Ancient Greek · ~20 min
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 5.1-8
Not analysed yet
Εἶδες πῶς αὐτὸν ἀπήλλαξεν ἐγκλημάτων; Ἀφορμὴν γὰρ λαβοῦσα, φησὶν, ἡ ἁμαρτία, οὐχ ὁ νόμος, ηὔξησε τὴν ἐπιθυμίαν, καὶ τοὐναντίον οὗπερ ἐβούλετο ὁ νόμος, γέγονεν· ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας. Ὅταν γάρ τινος ἐπιθυμῶμεν, εἶτα κωλυώμεθα, αἴρεται μᾶλλον τῆς ἐπιθυμίας ἡ φλόξ. Ἀλλ' οὐ παρὰ τὸν νόμον τοῦτο· αὐτὸς μὲν γὰρ ἐκώλυσεν ὥστε ἀπαγαγεῖν· ἡ δὲ ἁμαρτία, τουτέστιν, ἡ ῥᾳθυμία ἡ σὴ καὶ ἡ γνώμη ἡ πονηρὰ, τῷ καλῷ πρὸς τὸ ἐναντίον ἐχρήσατο. Ἀλλ' οὐ τοῦ ἰατροῦ τοῦτο ἔγκλημα, ἀλλὰ τοῦ ἀῤῥωστοῦντος τῷ φαρμάκῳ κακῶς χρησαμένου. Οὐ γὰρ διὰ τοῦτο ἔδωκε τὸν νόμον, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ' ἵνα σβέσῃ· τοὐναντίον δὲ ἐξέβη· ἀλλ' οὐκ ἐκείνου, ἀλλ' ἡμῶν ἡ κατηγορία. Οὐδὲ γὰρ, εἴ τις τῷ πυρέττοντι, καὶ ψυχροποσίας ἀκαίρως ἐπιθυμοῦντι, μὴ παρασχὼν ἐμφορηθῆναι, τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴν ἐπιθυμίαν, ἐγκαλοῖτο ἂν δικαίως· τοῦ γὰρ ἰατροῦ τὸ κωλῦσαι ἦν μόνον, τὸ δὲ ἀποσχέσθαι τοῦ κάμνοντος. Τί γὰρ, εἰ ἡ ἁμαρτία τὴν ἀφορμὴν ἐξ αὐτοῦ ἔλαβε; Πολλοὶ γὰρ καὶ τῶν πονηρῶν ἐξ ἀγαθῶν ἐπιταγμάτων τὴν αὑτῶν πονηρίαν αὔξουσιν· ἐπεὶ καὶ ὁ διάβολος οὕτω τὸν Ἰούδαν ἀπώλεσεν, εἰς φιλοχρηματίαν ἐμβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων ποιήσας· ἀλλ' οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκομον αὐτὸν τοῦτο εἰργάσατο, ἀλλ' ἡ τῆς γνώμης πονηρία. Καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰμ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἐκ τοῦ παραδείσου· ἀλλ' οὐδὲ ἐκεῖ τὸ δένδρον αἴτιον, εἰ καὶ δι' αὐτοῦ ἡ ἀφορμὴ γέγονεν. Εἰ δὲ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται, οὐκ ἀφεὶς μὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόμενα λαβὴν παρασχεῖν, πολλὴν δὲ σπουδὴν ποιούμενος τὸ παρὸν διορθῶσαι. Μὴ τοίνυν γυμνὰ ἐξέταζε τὰ ἐντεῦθεν λεγόμενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει, δι' ἣν ταῦτα εἰπεῖν προάγεται, καὶ τὴν μανίαν λογίζου τὴν Ἰουδαϊκὴν, καὶ τὴν εὔτονον αὐτῶν φιλονεικίαν, ἣν καταλῦσαι ἔσπευδε. Δοκεῖ δὲ πολὺς κατὰ τοῦ νόμου πνεῖν, οὐχ ἵνα ἐκεῖνον διαβάλῃ, ἀλλ' ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. Εἰ γὰρ ἔγκλημα τοῦ νόμου, τὸ δι' αὐτοῦ τὴν ἁμαρτίαν ἀφορμὴν λαβεῖν, εὑρεθήσεται καὶ ἐν τῇ Καινῇ τοῦτο συμβαῖνον. Καὶ γὰρ καὶ ἐν τῇ Καινῇ νόμοι μυρίοι, καὶ περὶ πολλῶν μειζόνων πραγμάτων· καὶ τὸ αὐτὸ ἴδοι τις ἂν ἐκβαῖνον κἀκεῖ, οὐκ ἐπὶ τῆς ἐπιθυμίας μόνον, ἀλλ' ἐπὶ πάσης ἁπλῶς κακίας. Εἰ γὰρ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Οὐκοῦν ἐντεῦθεν ἡ ἁμαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ μείζων κόλασις. Καὶ πάλιν περὶ τῆς χάριτος Παῦλος διαλεγόμενος, φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Οὐκοῦν καὶ ἡ χείρων τιμωρία τὴν ἀφορμὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς μείζονος εὐεργεσίας. Καὶ τοὺς Ἕλληνας δέ φησι διὰ τοῦτο ἀναπολογήτους εἶναι, ὅτι καὶ λόγῳ τιμηθέντες, καὶ τῆς κτίσεως τὸ κάλλος καταμαθόντες, καὶ ἀπ' αὐτῆς δυνάμενοι πρὸς τὸν Δημιουργὸν χειραγωγηθῆναι, τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο. Ὅρα πανταχοῦ τοῖς πονηροῖς τὰς ἀφορμὰς τοῦ μειζόνως κολάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινομένας πραγμάτων. Ἀλλ' οὐ δήπου διὰ τοῦτο κατηγορήσομεν τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἀλλὰ ταύτας μὲν θαυμασόμεθα μειζόνως καὶ μετὰ ταῦτα, τὴν δὲ γνώμην τῶν εἰς τἀναντία τοῖς ἀγαθοῖς κεχρημένων διαβαλοῦμεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ νόμου ποιῶμεν. Ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκολον· τὸ δὲ ἄπορον ἐκεῖνό ἐστι. Πῶς φησι, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· Εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυμίαν πρὶν ἢ λάβῃ τὸν νόμον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσμὸς γέγονεν; πόθεν τὰ Σόδομα ἐνεπρήσθη; Τί οὖν φησι; Τὴν ἐπιτεταμένην. Διὰ τοῦτο οὐκ εἶπε, Κατειργάσατο ἐν ἐμοὶ ἐπιθυμίαν, ἀλλὰ, Πᾶσαν ἐπιθυμίαν, τὸ σφοδρὸν ἐνταῦθα αἰνιττόμενος. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε, φησίν; Οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος· ἀλλ' οὐ τοῦ νόμου τὸ ἔγκλημα, ἀλλὰ τῆς ῥᾳθυμίας τῶν δεξαμένων. Ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο, ἀλλὰ διὰ νόμου· ἀλλ' οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. Ἰσχυροτέρα οὖν γέγονεν ἡ ἁμαρτία, καὶ σφόδρα· ἀλλ' οὐδὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά· τουτέστιν, οὐχ οὕτω γνώριμος. ᾜδεσαν μὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον, ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν. Διὰ τοῦτο καὶ μείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. Οὐδὲ γὰρ ἴσον ἦν φύσιν ἔχειν κατήγορον, καὶ μετὰ τῆς φύσεως καὶ τὸν νόμον φανερῶς διαγορεύοντα ἅπαντα. Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Πότε, εἰπέ μοι; Πρὸ Μωϋσέως. Ὅρα πῶς δεῖξαι τὸν νόμον σπουδάζει, καὶ ἀφ' ὧν ἐποίησε, καὶ ἀφ' ὧν οὐκ ἐποίησε βαρήσαντα τὴν ἀνθρωπίνην φύσιν. Ὅτε γὰρ χωρὶς νόμου ἔζων, φησὶν, οὐχ οὕτω κατεδικαζόμην. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. Οὐ γὰρ μὴ οὖσαν ὑπεστήσατο, ἀλλὰ κρυπτομένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόμου, εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσαντο, τοῦτο γοῦν αὐτὸ ἀκριβῶς ἔμαθον, ὅτι ἡμάρτανον· ὅπερ οὐκ ἂν εἴη μικρὸν εἰς κακίας ἀπαλλαγήν. Εἰ δὲ μὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον, ἀλλὰ πᾶσα ἡ κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ παρ' ἐλπίδα πᾶσαν διαφθαρείσης.