Ancient Greek
Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-4
Not analysed yet
Ἀλλ' ἐπειδὴ μετὰ τὴν χάριν ταύτην, δι' ἧς ἐδικαιώθημεν, καὶ πολιτείας χρεία, ἀξίαν ἐπιδειξώμεθα τῆς δωρεᾶς τὴν σπουδήν· ἐπιδειξόμεθα δὲ, ἂν τὴν μητέρα τῶν ἀγαθῶν τὴν ἀγάπην μετὰ πολλῆς φυλάττωμεν τῆς σπουδῆς. Ἀγάπη δέ ἐστιν, οὐ ψιλὰ ῥήματα οὐδὲ προσρήσεις ἁπλῶς, ἀλλὰ προστασία καὶ δι' ἔργων ἐπίδειξις· οἷον, τὸ πενίαν λύειν, τὸ νοσοῦσι συναμύνειν, τὸ κινδύνων ἀπαλλάττειν, τὸ ἐν περιστάσεσιν οὖσι παρίστασθαι, τὸ κλαίειν μετὰ κλαιόντων, τὸ χαίρειν μετὰ χαιρόντων· καὶ γὰρ καὶ τοῦτο ἀγάπης· καίτοι δοκεῖ μικρὸν εἶναι τοῦτο, τὸ χαίρειν μετὰ χαιρόντων· σφόδρα μέντοι μέγα ἐστὶ καὶ φιλοσόφου δεόμενον γνώμης· καὶ πολλοὺς ἂν εὕροιμεν τὸ μὲν πικρότερον ἀνύοντας, πρὸς τοῦτο δὲ ἀτονοῦντας· πολλοὶ γὰρ κλαίουσι μὲν μετὰ κλαιόντων, οὐκέτι δὲ καὶ μετὰ χαιρόντων χαίρουσιν, ἀλλὰ δακρύουσιν ἑτέρων χαιρόντων· ὅπερ ἐστὶ βασκανία καὶ φθόνος. Οὐ τοίνυν μικρὸν κατόρθωμα, τοῦ ἀδελφοῦ χαίροντος χαίρειν, ἀλλὰ καὶ θατέρου μεῖζον· τάχα δὲ οὐ τοῦ κλαίειν μόνον μετὰ κλαιόντων, ἀλλὰ καὶ τοῦ παραστῆναι ἐν κινδύνοις μεῖζον. Πολλοὶ γοῦν κινδυνεύουσι μὲν συνεκινδύνευσαν, εὐδοκιμούντων δὲ ἐδήχθησαν· τοσαύτη ἡ τῆς βασκανίας τυραννίς. Καίτοι τὸ μὲν πόνων ἐστὶ καὶ ἱδρώτων, τοῦτο δὲ προαιρέσεως καὶ γνώμης μόνον· ἀλλ' ὅμως τὸ χαλεπώτερον ὑπομείναντες πολλοὶ, τὸ εὐκολώτερον τούτου οὐκ ἤνυσαν, ἀλλὰ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν Ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τί χεῖρον γένοιτ' ἄν; Οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ ὁ τοιοῦτος μάχεται. Τοῦτο οὖν ἐννοήσας, παῦσαι τῆς νόσου, καὶ εἰ μὴ τὸν πλησίον βούλει, σαυτὸν γοῦν ἀπάλλαξον τῶν μυρίων κακῶν. Τί πόλεμον ἐπεισάγεις σου τοῖς λογισμοῖς; τί θορύβου τὴν ψυχὴν πληροῖς; τί χειμῶνα ἐργάζῃ; τί τὰ ἄνω κάτω ποιεῖς; πῶς δυνήσῃ διακείμενος οὕτως, ἁμαρτιῶν ἄφεσιν αἰτῆσαι; Εἰ γὰρ τοῖς τὰ εἰς αὐτοὺς μὴ συγχωροῦσιν οὐδὲ αὐτὸς ἀφίησι τὰ ἁμαρτήματα, τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι ποίαν ἄφεσιν δώσει; Ἐσχάτης γὰρ τοῦτο πονηρίας ἀπόδειξις· οἱ τοιοῦτοι μετὰ τοῦ διαβόλου πολεμοῦσι τὴν Ἐκκλησίαν· τάχα δὲ καὶ πολλῷ χεῖρον· τὸν μὲν γὰρ καὶ φυλάττεσθαι δυνατὸν, οὗτοι δὲ προσωπεῖον φιλίας ὑποδύντες, λάθρᾳ τὴν πυρὰν ἀνάπτουσιν, ἑαυτοὺς προτέρους εἰς τὴν κάμινον ἐμβάλλοντες, καὶ νοσοῦντες νόσον οὐ μόνον ἐλεηθῆναι μὴ δυναμένην, ἀλλὰ καὶ πολὺν τὸν γέλωτα ἔχουσαν. Τί γὰρ ὠχριᾷς, εἰπέ μοι, καὶ τρέμεις καὶ περιδεὴς ἕστηκας; τί γέγονε δεινόν; ὅτι λαμπρὸς ὁ ἀδελφὸς καὶ περιφανὴς καὶ εὐδόκιμος; Οὐκοῦν στεφανοῦσθαί σε δεῖ καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν λαμπρὸν καὶ περιφανές· ἀλλὰ ἀλγεῖς, ὅτι ὁ Θεὸς δοξάζεται. Ὁρᾷς ποῦ τείνει ὁ πόλεμος; Ἀλλ' οὐχ ὅτι ὁ Θεὸς, φησὶν, ἀλλ' ὅτι ὁ ἀδελφὸς δοξάζεται. Ἀλλὰ διὰ τούτου πρὸς τὸν Θεὸν ἀναβαίνει ἡ δόξα· οὐκοῦν καὶ ὁ παρὰ σοῦ πόλεμος. Ἀλλ' οὐ τοῦτό με λυπεῖ, φησὶν, ἀλλὰ δι' ἐμοῦ τὸν Θεὸν ἐβουλόμην δοξάζεσθαι. Οὐκοῦν χαῖρε εὐδοκιμοῦντος τοῦ ἀδελφοῦ, καὶ δοξάζεται καὶ διὰ σοῦ πάλιν ὁ Θεὸς, καὶ πάντες ἐροῦσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τοιούτους ἔχων οἰκέτας, φθόνου παντὸς ἀπηλλαγμένους, τοῖς ἀλλήλων συνηδομένους καλοῖς. Καὶ τί λέγω τὸν ἀδελφόν; Εἰ γὰρ καὶ πολέμιος ἦν καὶ ἐχθρὸς, ὁ δὲ Θεὸς δι' αὐτοῦ ἐδοξάζετο, φίλον ἔδει ποιήσασθαι διὰ τοῦτο· σὺ δὲ τὸν φίλον ἐχθρὸν ποιεῖς, ἐπειδὴ ὁ Θεὸς δοξάζεται διὰ τῆς εὐδοκιμήσεως ἐκείνου. Κἂν μὲν τὸ σῶμά τις θεραπεύσῃ τὸ σὸν κακῶς ἔχον, κἂν ἐχθρὸς ᾖ, τῶν πρώτων αὐτὸν ἡγήσῃ φίλων εἶναι λοιπόν· τὸν δὲ τοῦ Χριστοῦ τὸ σῶμα καλλωπίζοντα, τουτέστι τὴν Ἐκκλησίαν, καὶ φίλον ὄντα, ἐχθρὸν ἡγῇ; Καὶ πῶς ἂν ἑτέρως τὸν πρὸς τὸν Χριστὸν ἐπεδείξω πόλεμον; Διὰ τοῦτο κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης τῆς ἀρετῆς φθάσῃ, πάντων ἔσται ἐναγέστερος, τοῦτο ἔχων τὸ ἐλάττωμα, καὶ μοιχοῦ καὶ πόρνου καὶ λῃστοῦ καὶ τυμβωρύχου παρανομώτερος.