Ancient Greek
Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 4.1-8
Not analysed yet
Ὅρα ἐν πᾶσιν αὐτοῖς ἄνωθεν ἀπὸ τοῦ πατριάρχου μαχόμενον. Δείξας γὰρ ἐκεῖθεν τὴν δικαιοσύνην τῇ πίστει συγκεκληρωμένην, δείκνυσι καὶ τὴν ἐπαγγελίαν ὁμοίως. Ἵνα γὰρ μὴ λέγῃ ὁ Ἰουδαῖος· Τί γάρ μοι μέλει, εἰ διὰ πίστεως ἐδικαιώθη Ἀβραάμ; λέγει ὁ Παῦλος, ὅτι Οὐδὲ τὸ σοὶ διαφέρον, ἡ ἐπαγγελία τῆς κληρονομίας δύναται εἰς ἔργον ἐλθεῖν ἐκείνης χωρίς· ὃ μάλιστα αὐτοὺς ἐκφοβεῖ. Ποίαν δὲ ἐπαγγελίαν, φησί; Τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, καὶ ἐν αὐτῷ πάντας ἐνευλογεῖσθαι. Καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη, φησίν· Ὅτι ὁ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Εἰ δὲ ὀργὴν κατεργάζεται καὶ παραβάσει ὑπευθύνους ποιεῖ, εὔδηλον ὅτι καὶ κατάρᾳ· οἱ δὲ κατάρᾳ καὶ τιμωρίᾳ καὶ παραβάσει ὄντες ὑπεύθυνοι, οὗτοι οὐ κληρονομεῖν ἄξιοι, ἀλλὰ τοῦ δίκην διδόναι καὶ ἐκβάλλεσθαι. Τί οὖν γίνεται; Ἔρχεται ἡ πίστις ἐφελκομένη τῇ χάριτι, ὥστε τὴν ἐπαγγελίαν εἰς ἔργον ἐξελθεῖν, Ὅπου γὰρ χάρις, συγχώρησις· ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις· κολάσεως δὲ ἀνῃρημένης, καὶ δικαιοσύνης ἐπιγενομένης ἀπὸ τῆς πίστεως, οὐδὲν τὸ κωλύον κληρονόμους ἡμᾶς γενέσθαι τῆς ἐπαγγελίας τῆς ἀπὸ τῆς πίστεως. Διὰ τοῦτο οὖν ἐκ πίστεως, φησὶν, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν. Ὁρᾷς, ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν· ὁ δὲ νόμος τοὐναντίον καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούμενος, καὶ τὴν ἐπαγγελίαν κωλύει; Διὰ τούτων δείκνυσιν οὐ μόνον οὐ περιττὴν τὴν πίστιν, ἀλλὰ καὶ οὕτως ἀναγκαίαν, ὡς μηδὲ εἶναι ταύτης ἄνευ σωθῆναι. Ὁ μὲν γὰρ νόμος ὀργὴν ποιεῖ· πάντες γὰρ αὐτὸν παρέβησαν· αὕτη δὲ οὐδὲ συστῆναι τὴν ὀργὴν ἀφίησι τὴν ἀρχήν· Οὗ γὰρ οὐκ ἔστι, φησὶ, νόμος οὐδὲ παράβασις. Εἶδες πῶς οὐ μόνον γενομένην ἀφανίζει τὴν ἁμαρτίαν, ἀλλ' οὐδὲ φυῆναι αὐτὴν ἀφίησι; Διὰ τοῦτό φησι· Κατὰ χάριν. Εἰς τὸ τί; Οὐκ εἰς τὸ καταισχυνθῆναι, ἀλλ', Εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι. Δύο τίθησιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅτι καὶ βέβαια τὰ διδόμενα, καὶ παντὶ τῷ σπέρματι, τοὺς ἐξ ἐθνῶν συνεισάγων, καὶ δεικνὺς Ἰουδαίους ἐκτὸς ὄντας, ἂν πρὸς τὴν πίστιν φιλονεικήσωσι. Τοῦτο γὰρ βέβαιον μᾶλλον ἢ ἐκεῖνο· οὐ γὰρ ζημιοῖ ἡ πίστις, μὴ φιλονείκει, ἀλλὰ καὶ κινδυνεύοντά σε ἐκ τοῦ νόμου διασώζει. Εἶτα ἐπειδὴ εἶπε, Παντὶ τῷ σπέρματι, διορίζει ποίῳ σπέρματι. Τῷ ἐκ τῆς πίστεως, φησὶ, συνάπτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν, καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἀβραὰμ οἱ μὴ πιστεύοντες ὁμοίως ἐκείνῳ. Ἰδοὺ καὶ τρίτον ἡ πίστις ἄλλο εἰργάσατο· τὴν γὰρ συγγένειαν τὴν πρὸς τὸν δίκαιον ἀκριβεστέραν ἐποίησε, καὶ πλειόνων ἐκγόνων ἀπέφηνε πρόγονον· διὸ οὐδὲ ἁπλῶς εἶπεν, Ἀβραὰμ, ἀλλὰ, Τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν. Εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζων τὸ εἰρημένον, Καθὼς γέγραπται, φησὶν, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἶδες ταῦτα ἄνωθεν οἰκονομούμενα; Τί οὖν, φησὶν, εἰ περὶ τῶν Ἰσμαηλιτῶν ἢ τῶν Ἀμαληκιτῶν ἢ τῶν Ἀγαρηνῶν ταῦτα λέγει; Τοῦτο μὲν οὖν προϊὼν σαφέστερον δείκνυσιν οὐ περὶ ἐκείνων εἰρημένον· τέως δὲ ἐφ' ἕτερον ἐπείγεται, δι' οὗ καὶ αὐτὸ τοῦτο δείκνυσιν, ὁριζόμενος τῆς τοιαύτης συγγενείας τὸν τρόπον, καὶ μετὰ πολλῆς αὐτὸ τῆς μεγαλονοίας κατασκευάζων. Τί γάρ φησι; Κατέναντι οὗ ἐπίστευσε Θεοῦ· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ὁ Θεὸς οὐκ ἔστι μερικὸς Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. Καὶ πάλιν, Ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ κατ' οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. Ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀναγαγών. Καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει, ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ, Κατέναντι, οὐκ ἔχει χώραν, ἀλλ' ἠκρωτηρίασται ἡ τοῦ Θεοῦ δωρεά· τὸ γὰρ κατέναντι, ὁμοίως ἐστί. Ποῦ γὰρ θαυμαστὸν, εἰπέ μοι, τῶν ἐξ αὐτοῦ πατέρα εἶναι; τοῦτο γὰρ ἕκαστος κέκτηται τῶν ἀνθρώπων. Τὸ γὰρ παράδοξον ἐκεῖνό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς λαβεῖν.