθη τὰ κακὰ, καὶ ἐπληρώθησαν αἱ ἁμαρτίαι, τότε τὴν ἑαυτοῦ δύναμιν ἐπεδείξατο, ἵνα μάθῃς πόση παρ' αὐτῷ τῆς δικαιοσύνης ἡ περιουσία. Οὐδὲ γὰρ ἐν ἀρχῇ γενόμενον τοῦτο οὕτω θαυμαστὸν ἂν ἐφάνη καὶ παράδοξον, ὡς νῦν, ὅτε πάσης ἰατρείας ἐξηλέγχθη τρόπος. Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη, φησί. Διὰ ποίου νόμου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως. Πολὺς ὁ ἀγὼν τῷ Παύλῳ δεῖξαι, ὅτι τοσοῦτον ἡ πίστις ἴσχυσεν, ὅσον οὐδὲ ἐφαντάσθη ποτὲ ὁ νόμος. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δικαιοῖ ὁ Θεὸς τὸν ἄνθρωπον ἀπὸ τῆς πίστεως, ἐπιλαμβάνεται τοῦ νόμου πάλιν. Καὶ οὐ λέγει, Ποῦ οὖν τὰ κατορθώματα τῶν Ἰουδαίων; ποῦ ἡ δικαιοπραγία; ἀλλὰ, Ποῦ ἡ καύχησις; πανταχοῦ δεικνὺς μεγαληγοροῦντας μόνον ὡς πλέον τι τῶν ἄλλων ἔχοντας, καὶ μηδὲν ἐπιδεικνυμένους ἔργον. Καὶ εἰπὼν, Ποῦ οὖν ἡ καύχησις; οὐκ εἶπεν, Ἠφανίσθη καὶ ἀπώλετο, ἀλλ' Ἐξεκλείσθη, ὅπερ ἀκαιρίας μᾶλλόν ἐστιν· οὐκέτι γὰρ ἔχει καιρόν. Ὥσπερ γὰρ τῆς κρίσεως ἐπιστάσης, οὐκέτι καιρὸν ἔχουσιν οἱ μετανοῆσαι βουλόμενοι· οὕτω καὶ τῆς ἀποφάσεως ἐξενεχθείσης λοιπὸν, καὶ πάντων μελλόντων ἀπόλλυσθαι, καὶ παραγενομένου τοῦ ταῦτα χάριτι λύοντος τὰ δεινὰ, οὐκέτι καιρὸν εἶχον ἐκεῖνοι προβαλέσθαι τὴν ἀπὸ τοῦ νόμου διόρθωσιν. Εἰ γὰρ ἐχρῆν ἰσχυρίζεσθαι τούτοις, πρὸ τῆς παρουσίας ἐχρῆν· ἐλθόντος δὲ τοῦ διὰ τῆς πίστεως σώζοντος, ἀνῄρητο λοιπὸν ὁ τῶν ἀγώνων καιρός· ὡς γὰρ ἐληλεγμένων ἁπάντων, οὕτω τῇ χάριτι σώζει. Διὸ καὶ νῦν ἦλθεν, ἵνα μὴ λέγωσιν· Ἐν ἀρχῇ παραγενομένου, ὅτι δυνατὸν ἦν διὰ νόμου σωθῆναι, καὶ πόνοις οἰκείοις καὶ κατορθώμασι. Ταύτην οὖν ἐπιστομίζων αὐτῶν τὴν ἀναισχυντίαν, ἔμεινε χρόνον πολὺν, ὥστε μετὰ τὸ διὰ πάντων ἐλεγχθῆναι σαφῶς οὐκ ἀρκοῦντας ἑαυτοῖς, τότε σῶσαι διὰ τῆς αὐτοῦ χάριτος. Διὸ καὶ ἀνωτέρω λέγων, Εἰς ἔνδειξιν τῆς δικαιοσύνης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Εἰ δὲ ἀντιλέγοιέν τινες, ταυτὸν ποιοῦσιν, ὥσπερ ἂν εἴ τις μεγάλα ἡμαρτηκὼς καὶ μὴ δυνηθεὶς ἀπολογήσασθαι ἐν δικαστηρίῳ, ἀλλὰ κατακριθεὶς καὶ κολάζεσθαι μέλλων, εἶτα ἀπὸ δωρεᾶς βασιλικῆς ἀφεθεὶς, ἀναισχυντοίη μετὰ τὴν ἄφεσιν καυχώμενος, καὶ λέγων μηδὲν ἡμαρτηκέναι. Πρὶν ἢ γὰρ ἐλθεῖν τὴν δωρεὰν, ἀποδεῖξαι ἔδει· ἐλθούσης δὲ, οὐκ ἂν ἔχοι καιρὸν καυχᾶσθαι λοιπόν. Ὃ δὴ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ἐπειδὴ γὰρ οἴκοθεν ἦσαν προδεδομένοι, διὰ τοῦτο παραγέγονεν, αὐτῷ τῷ παραγενέσθαι τὴν καύχησιν ἀναιρῶν. Ὁ γὰρ λέγων διδάσκαλος εἶναι νηπίων, καὶ ἐν τῷ νόμῳ καυχώμενος, καὶ παιδευτὴν ἀφρόνων ἑαυτὸν ὀνομάζων, ὁμοίως ἐκείνοις δεηθεὶς τοῦ διδάξαντος καὶ σώσαντος, οὐκ ἂν ἔχοι τοῦ καυχᾶσθαι πρόφασιν. Εἰ γὰρ καὶ πρὸ τούτου ἡ περιτομὴ ἀκροβυστία ἐγένετο, πολλῷ μᾶλλον νῦν καὶ γὰρ ἐξ ἑκατέρων ἐκβέβληται τῶν καιρῶν. Εἰπὼν δὲ, ὅτι Ἐξεκλείσθη, δείκνυσι καὶ πῶς. Πῶς οὖν ἐξεκλείσθη, φησί; Διὰ ποίου νόμου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως.