Ancient Greek
Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-2
Not analysed yet
Ὁρᾷς πῶς μείζονα τοῖς Ἰουδαίοις τὴν ἀνάγκην ἐπέστησε τοῦ τῇ χάριτι προσδραμεῖν; Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐ δέονται τῆς χάριτος, διὰ μόνου τοῦ νόμου δικαιούμενοι, δείκνυσιν, ὅτι αὐτοὶ μᾶλλον τῶν Ἑλλήνων δέονται, εἴ γε μᾶλλον μέλλουσι κολάζεσθαι. Εἶτα πάλιν ἐπάγει λογισμὸν ἕτερον, τοῖς εἰρημένοις ἐπαγωνιζόμενος. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ· Καλῶς προσέθηκε, Παρὰ τῷ Θεῷ· παρὰ μὲν γὰρ ἀνθρώποις ἴσως σεμνοὶ δύνανται φαίνεσθαι καὶ μεγάλα κομπάζειν, παρὰ δὲ τῷ Θεῷ, τοὐναντίον ἅπαν, Οἱ ποιηταὶ τοῦ νόμου δικαιοῦνται μόνον. Εἶδες πόσῃ τῇ περιουσίᾳ κέχρηται εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον; Εἰ γὰρ διὰ τὸν νόμον ἀξιοῖς σωθῆναι, φησὶ, πρῶτός σου ταύτῃ ὁ Ἕλλην στήσεται, ποιητὴς φανεὶς τῶν ἐγγεγραμμένων. Καὶ πῶς ἔνι, φησὶν, ἀκροατὴν μὴ γενόμενον, ποιητὴν γενέσθαι; Ἔνι, φησὶν, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου πολλῷ πλέον. Οὐ γὰρ μόνον χωρὶς ἀκροάσεως ἔστι γενέσθαι ποιητὴν, ἀλλὰ καὶ μετὰ ἀκροάσεως μὴ εἶναι τοῦτο· ὅπερ ὕστερον σαφέστερον τίθησι λέγων, καὶ μετὰ πλείονος τῆς περιουσίας· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐνταῦθα δὲ τέως τὸ πρότερον κατασκευάζει. Ὅταν γὰρ ἔθνη, φησὶ, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Οὐκ ἐκβάλλω τὸν νόμον, φησὶν, ἀλλὰ καὶ ἐντεῦθεν δικαιῶ τὰ ἔθνη. Εἶδες πῶς ὑπορύττων τοῦ Ἰουδαϊσμοῦ τὴν δόξαν, οὐδεμίαν καθ' ἑαυτοῦ δίδωσι λαβὴν ὡς ἀτιμάζων τὸν νόμον, ἀλλὰ τοὐναντίον, ὡς ἐπαίρων καὶ μέγαν δεικνὺς, οὕτω κατασκευάζει τὸ πᾶν; Φύσει δὲ ὅταν εἴποι, τοῖς ἐκ φύσεως λέγει λογισμοῖς. Καὶ δείκνυσιν ἑτέρους ὄντας αὐτῶν βελτίους, καὶ τὸ μεῖζον, διὰ τοῦτο βελτίους, ἐπειδὴ μὴ νόμον ἔλαβον, μηδὲ ἔχουσι τοῦτον, ᾧ δοκοῦσιν αὐτῶν πλεονεκτεῖν οἱ Ἰουδαῖοι. Διὰ τοῦτο γὰρ, φησὶν, εἰσὶ θαυμαστοὶ, ὅτι νόμου οὐκ ἐδεήθησαν, καὶ τὰ τοῦ νόμου πάντα ἐπεδείξαντο, τὰ ἔργα, οὐ τὰ γράμματα, ταῖς διανοίαις αὐτῶν ἐγκολάψαντες. Τοῦτο γάρ φησιν· Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτοῖς τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ Εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάλιν παρέστησε τὴν ἡμέραν ἐκείνην καὶ ἐγγὺς ἤγαγε, κατασείων αὐτῶν τὴν διάνοιαν, καὶ δεικνὺς, ὅτι τούτους δεῖ τιμᾶσθαι μᾶλλον τοὺς χωρὶς νόμου τὰ τοῦ νόμου κατορθοῦν ἐσπουδακότας; Ὃ δὲ μάλιστα ἔστι θαυμάσαι τῆς συνέσεως τῆς ἀποστολικῆς, τοῦτο ἄξιον εἰπεῖν νῦν. Ἀπὸ γὰρ τῆς κατασκευῆς δείξας, ὅτι μείζων ὁ Ἕλλην τοῦ Ἰουδαίου, ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ συμπεράσματι τῶν λογισμῶν οὐ τίθησιν αὐτὸ, ὥστε μὴ τραχῦναι τὸν Ἰουδαῖον. Ἵνα δὲ καὶ σαφέστερον ὅπερ εἶπον ποιήσω, αὐτὰ ἐρῶ τὰ ῥήματα τὰ ἀποστολικά. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, ἀκόλουθον ἦν εἰπεῖν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, τούτων πολλῷ βελτίους εἰσὶ τῶν ἀπὸ νόμου διδασκομένων. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἵσταται μέχρι τοῦ ἐγκωμίου τῶν Ἑλλήνων, καὶ οὐ προάγει τὸν λόγον κατὰ σύγκρισιν τέως, ἵνα κἂν οὕτως ὁ Ἰουδαῖος δέξηται τὸ λεγόμενον. Διόπερ οὐχ οὕτως εἶπεν, ὡς εἶπον, ἀλλὰ πῶς; Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. Ἀρκεῖ γὰρ ἀντὶ τοῦ νόμου τὸ συνειδὸς καὶ λογισμός. Διὰ τούτων ἔδειξε πάλιν, ὅτι αὐτάρκη τὸν ἄνθρωπον ἐποίησεν ὁ Θεὸς πρὸς τὴν τῆς ἀρετῆς αἵρεσιν, καὶ τὴν τῆς κακίας φυγήν. Καὶ μὴ θαυμάσῃς, εἰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις αὐτὸ κατασκευάζει. Σφόδρα γὰρ ἦν ἀναγκαῖον αὐτῷ τὸ κεφάλαιον τοῦτο διὰ τοὺς λέγοντας· Τί δήποτε νῦν ὁ Χριστὸς παρεγένετο; καὶ ποῦ τὸν ἔμπροσθεν χρόνον τὰ τῆς τοσαύτης προνοίας ἦν; Καὶ πρὸς τούτους οὖν ἐν παρέργῳ νῦν ἀπομαχόμενος, δείκνυσιν, ὅτι καὶ ἐν τοῖς ἄνωθεν χρόνοις, καὶ πρὸ τῆς τοῦ νόμου δόσεως πάσης ἀπήλαυσε προνοίας ἡ τῶν ἀνθρώπων φύσις. Καὶ γὰρ Τὸ γνωστὸν τοῦ Θεοῦ φανερὸν ἦν αὐτοῖς, καὶ τί μὲν καλὸν, τί δὲ κακὸν ᾔδεσαν, δι' ὧν τοὺς ἄλλους ἔκριναν· ὅπερ ὀνειδίζων αὐτοῖς, ἔλεγεν, ὅτι Ἐν ᾧ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ἐπὶ δὲ τῶν Ἰουδαίων, μετὰ τῶν εἰρημένων καὶ ὁ νόμος ἕστηκεν, οὐχὶ λογισμὸς μόνον οὐδὲ συνείδησις. Τίνος δὲ ἕνεκεν τίθησι τὸ, Κατηγορούντων ἢ καὶ ἀπολογουμένων; Εἰ γὰρ νόμον ἔχουσι γραπτὸν καὶ τὸ ἔργον ἐνδείκνυνται, τί ἔχει κατηγορῆσαι λοιπὸν ὁ λογισμός; Ἀλλ' οὐκέτι περὶ ἐκείνων φησὶ τὸ, Κατηγορούντων, μόνον, ἀλλὰ καὶ περὶ τῆς φύσεως ἁπάσης. Τότε γὰρ ἑστήκασιν ἡμῶν καὶ οἱ λογισμοὶ, οἱ μὲν κατηγοροῦντες, οἱ δὲ ἀπολογούμενοι, καὶ οὐ δεῖται ἑτέρου κατηγόρου ἄνθρωπος ἐπ' ἐκείνου τοῦ δικαστηρίου. Εἶτα αὔξων τὸν φόβον, οὐκ εἶπε, Τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, ἀλλὰ, Τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ἐπειδὴ γὰρ εἶπε· Λογίζῃ ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; ἵνα μὴ τοιαύτην ἐκδέξῃ ψῆφον, οἵαν καὶ αὐτὸς φέρεις, ἀλλ' ἴδῃς, ὅτι πολλῷ τῆς σῆς ἀκριβεστέρα ἡ τοῦ Θεοῦ, ἐπήγαγε· Τὰ κρυπτὰ τῶν ἀνθρώπων, καὶ προσέθηκε· Κατὰ τὸ Εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ. Ἄνθρωποι γὰρ τῶν φανερῶν κάθηνται δικασταὶ μόνων. Καίτοι γε ἄνω περὶ τοῦ Πατρὸς ἔλεγε μόνου, ἀλλ' ἐπειδὴ λοιπὸν αὐτοὺς κατελέανε τῷ φόβῳ, ἐπήγαγε καὶ τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐδὲ τοῦτον ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τοῦ Πατρὸς μνημονεύσας, οὕτως αὐτὸν ἐπεισήγαγε· καὶ τοῦ κηρύγματος δὲ τὸ ἀξίωμα δι' αὐτῶν ἐπαίρει· τοῦτο γὰρ, φησὶ, τὸ κήρυγμα ταῦτα προαναφωνεῖ, ἃ προλαβοῦσα ἡ φύσις ἔδειξεν.