Ancient Greek · ~33 min
Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 6.1-5
Not analysed yet
Εἶδες πῶς πάντα, ἅπερ ἦν ἔργων, ἔδειξε μετὰ πλείονος περιουσίας τῇ πίστει προσόντα, οἷον τὸ καυχᾶσθαι πρὸς τὸν Θεὸν, τὸ δυνάμεως δεῖσθαι καὶ πόνου, τὸ δοξάζειν πάλιν τὸν Θεόν; Εἰπὼν δὲ, Ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι, δοκεῖ μοι καὶ περὶ τῶν μελλόντων προαναφωνεῖν· οὐ γὰρ τὰ παρόντα ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα· ταῦτα γὰρ τύπος ἐκείνων. Ἄρα ἀσθενοῦς διανοίας τὸ μὴ πιστεύειν, καὶ μικρᾶς καὶ ταλαιπώρου. Ὥστε ὅταν ἡμῖν ἐγκαλῶσι τὴν πίστιν τινὲς, ἀντεγκαλῶμεν ἡμεῖς τὴν ἀπιστίαν αὐτοῖς, ὡς ταλαιπώροις καὶ μικροψύχοις καὶ ἀνοήτοις καὶ ἀσθενέσιν καὶ ὄνων οὐδὲν ἄμεινον διακειμένοις. Ὥσπερ γὰρ τὸ πιστεύειν ὑψηλῆς καὶ μεγαλοφυοῦς ψυχῆς· οὕτω τὸ ἀπιστεῖν ἀλογωτάτης καὶ εὐτελοῦς καὶ πρὸς τὴν τῶν κτηνῶν ἄνοιαν κατενηνεγμένης. Διόπερ ἐκείνους ἀφέντες, τὸν πατριάρχην ζηλώσωμεν, καὶ δοξάσωμεν τὸν Θεὸν, καθάπερ ἐκεῖνος ἔδωκεν αὐτῷ δόξαν. Τί δέ ἐστιν, Ἔδωκεν αὐτῷ δόξαν; Ἐνενόησεν αὐτοῦ τὴν δικαιοσύνην, τὴν ἄπειρον δύναμιν· καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ ἔννοιαν λαβὼν, οὕτως ἐπληροφορήθη περὶ τῶν ὑποσχέσεων. Δοξάσωμεν τοίνυν αὐτὸν καὶ ἡμεῖς καὶ διὰ πίστεως καὶ διὰ ἔργων, ἵνα καὶ μισθὸν λάβωμεν τὸ παρ' αὐτοῦ δοξασθῆναι· Τοὺς δοξάζοντας γάρ με δοξάσω, φησί. Καίτοι εἰ καὶ μηδεὶς ἔκειτο μισθὸς, αὐτὸ τοῦτο δόξα ἦν τὸ καταξιωθῆναι δοξάσαι Θεόν. Εἰ γὰρ εἰς βασιλέας εὐφημίας λέγοντες ἄνθρωποι, αὐτῷ τούτῳ καλλωπίζονται μόνῳ, κἂν μηδὲν ᾖ καρπώσασθαι ἕτερον· ἐννόησον πόσης ἂν εἴη δόξης τὸ δι' ἡμᾶς τὸν Δεσπότην δοξάζεσθαι τὸν ἡμέτερον, ὥσπερ οὖν καὶ κολάσεως τὸ ποιεῖν αὐτὸν βλασφημεῖσθαι δι' ἡμᾶς· καίτοι καὶ τοῦτο αὐτὸ τὸ δοξάζεσθαι, δι' ἡμᾶς βούλεται γίνεσθαι· αὐτὸς γὰρ οὐ δεῖται τοῦ πράγματος. Πόσον γὰρ οἴει τὸ μέσον εἶναι Θεοῦ καὶ ἀνθρώπων; ἆρα ὅσον ἀνθρώπων καὶ σκωλήκων; Ἀλλ' οὐδὲν οὐδέπω εἴρηκα, καὶ τοσοῦτον τὸ μέσον θείς· οὐδὲ γὰρ εἰπεῖν δυνατὸν ὅσον. Ἆρ' οὖν θελήσεις σὺ παρὰ σκώληξιν δόξαν ἔχειν μεγάλην καὶ λαμπράν; Οὐδαμῶς. Εἰ τοίνυν ὁ δόξης ἐρῶν σὺ οὐκ ἂν θελήσαις τοῦτο· ὁ τοῦ πάθους ἀπηλλαγμένος τούτου, καὶ τοσοῦτον ἀνώτερος ὢν, πῶς ἂν ἐδεήθη τῆς παρὰ σοῦ δόξης; Ἀλλ' ὅμως καὶ μὴ δεόμενος, φησὶν αὐτῆς ἐφίεσθαι διὰ σέ. Εἰ γὰρ γενέσθαι δοῦλος ὑπέμεινε διὰ σὲ, τί θαυμάζεις, εἰ καὶ τῶν ἄλλων ἀντέχεται τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως; Οὐδὲν γὰρ ἡγεῖται ἀνάξιον ἑαυτοῦ, ὅπερ ἂν πρὸς τὴν σωτηρίαν φέρῃ τὴν ἡμετέραν. Ταῦτα οὖν εἰδότες, φεύγωμεν ἁμαρτίαν πᾶσαν, δι' ἧς αὐτὸς βλασφημεῖται. Ὡς γὰρ ἀπὸ προσώπου ὄφεως, φησὶ, φεῦγε ἀπὸ ἁμαρτίας. Ἐὰν προσέλθῃς πρὸς αὐτὴν, δήξεταί σε· οὐδὲ γὰρ αὐτὴ πρὸς ἡμᾶς ἔρχεται, ἀλλ' ἡμεῖς πρὸς αὐτὴν αὐτομολοῦμεν. Ὁ γὰρ Θεὸς καὶ τοῦτο κατεσκεύασεν ὥστε μὴ τυραννίδι περιγίνεσθαι τὸν διάβολον· ἦ γὰρ ἂν οὐδεὶς ἔστη πρὸς τὴν ἰσχὺν ἐκείνου. Διὰ τοῦτο αὐτὸν ἀπῴκισεν ὥσπερ λῃστήν τινα καὶ τύραννον· κἂν μή τινα λάβῃ γυμνὸν καὶ ἔρημον εἰς τὰς αὐτοῦ καταδύσεις, οὐ τολμᾷ ἐπελθεῖν· ἂν μὴ τὴν ἔρημον ὁδεύοντας ἡμᾶς ἴδῃ, οὐ θαῤῥεῖ προσελθεῖν· ἔρημος δὲ καὶ διαβόλου τόπος οὐδὲν ἕτερον ἢ ἡ ἁμαρτία. Δεῖ τοίνυν ἡμῖν τοῦ θυρεοῦ τῆς πίστεως, τῆς περικεφαλαίας τοῦ σωτηρίου, τῆς μαχαίρας τοῦ πνεύματος· οὐχ ἵνα μὴ πάθωμεν μόνον κακῶς, ἀλλ' ἵνα, κἂν ἐπιπηδῆσαι θελήσῃ, τὴν κεφαλὴν ἀποτέμωμεν ἐκείνου· δεῖ συνεχῶν ἡμῖν εὐχῶν, ἵνα συντριβῇ ὑπὸ τοὺς πόδας ἡμῶν. Ἀναίσχυντος γάρ ἐστι καὶ μιαρὸς, καὶ ταῦτα κάτωθεν μαχόμενος· ἀλλ' ὅμως καὶ οὕτω νικᾷ. Τὸ δὲ αἴτιον, ὅτι οὐ σπουδάζομεν ἡμεῖς ὑψηλότεροι τῶν ἐκείνου γενέσθαι πληγῶν· οὐδὲ γὰρ οἷός τέ ἐστιν ἐπαρθῆναι μέγα, ἀλλὰ κάτω σύρεται. Καὶ τούτου τύπος ὁ ὄφις. Εἰ δὲ ἐξ ἀρχῆς οὕτως αὐτὸν ἔταξεν ὁ Θεὸς, πολλῷ μᾶλλον νῦν. Εἰ δὲ ἀγνοεῖς τί ποτέ ἐστι τὸ κάτωθεν μάχεσθαι, ἐγώ σοι καὶ ἑρμηνεῦσαι τοῦ πολέμου τούτου τὸν τρόπον πειράσομαι. Τί ποτ' οὖν ἐστι τὸ κάτωθεν μάχεσθαι; Τὸ ἀπὸ τῶν κάτω πυκτεύειν πραγμάτων, ἀπὸ τῆς ἡδονῆς, ἀπὸ τοῦ πλούτου, ἀπὸ τῶν βιωτικῶν ἁπάντων. Διὰ τοῦτο, ἂν ἴδῃ τινὰ πρὸς τὸν οὐρανὸν πετόμενον, πρῶτον μὲν οὐδὲ ἐπιπηδῆσαι πρὸς αὐτὸν δυνήσεται· δεύτερον δὲ, κἂν ἐπιχειρήσῃ, ταχέως πεσεῖται· οὐ γὰρ ἔχει πόδας, μὴ φοβηθῇς· οὐκ ἔχει πτερὰ, μὴ δείσῃς· ἐπὶ τῆς γῆς σύρεται, καὶ τοῖς ἐν τῇ γῇ πράγμασι. Μηδὲν οὖν σοι πρὸς τὴν γῆν ἔστω κοινὸν, καὶ οὐδὲ πόνου δεήσει. Οὐδὲ γὰρ οἶδε τὴν ἐξ ἐναντίας μάχην, ἀλλ' ὥσπερ ὄφις ταῖς ἀκάνθαις ἐγκρύπτεται τῇ ἀπάτῃ τοῦ πλούτου συνεχῶς ἐμφωλεύων. Κἂν ἐκτέμῃς τὰς ἀκάνθας, φεύξεται ῥᾳδίως δειλὸς γενόμενος, κἂν ἐπᾴδειν εἰδῇς αὐτῷ τὰς θείας ἐπῳδὰς, τρωθήσεται εὐθέως. Εἰσὶ γὰρ ἡμῖν, εἰσὶν ἐπῳδαὶ πνευματικαὶ, τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ τοῦ σταυροῦ δύναμις. Αὕτη ἡ ἐπῳδὴ οὐχὶ τῶν χηραμῶν ἐξάγει μόνον, καὶ εἰς πῦρ ἐμβάλλει τὸν δράκοντα, ἀλλὰ καὶ τραύματα ἰᾶται. Εἰ δὲ καὶ πολλοὶ λέγοντες οὐκ ἰάθησαν, παρὰ τὴν αὐτῶν ὀλιγοπιστίαν, οὐ παρὰ τὴν ἀσθένειαν τοῦ λεχθέντος· ἐπεὶ καὶ τὸν Ἰησοῦν οἱ μὲν ὤθουν καὶ ἔθλιβον, καὶ οὐδὲν ἐκέρδαινον· ἡ δὲ αἱμοῤῥοοῦσα οὐδὲ τοῦ σώματος ἁψαμένη, ἀλλ' αὐτοῦ τοῦ κρασπέδου μόνον, χρονίους ἔστησεν αἱμάτων πηγάς. Τοῦτο τὸ ὄνομα καὶ δαίμοσι φοβερὸν καὶ πάθεσι καὶ νοσήμασι. Τούτῳ τοίνυν καλλωπιζώμεθα, τούτῳ τειχίζωμεν ἑαυτούς. Οὕτω καὶ ὁ Παῦλος ἐγένετο μέγας, καίτοι τῆς αὐτῆς φύσεως ἡμῖν κἀκεῖνος ἦν, ἀλλ' ἡ πίστις αὐτὸν ἄλλον ἀντ' ἄλλου πεποίηκε, καὶ τοσαύτη ἦν ἡ περιουσία, ὡς καὶ τὰ ἱμάτια αὐτοῦ πολλὴν ἔχειν ἰσχύν. Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἴ γε ἐκείνων μὲν καὶ αἱ σκιαὶ καὶ τὰ ἱμάτια θάνατον ἤλαυνον, ἡμῶν δὲ οὐδὲ αἱ εὐχαὶ τὰ πάθη καταστέλλουσι; Τί οὖν τὸ αἴτιον; Πολλὴ τῆς γνώμης ἡ διαφορά· ὡς τά γε τῆς φύσεως ἴσα καὶ κοινά· καὶ γὰρ ὁμοίως ἡμῖν καὶ ἐτέχθη καὶ ἐτράφη, καὶ τὴν γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσεν· ἀλλὰ τὰ ἄλλα πολὺ μείζων ἡμῶν ἦν καὶ βελτίων, τὸν ζῆλον, τὴν πίστιν, τὴν ἀγάπην. Μιμησώμεθα τοίνυν αὐτὸν, δῶμεν καὶ δι' ἡμῶν φθέγξασθαι τῷ Χριστῷ· ἐπιθυμεῖ μᾶλλον τοῦτο ἡμῶν αὐτὸς, καὶ διὰ τοῦτο τὸ ὄργανον κατεσκεύασε τοῦτο, καὶ οὐ θέλει μένειν ἄχρηστον αὐτὸ καὶ ἀργὸν, ἀλλ' ἀεὶ μετὰ χεῖρας ἔχειν αὐτὸ βούλεται. Τί τοίνυν οὐ παρασκευάζεις ἕτοιμον αὐτὸ τῇ τοῦ τεχνίτου χειρὶ, ἀλλὰ χαλᾷς τὰς νευρὰς, καὶ μαλακωτέρας ποιεῖς τῇ τρυφῇ, καὶ ἄχρηστον ὅλην κατασκευάζεις αὐτῷ τὴν κιθάραν, δέον ἐπισφίγγειν καὶ νευροῦν τὰ μέλη, καὶ ἐπιστύφειν τῷ ἅλατι τῷ πνευματικῷ; Ἂν γὰρ οὕτως ἡρμοσμένην αὐτὴν ἴδῃ, ἠχήσει καὶ διὰ τῆς ἡμετέρας ψυχῆς ὁ Χριστός. Τοιούτου δὲ γενομένου, καὶ ἀγγέλους ὄψει σκιρτῶντας καὶ ἀρχαγγέλους καὶ τὰ Χερουβίμ. Γενώμεθα τοίνυν ἄξιοι τῶν χειρῶν τῶν ἀμώμων· παρακαλέσωμεν αὐτὸν καὶ εἰς τὴν ἡμετέραν κροῦσαι καρδίαν· μᾶλλον δὲ οὐδὲ παρακλήσεως δεῖται· μόνον ἀξίαν αὐτὴν κατασκεύασον τῆς ἁφῆς ἐκείνης, καὶ αὐτὸς ἐπιδραμεῖταί σοι πρότερος. Εἰ γὰρ ὑπὲρ τῶν μελλόντων ἐπιτρέχει (οὔπω γὰρ τῷ Παύλῳ τοιούτῳ γεγενημένῳ τὸ ἐγκώμιον ὕφανεν), ὅταν ἀπηρτισμένον ἴδῃ, τί οὐκ ἐργάσεται; Ἂν δὲ Χριστὸς ἠχήσῃ, καὶ τὸ Πνεῦμα ἐπιπτήσεται πάντως, καὶ ἐσόμεθα τοῦ οὐρανοῦ βελτίους, οὐχ ἥλιον ἔχοντες ἐνεστιγμένον τῷ σώματι καὶ σελήνην, ἀλλὰ τὸν ἡλίου καὶ σελήνης καὶ ἀγγέλων Δεσπότην ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα ἡμῖν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα νεκροὺς ἀναστήσωμεν, οὐδὲ λεπροὺς ἵνα καθάρωμεν, ἀλλ' ἵνα τὸ πάντων τούτων σημεῖον μεῖζον ἐπιδειξώμεθα, τὴν ἀγάπην. Ὅπου γὰρ ἂν ᾖ τοῦτο τὸ καλὸν, εὐθέως καὶ ὁ Υἱὸς ἐφίσταται μετὰ τοῦ Πατρὸς, καὶ ἡ τοῦ Πνεύματος ἐπιφοιτᾷ χάρις. Οὗ γὰρ ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὃ πολλῆς διαθέσεώς ἐστι καὶ τῶν σφόδρα φιλούντων, τοὺς φιλουμένους ἑκατέρωθεν ἔχειν. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μὴ βούλεσθαι τὸν Χριστὸν ἔχειν μέσον; Ἡμεῖς οἱ πρὸς ἀλλήλους στασιάζοντες. Καὶ τάχα μου καταγελάσεταί τις καὶ ἐρεῖ, Τί λέγεις; ὁρᾷς πάντας ἡμᾶς ὑπὸ τοῖς αὐτοῖς τείχεσιν ὄντας, ὑπὸ τὸν αὐτὸν τῆς ἐκκλησίας σηκὸν, ὑπὸ τὴν αὐτὴν μάνδραν μεθ' ὁμονοίας ἑστῶτας, οὐδένα μαχόμενον, ὑπὸ τῷ αὐτῷ ποιμένι κοινῇ βοῶντας, κοινῇ τῶν λεγομένων ἀκροωμένους, κοινῇ τὰς εὐχὰς ἀναπέμποντας, καὶ μάχης μέμνησαι καὶ στάσεως; Μάχης μέμνημαι, καὶ οὐ μαίνομαι οὐδὲ ἐξέστηκα. Ὁρῶ μὲν γὰρ ἃ ὁρῶ, καὶ οἶδα ὅτι ὑπὸ τὸν σηκὸν τὸν αὐτόν ἐσμεν καὶ τὸν ποιμένα. Διὰ τοῦτο δὲ μάλιστα θρηνῶ, ὅτι τοσούτων ἡμᾶς συναγόντων πραγμάτων, στασιάζομεν. Καὶ ποίαν στάσιν, φησὶν, εἶδες ἐνταῦθα; Ἐνταῦθα μὲν οὐδεμίαν· ἐπειδὰν δὲ διαλυθῶμεν, ὁ δεῖνα τὸν δεῖνα κατηγορεῖ, ἕτερος ὑβρίζει φανερῶς, ἄλλος βασκαίνει, πλεονεκτεῖ καὶ ἁρπάζει. καὶ βιάζεται ἕτερος, ἄλλος ἐρᾷ κακῶς, ἄλλος μυρίους ῥάπτει δόλους. Καὶ εἰ τὰς ψυχὰς ἡμῶν ἐκκαλύψαι ἐνῆν, τότε ἂν εἴδετε ταῦτα πάντα ἀκριβῶς, καὶ ἔγνωτε ὅτι οὐ μαίνομαι.