Ancient Greek
Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-5
Not analysed yet
Ὥστε εἰ βούλει πιστεῦσαι, ὅτι ἐτιμήθη ὁ πατριάρχης, πίστευσον, ὅτι πάντων ἐστὶ πατήρ. Εἰπὼν δὲ, Κατέναντι οὗ ἐπίστευσε Θεοῦ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἐπήγαγε· Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· ἤδη τὸν περὶ τῆς ἀναστάσεως προκαταβαλλόμενος λόγον. Καὶ εἰς τὸ προκείμενον δὲ αὐτῷ χρήσιμος ἦν. Εἰ γὰρ δυνατὸν αὐτῷ νεκροὺς ζωοποιῆσαι, καὶ τὰ μὴ ὄντα ὡς ὄντα παραγαγεῖν, δυνατὸν αὐτῷ καὶ τοὺς μὴ τεχθέντας ἐξ αὐτοῦ ποιῆσαι παῖδας αὐτοῦ. Διὰ τοῦτο οὐδὲ εἶπε, Καὶ παράγοντος τὰ οὐκ ὄντα ὡς ὄντα, ἀλλὰ, Καλοῦντος, τὴν πλείονα εὐκολίαν δηλῶν. Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὰ ὄντα καλέσαι, οὕτως αὐτῷ ῥᾴδιον, καὶ πολλῷ ῥᾷον, τὰ μὴ ὄντα ὑποστήσασθαι. Εἰπὼν δὲ τοῦ Θεοῦ τὴν δωρεὰν μεγάλην οὖσαν καὶ ἄφατον, καὶ περὶ τῆς δυνάμεως αὐτοῦ διαλεχθεὶς, δείκνυσι καὶ τοῦ Ἀβραὰμ τὴν πίστιν ἀξίαν οὖσαν τῆς δωρεᾶς, ἵνα μὴ νομίσῃς αὐτὸν εἰκῆ τετιμῆσθαι. Καὶ τὸν ἀκροατὴν δὲ ἀναστήσας, ἵνα μὴ θορυβῆται, μηδὲ ἀμφιβάλλῃ ὁ Ἰουδαῖος καὶ λέγῃ, Καὶ πῶς δυνατὸν τοὺς οὐκ ὄντας παῖδας γενέσθαι παῖδας; μετάγει τὸν λόγον ἐπὶ τὸν πατριάρχην, καί φησιν· Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου. Πῶς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε; Παρ' ἐλπίδα τὴν ἀνθρωπίνην, ἐπ' ἐλπίδι τῇ τοῦ Θεοῦ. Δείκνυσι γὰρ καὶ τὸ μεγαλεῖον τοῦ πράγματος, καὶ οὐκ ἀφίησιν ἀπιστηθῆναι τὸ λεγόμενον· ἅπερ ἐναντία ἀλλήλοις ἐστὶν, ἀλλ' ἡ πίστις αὐτὰ συνεκέρασεν. Εἰ δὲ περὶ ἐκείνων ἔλεγε τῶν ἐκ τοῦ Ἰσραὴλ, περιττὸς οὗτος ὁ λόγος· ἐκεῖνοι γὰρ οὐ κατὰ πίστιν, ἀλλὰ κατὰ φύσιν ἐτέχθησαν. Ἀλλὰ καὶ τὸν Ἰσαὰκ εἰς μέσον ἄγει· οὐ γὰρ ὑπὲρ ἐκείνων ἐπίστευσε τῶν ἐθνῶν, ἀλλὰ τοῦ ἀπὸ τῆς στείρας γυναικὸς ἐσομένου. Εἰ τοίνυν μισθός ἐστι τὸ πατέρα πολλῶν ἐθνῶν γενέσθαι, ἐκείνων τῶν ἐθνῶν ὑπὲρ ὧν ἐπίστευσε δῆλον ὅτι. Ἵνα γὰρ μάθῃς, ὅτι περὶ τούτων φησὶν, ἄκουσον τῶν ἑξῆς· Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας τῆς Σάῤῥας. Εἶδες πῶς τίθησι καὶ τὰ κωλύματα, καὶ τὴν ὑψηλὴν τοῦ δικαίου γνώμην πάντα ὑπερβαίνουσαν; Παρ' ἐλπίδα, φησὶ, τὸ ἐπαγγελθέν. Τοῦτο κώλυμα πρῶτον· οὐδὲ γὰρ εἶχεν αὐτὸς ἕτερον Ἀβραὰμ οὕτω λαβόντα παῖδα ἰδεῖν. Οἱ μὲν γὰρ μετ' αὐτὸν, εἰς αὐτὸν ἔβλεπον· ἐκεῖνος δὲ εἰς οὐδένα, ἀλλ' εἰς τὸν Θεὸν μόνον· διὸ καὶ, Παρ' ἐλπίδα, ἔλεγεν. Εἶτα τὸ σῶμα νενεκρωμένον· δεύτερον τοῦτο· καὶ ἡ νέκρωσις τῆς μήτρας Σάῤῥας· τοῦτο καὶ τρίτον καὶ τέταρτον. Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ. Οὐδὲ γὰρ ἀπόδειξιν ἔδωκεν, οὔτε σημεῖον ἐποίησεν ὁ Θεὸς, ἀλλὰ ῥήματα ἦν ψιλὰ μόνον, ἐπαγγελλόμενα ἅπερ οὐχ ὑπισχνεῖτο ἡ φύσις. Ἀλλ' ὅμως Οὐ διεκρίθη, φησίν. Οὐκ εἶπεν, ὅτι Οὐκ ἠπίστησεν, ἀλλ', Οὐ διεκρίθη· τουτέστιν, οὐδὲ ἐνεδοίασεν, οὐδὲ ἀμφέβαλε, καὶ τοσούτων ὄντων τῶν κωλυμάτων. Ἀπὸ τούτων μανθάνομεν, ὅτι κἂν μυρία ὁ Θεὸς ἀδύνατα ἐπαγγέλληται, μὴ καταδέξηται δὲ ὁ ἀκούων, οὐ τῆς τῶν πραγμάτων φύσεώς ἐστιν ἡ ἀσθένεια, ἀλλὰ τῆς ἀνοίας τῆς τοῦ μὴ δεχομένου. Ἀλλ' ἐνεδυναμώθη τῇ πίστει. Ὅρα Παύλου φιλοσοφίαν. Ἐπειδὴ γὰρ περὶ τῶν ἐργαζομένων καὶ τῶν πιστευόντων ἦν ὁ λόγος, δείκνυσι τὸν πιστεύοντα ἐργαζόμενον μᾶλλον ἢ ἐκεῖνον, καὶ πλείονος δεόμενον δυνάμεως καὶ πολλῆς τῆς ἰσχύος, καὶ οὐ τὸν τυχόντα ὑπομένοντα πόνον. Καὶ γὰρ ἐξευτέλιζον τὴν πίστιν ὡς οὐκ ἔχουσαν πόνον. Πρὸς τοῦτο τοίνυν ἱστάμενος δείκνυσιν, ὅτι οὐ μόνον ὁ σωφροσύνην κατορθῶν ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ καὶ ὁ πίστιν ἐπιδεικνύμενος, δυνάμεως δεῖται πλείονος. Ὥσπερ γὰρ ἐκεῖνος χρείαν ἔχει ἰσχύος, ἵνα τοὺς τῆς ἀκολασίας διακρούσηται λογισμούς· οὕτω καὶ οὗτος χρείαν ἔχει δυνατῆς ψυχῆς, ἵνα τὰς τῆς ἀπιστίας ἐξωθήσηται ἐννοίας. Πῶς οὖν ἐγένετο ἰσχυρός; Τῇ πίστει, φησὶν, οὐ λογισμοῖς τὸ πρᾶγμα ἐπιτρέψας· ἐπεὶ ἂν κατέπεσε. Πῶς δὲ αὐτὴν τὴν πίστιν κατώρθωσε; Δοὺς δόξαν τῷ Θεῷ, φησὶ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἄρα τὸ μὴ περιεργάζεσθαι, δοξάζειν ἐστὶ τὸν Θεὸν, ὥσπερ οὖν τὸ περιεργάζεσθαι, πλημμελεῖν. Εἰ δὲ τὰ κάτω περιεργαζόμενοι καὶ ζητοῦντες οὐ δοξάζομεν, πολλῷ μᾶλλον τὴν τοῦ Δεσπότου γέννησιν πολυπραγμονοῦντες, ὡς ὑβρίζοντες τὰ ἔσχατα πεισόμεθα. Εἰ γὰρ τὸν τύπον τῆς ἀναστάσεως οὐ χρὴ ζητεῖν, πολλῷ μᾶλλον τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ φρικτά. Καὶ οὐκ εἶπε πιστεύσας ἁπλῶς, ἀλλὰ, Πληροφορηθείς. Τοιοῦτον γὰρ ἡ πίστις, τῆς ἀπὸ λογισμῶν ἀποδείξεως, σαφεστέρα, καὶ μᾶλλον πείθει· οὐ γὰρ ἔστι λογισμὸν ἕτερον ἐπεισελθόντα αὐτῇ διασαλεῦσαι λοιπόν. Ὁ μὲν γὰρ λόγοις πειθόμενος καὶ μεταπεισθῆναι δύναται· ὁ δὲ τῇ πίστει βεβαιούμενος ἀπετείχισε λοιπὸν αὐτοῦ τὴν ἀκοὴν τοῖς λυμαινομένοις αὐτὴν λόγοις. Εἰπὼν τοίνυν, ὅτι ἀπὸ πίστεως ἐδικαιώθη, δείκνυσιν, ὅτι καὶ ἐδόξασε τὸν Θεὸν ἀπὸ τῆς πίστεως· ὃ βίου μάλιστά ἐστιν ἴδιον. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ τοῦτο τῆς πίστεως ὂν ἐφάνη. Πάλιν δὲ ὥσπερ τὰ ἔργα δεῖται δυνάμεως, οὕτω καὶ ἡ πίστις. Ἐνταῦθα μὲν γὰρ πολλάκις καὶ τὸ σῶμα μερίζεται τὸν ἱδρῶτα· ἐκεῖ δὲ τῆς ψυχῆς γυμνῆς ἐστι τὸ κατόρθωμα. Ὥστε μείζων ὁ πόνος, ὅταν μηδὲ τὸν διανεμόμενον πρὸς αὐτὴν ἔχῃ τοὺς ἀγῶνας.