Ancient Greek
Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 8.1
Not analysed yet
Τί γὰρ ἡμῖν ἡ γαστὴρ ἀποδώσει τὰ πλείονα καταναλίσκουσα; Κόπρον καὶ φθοράν. Τί δὲ ἡ κενοδοξία; Φθόνον καὶ βασκανίαν. Τί δὲ ἡ φειδωλία; Φροντίδα καὶ μέριμναν. Τί δὲ ἡ ἀσέλγεια; Γέενναν καὶ σκώληκα ἰοβόλον. Οὗτοι γὰρ τῶν πλουτούντων οἱ χρεῶσται, τούτους τοῦ κεφαλαίου τοὺς τόκους καταβάλλοντες, τὰ ἐνταῦθα κακὰ καὶ τὰ προσδοκώμενα δεινά. Τούτοις οὖν, εἰπέ μοι, δανείσομεν ἐπὶ τοσαύτῃ κολάσει, καὶ οὐ πιστεύσομεν αὐτὰ τῷ Χριστῷ τῷ τὸν οὐρανὸν προτείνοντι, τὴν ζωὴν τὴν ἀθάνατον, τὰ ἀπόῤῥητα ἀγαθά; καὶ ποίαν ἕξομεν ἀπολογίαν; Τίνος γὰρ ἕνεκεν οὐ δίδως τῷ καὶ δώσοντι πάντως, καὶ πλείονα δώσοντι; Τάχα, ὅτι διὰ πολλοῦ δίδωσι χρόνου; Καίτοι γε καὶ ἐνταῦθα δίδωσιν· ἀψευδὴς γάρ ἐστιν ὁ λέγων, Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Εἶδες φιλοτιμίας ὑπερβολήν; Ἐκεῖνά σοι, φησὶ, τετήρηνται καὶ οὐ μειοῦνται, ταῦτα δὲ τὰ ἐνταῦθα ἐν τάξει προσθήκης καὶ περιουσίας δίδωμι. Χωρὶς δὲ τούτων καὶ τὸ διὰ μακροῦ λαβεῖν τοῦ χρόνου πλεονάζει σοι τὸν πλοῦτον· ὁ γὰρ τόκος γίνεται πλείων. Καὶ γὰρ ἐπὶ τῶν δανειζομένων τοῦτο ὁρῶμεν τοὺς δανειστὰς ποιοῦντας προθυμότερον τοῖς μετὰ πολὺν καταβάλλουσι χρόνον δανείζοντας. Ὁ μὲν γὰρ εὐθέως τὸ πᾶν ἀποδοὺς ἐνέκοψε τοῦ τόκου τὸν δρόμον· ὁ δὲ ἐπὶ πλείονα κατασχὼν χρόνον, καὶ τὴν ἐργασίαν πλείω πεποίηκεν Εἶτα ἐπὶ ἀνθρώπων μὲν οὐ δυσχεραίνομεν τὴν ἀναβολὴν, ἀλλὰ καὶ σοφιζόμεθα αὐτὴν πλείω γενέσθαι, ἐπὶ Θεοῦ δὲ οὕτω μικροψύχως διακεισόμεθα, ὡς διὰ τοῦτο ὀκνεῖν καὶ ἀναδύεσθαι; καίτοι γε, ὅπερ ἔφην, καὶ ἐνταῦθα δίδωσι, καὶ μετὰ τῆς εἰρημένης αἰτίας καὶ ἕτερόν τι μεῖζον οἰκονομῶν ἐκεῖ ταμιεύεται τὸ πᾶν. Τὸ γὰρ μέγεθος τῶν διδομένων, καὶ τὸ κάλλος τῆς δωρεᾶς ἐκείνης ὑπερβαίνει τῆς παρούσης ζωῆς τὴν εὐτέλειαν. Οὐδὲ γὰρ δυνατὸν ἐν σώματι φθαρτῷ καὶ ἐπικήρῳ τοὺς ἀμαράντους ἐκείνους δέξασθαι στεφάνους, οὐδὲ ἐν τῇ παρούσῃ διαγωγῇ, καὶ θορυβώδει καὶ ταραχῆς γεμούσῃ καὶ πολλὰς ἐχούσῃ τροπὰς, τὴν ἀκίνητον ἐκείνην καὶ ἀτάρακτον λῆξιν καταλαβεῖν. Σὺ δὲ, εἰ μέν τίς σοι χρυσίον ὀφείλων ἐν ἀλλοτρίᾳ διατρίβοντι γῇ, καὶ οὔτε οἰκέτας ἔχοντι, οὔτε δυναμένῳ εἰς τὴν οἰκίαν μετακομίσαι, δώσειν ἐπηγγέλλετο τὸ δάνεισμα, μυρία ἂν παρεκάλεσας, ὥστε μὴ ἐπὶ τῆς ξένης, ἀλλ' οἴκοι μᾶλλον αὐτὰ καταβαλεῖν· τὰ δὲ πνευματικὰ ἐκεῖνα καὶ ἀπόῤῥητα ἐνταῦθα ἀξιοῖς λαβεῖν; καὶ πόσης ταῦτα ἀνοίας; Ἂν μὲν γὰρ ἐνταῦθα λάβῃς, φθαρτὰ λήψῃ πάντως· ἂν δὲ ἐκεῖνον τὸν καιρὸν ἀναμείνῃς, ἄφθαρτα ἀποδώσει σοι καὶ ἀκήρατα· ἂν ἐνταῦθα λάβῃς, μόλιβδον ἔλαβες· ἂν δὲ ἐκεῖ, χρυσὸν δόκιμον. Πλὴν οὐδὲ τῶν ἐνταῦθά σε ἀπεστέρησε. Μετὰ γὰρ ἐκείνης τῆς ὑποσχέσεως καὶ ἑτέραν τέθεικεν οὕτω λέγων, ὅτι Πᾶς ὁ τῶν ἐκεῖ πραγμάτων ἐρῶν, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Εἰ δὲ οὐ λαμβάνομεν ἑκατονταπλασίονα, ἡμεῖς αἴτιοι μὴ δανείζοντες τῷ δυναμένῳ τοσοῦτον δοῦναι· ἐπεὶ οἵ τε δόντες ἅπαντες τοσαῦτα ἔλαβον, καίτοι γε ὀλίγα δόντες. Τί γὰρ μέγα ἔδωκεν ὁ Πέτρος, εἰπέ μοι; οὐχὶ δίκτυον διεῤῥωγὸς καὶ κάλαμον καὶ ἄγκιστρον μόνον; Ἀλλ' ὅμως αὐτῷ τὰς οἰκίας τῆς οἰκουμένης ἀνέῳξεν ὁ Θεὸς, καὶ γῆν καὶ θάλατταν ἥπλωσε, καὶ πάντες αὐτὸν εἰς τὰ αὑτῶν ἐκάλουν· μᾶλλον δὲ τὰ αὑτῶν πωλοῦντες πρὸς τοὺς ἐκείνου ἔφερον πόδας, οὐδὲ εἰς χεῖρας ἐμβάλλοντες (οὐ γὰρ ἐτόλμων), τοσαύτην μετὰ τῆς δαψιλείας καὶ τὴν τιμὴν αὐτῷ ἀπονέμοντες. Ἀλλ' ἐκεῖνος Πέτρος ἦν, φησί. Καὶ τί τοῦτο, ἄνθρωπε; οὐδὲ γὰρ Πέτρῳ ἐπηγγείλατο ταῦτα μόνον, οὐδὲ εἶπε, Σὺ δὲ, ὦ Πέτρε, ἑκατονταπλασίονα λήψῃ μόνος, ἀλλὰ, Πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται. Οὐδὲ γὰρ προσώπων οἶδε διαφορὰν, ἀλλὰ πραγμάτων κατορθώματα. Ἀλλὰ παιδίων με χορὸς περιέστηκε, φησὶ, καὶ ἐπιθυμῶ πλουτοῦντας αὐτοὺς καταλιπεῖν. Τίνος οὖν ἕνεκεν πένητας αὐτοὺς ποιοῦμεν; Ἂν μὲν γὰρ αὐτοῖς τὰ πάντα ἀφῇς, πάλιν ἐπισφαλεῖ φυλακῇ τὰ σὰ πάντα ἐπέτρεψας· ἂν δὲ τὸν Θεὸν αὐτοῖς καταλίπῃς συγκληρονόμον καὶ ἐπίτροπον, θησαυροὺς μυρίους κατέλιπες, Ὥσπερ γὰρ ὅταν ἑαυτοὺς ἐκδικῶμεν, ὁ Θεὸς ἡμῖν οὐκ ἀμύνει, ὅταν δὲ αὐτῷ παραχωρῶμεν, πλεῖον ἢ προσδοκῶμεν γίνεται· οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ἂν ἡμεῖς αὐτὰ μεριμνῶμεν, ἐκεῖνος ἀποστήσεται τῆς ὑπὲρ αὐτῶν προνοίας· ἂν δὲ αὐτῷ τὸ πᾶν ἐπιῤῥίψωμεν, καὶ αὐτὰ καὶ τοὺς παῖδας ἐν πάσῃ καταστήσει τῇ ἀσφαλείᾳ. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ Θεοῦ τοῦτο γίνεται; καὶ γὰρ ἐπὶ ἀνθρώπων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Ἂν μὲν γὰρ μηδένα παρακαλέσῃς τῶν προσηκόντων τελευτῶν ἐπὶ τὴν τῶν παίδων πρόνοιαν, αἰσχύνεται καὶ ἐρυθριᾷ πολλάκις καὶ ὁ σφόδρα βουλόμενος αὐτομάτως ἐπιπηδῆσαι τούτῳ· ἂν δὲ ῥίψῃς ἐπ' αὐτὸν τὴν φροντίδα, ἅτε τιμηθεὶς μεγίστῃ τιμῇ, μεγίστην καὶ αὐτὸς ἀποδώσει τὴν ἀμοιβήν.