Ancient Greek
Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-7
Not analysed yet
Ἰδοὺ καὶ τὴν πίστιν νόμον ἐκάλεσεν, ἐμφιλοχωρῶν τοῖς ὀνόμασιν, ὥστε παραμυθεῖσθαι τὴν δοκοῦσαν εἶναι καινοτομίαν. Τίς δὲ ὁ τῆς πίστεως νόμος; Διὰ χάριτος σώζεσθαι. Ἐνταῦθα τὸ δυνατὸν δείκνυσι τοῦ Θεοῦ, ὅτι οὐ μόνον ἔσωσεν, ἀλλὰ καὶ ἐδικαίωσε καὶ εἰς καύχησιν ἤγαγε, καὶ οὐδὲ ἔργων δεηθεὶς, ἀλλὰ πίστιν ζητήσας μόνον. Ταῦτα δὲ λέγει, καὶ τὸν πιστεύσαντα Ἰουδαῖον μετριάζειν παρασκευάζων, καὶ τὸν μὴ πιστεύσαντα καταστέλλων, ὥστε αὐτὸν ἐφελκύσασθαι. Ὁ μὲν γὰρ σωθεὶς, ἂν μέγα φρονῇ τῷ νόμῳ προσέχων, ἀκούσεται ὅτι αὐτὸς αὐτοῦ τὸ στόμα ἐνέφραξεν, αὐτὸς αὐτοῦ κατηγόρησεν, αὐτὸς αὐτοῦ τὴν σωτηρίαν ἀπηγόρευσε, καὶ τὸ καύχημα ἐξέκλεισεν· ὁ δὲ μὴ πιστεύσας πάλιν, διὰ τῶν αὐτῶν τούτων ταπεινωθεὶς, προσαχθῆναι τῇ πίστει δυνήσεται. Εἶδες πόση τῆς πίστεως ἡ περιουσία; πῶς ἀπέστησε τῶν προτέρων, μηδὲ καυχᾶσθαι ἐπ' αὐτοῖς ἀφεῖσα; Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Ὅτε ἔδειξεν ἀνωτέρους ὄντας ἀπὸ τῆς πίστεως τῶν Ἰουδαίων, τότε λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας καὶ περὶ αὐτῆς διαλέγεται, καὶ τὸ δοκοῦν ἐνταῦθα θορυβεῖν, πάλιν ἰᾶται. Καὶ γὰρ δύο ταῦτα τὰ ταράττοντα ἦν Ἰουδαίους, ἓν μὲν, εἰ τοὺς μετ' ἔργων μὴ σωθέντας δυνατὸν χωρὶς ἔργων σωθῆναι· ἕτερον δὲ, εἰ τοὺς ἀκροβύστους δίκαιον τῶν αὐτῶν ἀπολαῦσαι τοῖς ἐν τοσούτῳ χρόνῳ συντραφεῖσι τῷ νόμῳ· ὃ πολλῷ τοῦ προτέρου μᾶλλον αὐτοὺς ἐξετάραττε. Διὰ τοῦτο ἐκεῖνο κατασκευάσας, ἐπὶ τοῦτο λοιπὸν ἔξεισιν· ὅπερ οὕτως ἐθορύβει τοὺς Ἰουδαίους, ὡς καὶ Πέτρῳ μετὰ τὴν πίστιν ταύτης ἕνεκεν ἐγκαλέσαι τῆς ὑποθέσεως, Κορνηλίου καὶ τῶν κατ' αὐτὸν ἕνεκεν πραγμάτων. Τί οὖν φησι; Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Οὐκ εἶπεν Ἰουδαῖον, ἢ τὸν ὑπὸ τὸν νόμον ὄντα, ἀλλ' ἐξαγαγὼν τὸν λόγον εἰς εὐρυχωρίαν, καὶ τῇ οἰκουμένῃ τὰς θύρας ἀνοίξας τῆς σωτηρίας, φησὶν, Ἄνθρωπον, τὸ κοινὸν τῆς φύσεως ὄνομα θείς. Εἶτα ἀπὸ τούτου λαβὼν ἀφορμὴν, μὴ τεθεῖσαν ἀντίθεσιν λύει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν Ἰουδαίους ἀκούσαντας, ὅτι πάντα ἄνθρωπον ἡ πίστις δικαιοῖ, δυσχεραίνειν καὶ σκανδαλίζεσθαι, ἐπήγαγεν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; ὡς ἂν εἰ ἔλεγε· Διὰ τί γάρ σοι τοῦτο ἄτοπον εἶναι δοκεῖ, τὸ πάντα ἄνθρωπον σώζεσθαι; μὴ γὰρ μερικός ἐστιν ὁ Θεός; ἐκ τούτου δεικνὺς, ὅτι βουλόμενοι τοῖς ἔθνεσιν ἐπηρεάζειν, τοῦ Θεοῦ τὴν δόξαν λυμαίνονται μᾶλλον, εἴ γε μὴ συγχωροῖεν αὐτὸν πάντων εἶναι Θεόν. Εἰ δὲ πάντων ἐστὶ, καὶ προνοεῖται πάντων· εἰ δὲ προνοεῖται πάντων, πάντας ὁμοίως σώζει διὰ τῆς πίστεως. Διὰ τοῦτό φησιν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Οὐ γάρ ἐστι μερικὸς, οἷοι οἱ Ἑλλήνων μῦθοι, ἀλλὰ κοινὸς ἁπάντων καὶ εἷς· διὸ καὶ ἐπάγει· Ἐπείπερ εἷς ὁ Θεός. Τουτέστιν, ὁ αὐτὸς καὶ τούτων κἀκείνων Δεσπότης. Εἰ δὲ τὰ παλαιά μοι λέγεις, καὶ τότε κοινὰ τὰ τῆς προνοίας ἦν, εἰ καὶ διαφόρως· καὶ γάρ σοι νόμος ἐδόθη γραπτὸς, κἀκείνοις νόμος φυσικὸς, καὶ οὐδὲν ἔλαττον εἶχον, εἴ γε ἐβούλοντο, ἀλλὰ καὶ νικᾷν ἠδύναντο· διὸ καὶ ἐπήγαγε, τοῦτο αὐτὸ αἰνιττόμενος· Ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· τῶν ἔμπροσθεν περὶ ἀκροβυστίας καὶ περιτομῆς εἰρημένων αὐτοὺς ἀναμνήσας, δι' ὧν ἔδειξεν οὐδεμίαν οὖσαν διαφοράν. Εἰ δὲ τότε οὐδεμία ἦν διαφορὰ, πολλῷ μᾶλλον νῦν· ὅπερ καὶ σαφέστερον κατασκευάζων νῦν, ἀπέδειξεν ὁμοίως ἑκάτερον τῆς πίστεως δεόμενον. Νόμον οὖν καταργοῦμεν, φησὶ, διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν. Εἶδες σύνεσιν ποικίλην καὶ ἄφατον; Αὐτῷ γὰρ τῷ εἰπεῖν, Ἱστῶμεν, ἔδειξεν οὐχ ἑστῶτα, ἀλλὰ καταλελυμένον. Καὶ ὅρα τῆς Παύλου δυνάμεως τὴν ὑπερβολὴν, καὶ μεθ' ὅσης κατασκευάζει περιουσίας ἃ βούλεται. Δείκνυσι γὰρ ἐνταῦθα οὐ μόνον οὐ λυμαινομένην τῷ νόμῳ τὴν πίστιν, ἀλλὰ καὶ βοηθοῦσαν αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸν τῇ πίστει προοδοποιοῦντα. Καθάπερ γὰρ αὐτὸς προλαβὼν αὐτῇ ἐμαρτύρησε· Μαρτυρουμένη γὰρ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, φησίν· οὕτω καὶ αὐτὴ αὐτὸν ἀτονοῦντα ἔστησε. Καὶ πῶς ἔστησε, φησί; τί ἦν τοῦ νόμου τὸ ἔργον, καὶ τίνος ἕνεκεν ἅπαντα ἔπραττεν; Ὥστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ' ἐκεῖνος μὲν τοῦτο οὐκ ἴσχυσε· Πάντες γὰρ, φησὶν, ἥμαρτον· ἡ πίστις δὲ ἐλθοῦσα αὐτὸ κατώρθωσεν· ὁμοῦ γάρ τις ἐπίστευσε καὶ ἐδικαιώθη. Οὐκοῦν ἔστησε τοῦ νόμου τὸ θέλημα, καὶ δι' ὃ πάντα ἔπραττεν ἐκεῖνος, τοῦτο αὕτη εἰς τέλος ἤγαγεν. Οὐκ ἄρα αὐτὸν κατήργησεν, ἀλλ' ἀπήρτισε. Τρία τοίνυν ἐνταῦθα ἀπέδειξε, καὶ ὅτι χωρὶς νόμου δυνατὸν δικαιωθῆναι, καὶ ὅτι τοῦτο οὐκ ἴσχυσεν ὁ νόμος, καὶ ὅτι ἡ πίστις αὐτῷ οὐ μάχεται. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα τοὺς Ἰουδαίους ἐθορύβει, τὸ δοκεῖν ἀπεναντίας αὐτῷ τὴν πίστιν εἶναι, δείκνυσι πλέον οὗ βούλεται ὁ Ἰουδαῖος, οὐ μόνον οὐκ οὖσαν ἐναντίαν, ἀλλὰ καὶ σφόδρα σύμμαχόν τε καὶ συνεργὸν οὖσαν· ὃ μάλιστα ἐπόθουν ἀκοῦσαι.