Ancient Greek
Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 7.1-2
Not analysed yet
Εἶδες πρὸς πόσα ὑπηρέτησεν ὁ φθόνος; πῶς τὴν ἀκόρεστον τοῦ διαβόλου γνώμην ἐνέπλησε, καὶ τοσαύτην αὐτῷ παρέθηκε τράπεζαν, ὅσην ἰδεῖν ἐπεθύμησεν ἐκεῖνος; Φεύγωμεν τοίνυν τὸ νόσημα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸ πῦρ ἐκεῖνο διαφυγεῖν τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, μὴ ταύτης ἀπαλλαγέντας τῆς ἀῤῥωστίας· ἀπαλλαγησόμεθα δὲ, ἂν ἐννοήσωμεν πῶς τε ἡμᾶς ἠγάπησε, καὶ ἀλλήλους ἐκέλευσεν ἀγαπᾷν ὁ Χριστός. Πῶς οὖν ἡμᾶς ἠγάπησε; Τὸ αἷμα τὸ τίμιον ἔδωκεν ὑπὲρ ἡμῶν ἐχθρῶν ὄντων καὶ τὰ μέγιστα ἠδικηκότων. Τοῦτο καὶ σὺ ποίησον ἐπὶ τοῦ ἀδελφοῦ· διὰ γὰρ τοῦτο, φησὶν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα οὕτως ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μᾶλλον δὲ οὐδὲ οὕτω τὸ μέτρον ἵσταται· αὐτὸς γὰρ ὑπὲρ τῶν ἐχθρῶν τοῦτο ἐποίησεν. Ἀλλ' οὐ βούλει τὸ αἷμα δοῦναι τὸ σαυτοῦ ὑπὲρ τοῦ ἀδελφοῦ; Τί οὖν καὶ τὸ ἐκείνου ἐκχέεις, ἐκ διαμέτρου παρακούων τῆς ἐντολῆς; Καίτοι αὐτὸς μὲν ὅπερ ἐποίησεν, οὐκ ἐξ ὀφειλῆς· σὺ δὲ, ἂν ποιῇς, ὀφειλὴν λοιπὸν πληροῖς· ἐπεὶ καὶ ἐκεῖνος ὁ τὰ μύρια τάλαντα λαβὼν, καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν, οὐ διὰ τοῦτο ἐκολάζετο μόνον, ὅτι ἀπῄτει, ἀλλ' ὅτι οὐδὲ τῇ εὐεργεσίᾳ γέγονε βελτίων, οὐδὲ ἄρξαντος τοῦ δεσπότου κατηκολούθησε, καὶ τὸ χρέος ἀπέδωκε· καὶ γὰρ χρέος ἦν λοιπὸν τὸ παρὰ τοῦ δούλου γενόμενον, εἴ γε ἐγένετο. Καὶ γὰρ ἅπαντα ἅπερ ποιοῦμεν, ὀφειλὴν πληροῦντες ποιοῦμεν. Διὸ καὶ αὐτὸς ἔλεγεν· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, ἐποιήσαμεν. Κἂν ἀγάπην τοίνυν ἐπιδειξώμεθα, κἂν χρήματα δῶμεν τοῖς δεομένοις, ὀφειλὴν πληροῦμεν· οὐχ ὅτι κατῆρξεν αὐτὸς εὐεργεσιῶν μόνον, ἀλλ' ὅτι καὶ τὰ αὐτοῦ διανέμομεν, ἄν ποτε δῶμεν. Τί τοίνυν ἀποστερεῖς σεαυτὸν ὧν αὐτός σε βούλεται κύριον εἶναι; Διὰ τοῦτο γάρ σοι ἐκέλευσεν αὐτὰ δοῦναι ἑτέρῳ, ἵνα σὺ αὐτὰ ἔχῃς. Ἕως μὲν γὰρ μόνος κατέχεις, οὐδὲ αὐτὸς ἔχεις· ὅταν δὲ ἑτέρῳ δῷς, τότε καὶ αὐτὸς ἔλαβες. Ἆρά τι τούτου τοῦ φίλτρου γένοιτ' ἂν ἴσον; Αὐτὸς ἐξέχεε τὸ αἷμα ὑπὲρ τῶν ἐχθρῶν, ἡμεῖς δὲ οὐδὲ χρήματα ὑπὲρ τοῦ εὐεργέτου· αὐτὸς τὸ αἷμα τὸ ἑαυτοῦ, ἡμεῖς δὲ οὐδὲ χρήματα τὰ οὐχ ἡμῶν· αὐτὸς πρὸ ἡμῶν, ἡμεῖς δὲ οὐδὲ μετ' αὐτόν· αὐτὸς ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, ἡμεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ἡμετέρας ὠφελείας· οὐδὲ γὰρ αὐτῷ τι γίνεται πλέον ἐκ τῆς ἡμετέρας φιλανθρωπίας, ἀλλὰ τὸ πᾶν εἰς ἡμᾶς περιίσταται κέρδος. Διὰ γὰρ τοῦτο καὶ κελευόμεθα αὐτὰ δοῦναι, ἵνα μὴ αὐτῶν ἐκπέσωμεν ἡμεῖς. Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον δῴη μικρῷ, κελεύει κατέχειν σφοδρῶς, ἢ καὶ τῷ οἰκέτῃ δοῦναι φυλάττειν, ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ· οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖ. Δὸς γὰρ τῷ δεομένῳ, φησὶν, ἵνα μὴ ἁρπάσῃ τις αὐτὰ ἀπὸ σοῦ, οἷον ἢ συκοφάντης, ἢ διάβολος, ἢ κλέπτης, ἢ μετὰ πάντας ὁ θάνατος. Ἕως μὲν γὰρ ἂν αὐτὸς αὐτὰ κατέχῃς, οὐκ ἀσφαλῶς κατέχεις· ἐὰν δὲ ἐμοὶ αὐτὰ δῷς διὰ τῶν πενήτων, ἐγώ σοι φυλάττω μετὰ ἀκριβείας ἅπαντα, καὶ ἐν καιρῷ τῷ προσήκοντι μετὰ πολλῆς αὐτὰ ἀποκαταστήσω τῆς περιουσίας. Οὐ γὰρ ἵνα ἀφέλωμαι λαμβάνω, ἀλλ' ἵνα πλείονα ποιήσω, ἵνα ἀκριβέστερον φυλάξω, ἵνα κατ' ἐκεῖνόν σοι αὐτὰ τηρήσω τὸν χρόνον, καθ' ὃν οὐδεὶς ὁ δανείζων οὐδὲ ὁ ἐλεῶν ἐστι. Τί οὖν γένοιτ' ἂν ἡμῶν ὠμότερον μετὰ τοιαύτας ὑποσχέσεις μὴ ἀνεχομένων αὐτῷ δανείζειν; Τοιγάρτοι διὰ τοῦτο ἔρημοι καὶ γυμνοὶ καὶ πένητες πρὸς αὐτὸν ἀπερχόμεθα, τὰ πιστευθέντα οὐκ ἔχοντες, ὅτι μὴ τῷ πάντων αὐτὰ ἀκριβέστερον φυλάττοντι παρακατατιθέμεθα. Διὸ καὶ τὴν ἐσχάτην δώσομεν δίκην. Τί γὰρ καὶ ἐγκαλούμενοι δυνησόμεθα εἰπεῖν ὑπὲρ τῆς ἀπωλείας ἑαυτῶν; ποίαν πρόφασιν προβαλέσθαι; τίνα ἀπολογίαν; Τίνος γὰρ ἕνεκεν οὐκ ἔδωκας; ἀπιστεῖς, ὅτι λήψῃ πάλιν; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; ὁ γὰρ τῷ μὴ δεδωκότι δοὺς, πῶς οὐ πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν δώσει; Ἀλλὰ τέρπει σε αὐτῶν ἡ ὄψις; Οὐκοῦν πολλῷ μᾶλλον διὰ τοῦτο δὸς, ἵνα ἐκεῖσε τέρψῃ μειζόνως, ὅτε οὐδεὶς αὐτὰ ἀφαιρήσεται· ὡς νῦν γε κατέχων καὶ μυρία πείσῃ δεινά. Καθάπερ γὰρ κύων, οὕτως ἐνάλλεται τοῖς πλουτοῦσιν ὁ διάβολος, ὥσπερ ψωμὸν ἢ πλακοῦντα παιδίου κατέχοντος ἀποσπάσαι θέλων. Δῶμεν τοίνυν αὐτὰ τῷ Πατρί. Κἂν ἴδῃ τοῦτο ὁ διάβολος γενόμενον, ἀναχωρήσει πάντως· ἀναχωρήσαντος δὲ ἐκείνου, τότε σοὶ μετὰ ἀσφαλείας αὐτὰ ὁ πατὴρ δώσει πάντα, ὅταν μὴ δύνηται ἐνοχλεῖν ἐκεῖνος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Ὡς νῦν γε τῶν μικρῶν παιδίων τῶν ὑπὸ κυνιδίων ἐνοχλουμένων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, πάντων ὑλακτούντων περὶ αὐτοὺς, σπαραττόντων, ἑλκόντων οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παθῶν ἀνελευθέρων, γαστριμαργίας, μέθης, κολακείας, ἀσελγείας ἁπάσης. Κἂν μὲν δανείζειν δέῃ, τοὺς πολὺ διδόντας περιεργαζόμεθα, καὶ τοὺς εὐγνώμονας περισκοποῦμεν· ἐνταῦθα δὲ τοὐναντίον ποιοῦμεν· τὸν μὲν εὐγνωμονοῦντα Θεὸν καὶ οὐχὶ ἑκατοστὴν, ἀλλὰ ἑκατονταπλασίονα παρέχοντα ἀφίεμεν, τοὺς δὲ οὐκ ἀποδώσοντας ἡμῖν οὐδὲ τὸ κεφάλαιον, τούτους ἐπιζητοῦμεν.