Ancient Greek
Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-5
Not analysed yet
Καὶ ὅτι τοῦτο βούλεται, καὶ διὰ τοῦτο οὕτω συνέθηκε, δῆλον ἐκεῖθεν. Εἰ μὴ γὰρ τοῦτο ἐσπούδαζε κατασκευάσαι, ἤρκει εἰπόντα, ὅτι Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, παύσασθαι τῆς ὑποθέσεως ταύτης· καὶ γὰρ ἀπηρτισμένη ἦν. Ἀλλ' ἐπειδὴ οὐ τοῦτο ἦν αὐτῷ τὸ ζητούμενον, περὶ κρίσεως μόνον εἰπεῖν τῆς μελλούσης, ἀλλὰ καὶ δεῖξαι οὐδὲν πλέον ἔχοντα τὸν Ἰουδαῖον τοῦ τοιούτου Ἕλληνος, ἵνα μὴ μέγα φρονῇ, πρόεισι περαιτέρω, καὶ τάξει κέχρηται. Σκόπει δέ· Ἐφόβησε τὸν ἀκροατὴν, ἐπήχησεν αὐτῷ τὴν ἡμέραν τὴν φοβερὰν, εἶπεν ὅσον κακὸν τῇ πονηρίᾳ συζῇν, ἔδειξεν οὐδένα ἐξ ἀγνοίας ἁμαρτάνοντα οὐδὲ ἀτιμωρητὶ, ἀλλὰ, κἂν μὴ νῦν δῷ δίκην, δώσοντα πάντως· ἐντεῦθεν λοιπὸν βούλεται κατασκευάσαι, ὅτι ἡ τοῦ νόμου διδασκαλία οὐ σφόδρα τῶν κατεπειγόντων ἦν· ἐν γὰρ τοῖς ἔργοις ἡ κόλασις καὶ ἡ τιμὴ, οὐκ ἐν περιτομῇ καὶ ἀκροβυστίᾳ. Ἐπεὶ οὖν εἶπεν ὅτι πάντως κολασθήσεται ὁ Ἕλλην, καὶ ἔλαβεν ὡμολογημένον τοῦτο, καὶ ἀπ' αὐτοῦ κατεσκεύασεν, ὅτι καὶ τιμηθήσεται, περιττὸν λοιπὸν ἐδήλωσε τὸν νόμον καὶ τὴν περιτομήν· μάλιστα γὰρ Ἰουδαίοις ἐνταῦθα μάχεται. Ἐπειδὴ γὰρ ἐκεῖνοι φιλονεικότερον διέκειντο, πρῶτον μὲν ὑπὸ τύφου οὐκ ἀξιοῦντες μετὰ τῶν ἐξ ἐθνῶν συναριθμεῖσθαι· δεύτερον καταγελῶντες, εἰ ἡ πίστις πάντα ἀφανίζει τὰ ἁμαρτήματα, διὰ τοῦτο πρότερον κατηγόρησε τῶν Ἑλλήνων, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ἵνα ἀνυπόπτως καὶ μετὰ παῤῥησίας τῶν Ἰουδαίων καθίκηται· εἶτα εἰς τὴν περὶ τῆς κολάσεως ἐξέτασιν ἐλθὼν, δείκνυσιν οὐ μόνον οὐδὲν ὠφελούμενον τὸν Ἰουδαῖον ἀπὸ τοῦ νόμου, ἀλλὰ καὶ βαρούμενον· καὶ τοῦτο ἄνωθεν κατασκευάζει. Εἰ γὰρ ὁ Ἕλλην διὰ τοῦτο ἀναπολόγητος, ὅτι τῆς κτίσεως αὐτὸν ἐναγούσης καὶ τῶν λογισμῶν, οὐκ ἐγένετο βελτίων· πολλῷ μᾶλλον ὁ Ἰουδαῖος μετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν λαβών. Πείσας τοίνυν αὐτὸν εὐκόλως δέξασθαι τὸν λογισμὸν τοῦτον ἐν τοῖς ἑτέρων ἁμαρτήμασι, καὶ ἄκοντα ἀναγκάζει λοιπὸν ἐν τοῖς περὶ ἑαυτοῦ τοῦτο ποιῆσαι. Καὶ ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ ἐπὶ τῶν χρηστοτέρων αὐτὸν προάγει, λέγων οὕτω· Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ἐνταῦθα μὲν γὰρ, ὅσα ἄν τις ἔχῃ καλὰ, μετὰ πολλῶν ἔχει ταραχῶν, κἂν πλούσιος ᾖ, κἂν δυνάστης, κἂν βασιλεύς· κἂν μὴ πρὸς ἕτερον, πρὸς γοῦν ἑαυτὸν διαστασιάζει πολλάκις, καὶ πολὺν ἐν τοῖς λογισμοῖς ἔχει πόλεμον· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πάντα γαληνὰ καὶ ταραχῆς ἀπηλλαγμένα, καὶ γνησίαν ἔχοντα τὴν εἰρήνην. Κατασκευάσας τοίνυν ἐκ τῶν ἄνωθεν εἰρημένων, ὅτι καὶ οἱ μὴ νόμον ἔχοντες τῶν αὐτῶν ἀπολαύσονται, ἐπάγει καὶ λογισμὸν, οὕτω λέγων· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅταν μὲν γὰρ λέγῃ, ὅτι κολάζεται καὶ ὁ Ἰουδαῖος καὶ ὁ Ἕλλην ἁμαρτάνοντες, οὐ δεῖται λογισμῶν· ὅταν δὲ, ὅτι καὶ τιμᾶται ὁ Ἕλλην, συστῆσαι βούληται, καὶ κατασκευῆς δεῖται λοιπόν. Καὶ γὰρ ἐδόκει θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ ὁ μὴ νόμου μηδὲ προφητῶν ἀκούσας, τιμᾶται τὰ ἀγαθὰ ἐργαζόμενος. Διὰ τοῦτο, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ἐν τοῖς πρὸ τῆς χάριτος χρόνοις γυμνάζει αὐτῶν τὰς ἀκοὰς, ἵν' εὐκολώτερον ἐπεισαγάγῃ λοιπὸν μετὰ τῆς πίστεως καὶ τὴν ἐν τούτοις συγκατάθεσιν. Ἐνταῦθα γὰρ ἀνύποπτος μάλιστα γίνεται, ἅτε οὐ τὸ ἑαυτοῦ κατασκευάζων. Εἰπὼν τοίνυν, Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι, ἐπήγαγεν· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Βαβαὶ, ἐξ ὅσης ἐνίκησε τῆς περιουσίας. δείκνυσι γὰρ εἰς ἄτοπον τὸν λόγον ἀπαγαγὼν, ὅτι οὐ κατὰ Θεὸν τὸ μὴ οὕτω γενέσθαι· καὶ γὰρ προσωποληψίας τὸ πρᾶγμα· ὁ δὲ Θεὸς οὐ τοιοῦτος. Καὶ οὐκ εἶπεν, εἰ δὲ μὴ τοῦτο γένοιτο, προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ σεμνότερον· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· τουτέστιν, οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμάτων ἐξετάζει διαφοράν. Τοῦτο εἰπὼν, ἐδήλωσεν οὐκ ἐν πράγμασιν, ἀλλ' ἐν προσώποις μόνον διαφέροντα τὸν Ἰουδαῖον τοῦ Ἕλληνος. Τούτοις ἀκόλουθον ἦν εἰπεῖν· Οὐ γὰρ, ἐπειδὴ ὁ μὲν Ἰουδαῖος, ὁ δὲ Ἕλλην, διὰ τοῦτο ὁ μὲν τιμᾶται, ὁ δὲ ὑβρίζεται· ἀλλ' ἀπὸ τῶν ἔργων ἑκάτερα γίνεται. Ἀλλ' οὐκ εἶπεν οὕτω· διήγειρε γὰρ ἂν τὸν θυμὸν τοῦ Ἰουδαίου· ἀλλ' ἕτερόν τι πλέον τίθησι κατασπῶν αὐτῶν κατωτέρω τὸ φρόνημα καὶ καταστέλλων, ὥστε ἐκεῖνο καταδέξασθαι. Τί δέ ἐστι τοῦτο; Τὸ ἑξῆς κείμενον· Ὅσοι γὰρ ἀνόμως, φησὶν, ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Ἐνταῦθα γὰρ, ὅπερ ἔφθην εἰπὼν, οὐ μόνον ἰσοτιμίαν δείκνυσιν Ἰουδαίου καὶ Ἕλληνος, ἀλλὰ καὶ πολὺ τὸν Ἰουδαῖον βαρούμενον ἀπὸ τῆς τοῦ νόμου δόσεως. Ὁ μὲν γὰρ Ἕλλην ἀνόμως κρίνεται· τὸ δὲ, Ἀνόμως, ἐνταῦθα οὐ τὸ χαλεπώτερον, ἀλλὰ τὸ ἡμερώτερον λέγει· τουτέστιν, οὐκ ἔχει κατηγοροῦντα τὸν νόμον. Τὸ γὰρ, Ἀνόμως, τουτέστι, χωρὶς τῆς ἐξ ἐκείνου κατακρίσεως, φησὶν, ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνων. Ὁ δὲ Ἰουδαῖος ἐννόμως, τουτέστι, μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος· ὅσῳ γὰρ πλείονος ἀπήλαυσε τῆς ἐπιμελείας, τοσούτῳ μείζονα δώσει δίκην.