Ancient Greek
Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 8.1-2
Not analysed yet
Οὐχ ὁρᾶτε ἐν τοῖς στρατοπέδοις, ὅτι εἰρήνης μὲν οὔσης, τὰ ὅπλα ἀποθέμενοι, γυμνοὶ καὶ ἄφρακτοι εἰς τὸ τῶν πολεμίων στρατόπεδον διαβαίνουσιν; Ὅταν δὲ φράττωνται ὅπλοις, καὶ φυλακαὶ καὶ προφυλακαὶ καὶ ἄγρυπνοι νύκτες, καὶ πυρὰ καίεται διηνεκὴς, οὐκέτι εἰρήνη τὸ τοιοῦτον, ἀλλὰ πόλεμος. Τοῦτο καὶ ἐφ' ἡμῶν ἔστιν ἰδεῖν· καὶ γὰρ ἀλλήλους φυλαττόμεθα καὶ δεδοίκαμεν καὶ πρὸς τὸ οὖς ἕκαστος τῷ πλησίον διαλεγόμεθα, κἂν παραγενόμενον ἕτερον ἴδωμεν, σιγῶμεν καὶ ἐκ τοῦ μέσου συστέλλομεν ἅπαντα· ὅπερ οὐκ ἔστι θαῤῥούντων, ἀλλὰ σφόδρα φυλαττομένων. Ἀλλὰ ταῦτα ποιοῦμεν, φησὶν, οὐχ ὥστε ἀδικῆσαι, ἀλλ' ὥστε μὴ ἀδικηθῆναι. Διὰ τοῦτο πενθῶ, ὅτι μεταξὺ ζῶντες ἀδελφῶν, φυλακῆς δεόμεθα πρὸς τὸ μὴ ἀδικηθῆναι, καὶ πυρὰ καίομεν τοσαῦτα, καὶ φυλακὰς καὶ προφυλακὰς τίθεμεν. Τὸ δὲ αἴτιον, πολὺ τὸ ψεῦδος, πολὺς ὁ δόλος, πολλὴ τῆς ἀγάπης ἡ ἀναίρεσις, καὶ πόλεμος ἄσπονδος. Διά τοι τοῦτο πολλοὺς εὕροι τις ἂν Ἕλλησι θαῤῥοῦντας μᾶλλον ἢ Χριστιανοῖς· καίτοι πόσης ἂν εἴη αἰσχύνης ἄξια ταῦτα; πόσων δακρύων, πόσων οἰμωγῶν; Καὶ τί πάθω, φησί; δυστροπός ἐστιν ὁ δεῖνα καὶ μοχθηρός. Καὶ ποῦ τὰ τῆς φιλοσοφίας τῆς σῆς; ποῦ δὲ οἱ νόμοι οἱ ἀποστολικοὶ οἱ κελεύοντες ἀλλήλων τὰ βάρη βαστάζειν; Εἰ γὰρ ἀδελφῷ χρήσασθαι οὐκ οἶδας, πότε δυνήσῃ χρήσασθαι ἀλλοτρίῳ καλῶς; εἰ τὸ μέλος τὸ σὸν οὐκ ἐπίστασαι μεταχειρίσασθαι, πότε τὸν ἔξωθεν ἐπισπάσασθαι δυνήσῃ καὶ συνάψαι ἑαυτῷ; Ἀλλὰ τί πάθω; Σφόδρα δυσχερῶς ἔχω πρὸς δακρύων ἐπιῤῥοὴν, ἐπεὶ πηγὰς ἂν ἀφῆκα δαψιλεῖς ἀπὸ τῶν ὀφθαλμῶν, κατὰ τὸν προφήτην ἐκεῖνον, μυρίους πολέμους ἐπὶ τοῦ πεδίου τούτου βλέπων ἐκείνων χαλεπωτέρους. Ὁ μὲν γὰρ βαρβάρους ἐπιόντας ὁρῶν, ἔλεγε, Τὴν κοιλίαν μου ἀλγῶ· ἐγὼ δὲ ὑφ' ἑνὶ στρατηγῷ παραταττομένους βλέπων, εἶτα κατ' ἀλλήλων ἱσταμένους καὶ δάκνοντας καὶ σπαράττοντας τὰ ἀλλήλων μέλη, τοὺς μὲν διὰ χρήματα, τοὺς δὲ διὰ δόξαν, τοὺς δὲ ἁπλῶς καὶ εἰκῆ καταγελῶντας καὶ καταχλευάζοντας, καὶ μυρία τραύματα ἀλλήλοις ἐπάγοντας, καὶ νεκροὺς τῶν ἐν πολέμῳ χαλεπωτέρους, καὶ τὸ τῶν ἀδελφῶν ὄνομα ψιλὸν μόνον λοιπὸν ὂν, οὐδὲ ἔχω τινὰ ἄξιον τῆς τραγῳδίας ταύτης ἐπινοῆσαι θρῆνον. Αἰδέσθητε τοίνυν, αἰδέσθητε τὴν τράπεζαν ταύτην, ἧς κοινωνοῦμεν ἅπαντες, τὸν δι' ἡμᾶς σφαγέντα Χριστὸν, τὸ θῦμα τὸ ἐπ' αὐτῆς κείμενον. Λῃσταὶ κοινωνοῦντες ἁλῶν, οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ μεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίων ἀγριωτέρους προβάτων ἡμερωτέρους ποιεῖ· ἡμεῖς δὲ τοιαύτης τραπέζης μετέχοντες, τοιαύτης κοινωνοῦντες τροφῆς, ὁπλιζόμεθα κατ' ἀλλήλων, δέον κατὰ τοῦ πᾶσιν ἡμῖν πολεμοῦντος διαβόλου τοῦτο ποιεῖν. Διά τοι τοῦτο ἡμεῖς μὲν ἀσθενέστεροι, ἐκεῖνος δὲ ἰσχυρότερος καθ' ἑκάστην γίνεται τὴν ἡμέραν. Οὐ γὰρ μετ' ἀλλήλων φραττόμεθα κατ' ἐκείνου, ἀλλὰ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας χρώμεθα παρατάξεις, δέον αὐτῷ μόνῳ πολεμεῖν. Νυνὶ δὲ ἐκεῖνον ἀφέντες, κατὰ τῶν ἀδελφῶν τὰ τόξα τείνομεν. Ποῖα τόξα, φησί; Τὰ ἀπὸ γλώττης καὶ στόματος. Οὐδὲ γὰρ ἀκόντια καὶ βέλη μόνον, ἀλλὰ καὶ ῥήματα πολὺ τῶν βελῶν πικρότερα ἐργάζεται τραύματα. Καὶ πῶς δυνησόμεθα τοῦτον καταλῦσαι τὸν πόλεμον, φησίν; Ἂν ἐννοήσῃς, ὅτι τὸν ἀδελφὸν λέγων κακῶς, βόρβορον ἀπὸ τοῦ στόματός σου προχέεις, ἂν ἐννοήσῃς, ὅτι τὸ μέλος τοῦ Χριστοῦ διαβάλλεις, ὅτι τὰς σάρκας κατεσθίεις τὰς σὰς, ὅτι τὸ δικαστήριόν σοι πικρότερον ποιεῖς τὸ φοβερὸν ἐκεῖνο καὶ ἀδέκαστον, ὅτι τὸ βέλος οὐ τὸν πληγέντα, ἀλλὰ σὲ τὸν τοξεύσαντα ἀναιρεῖ. Ἀλλ' ἠδίκησέ τι καὶ κακῶς ἐποίησε; Στέναξον, μὴ κακῶς εἴπῃς· δάκρυσον, μὴ διὰ τὴν σὴν ἀδικίαν, ἀλλὰ διὰ τὴν ἀπώλειαν τὴν ἐκείνου, καθὼς καὶ ὁ σὸς Δεσπότης τὸν Ἰούδαν ἐδάκρυσεν, οὐκ ἐπειδὴ αὐτὸς ἐσταυροῦτο, ἀλλ' ἐπειδὴ ἐκεῖνος προεδίδου. Ὕβρισέ σε καὶ ἐλοιδόρησε; Παρακάλεσον τὸν Θεὸν ὥστε ἵλεων αὐτῷ γενέσθαι ταχέως. Ἀδελφός ἐστι σὸς, τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας· μέλος ἐστὶ σὸν, ἐπὶ τὴν αὐτὴν ἐκλήθη τράπεζαν. Ἀλλὰ πλέον ἐπεμβαίνει μοι, φησίν. Οὐκοῦν μείζων καὶ πλείων ὁ μισθός. Ταύτῃ μάλιστα τὸν θυμὸν ἀφεῖναι δίκαιον, ἐπειδὴ καιρίαν ἐδέξατο τὴν πληγὴν, ἐπειδὴ ἔτρωσεν αὐτὸν ὁ διάβολος.