Ancient Greek
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 8.1-3
Not analysed yet
Καὶ εἰ δοκεῖ, τοῦτο ἐπὶ τῶν τὰ ἀλλότρια ἁρπαζόντων ἐξετάσωμεν, ἢ καὶ τῶν ὁπωσοῦν χρήματα περιβαλλομένων· καὶ φόβους ἀποστήσαντες καὶ κινδύνους καὶ τρόμον καὶ ἀγωνίαν καὶ φροντίδα καὶ πάντα ταῦτα, ὑποθώμεθα εἶναί τινα ἀπραγμόνως πλουτοῦντα, καὶ περὶ τῆς φυλακῆς τῶν ὄντων θαῤῥοῦντα, ὅπερ ἀμήχανον, πλὴν ἀλλ' ὅμως κείσθω τῷ λόγῳ· ποίαν οὖν οὗτος καρπώσεται ἡδονήν; Ὅτι πολλὰ περιεβάλ[λ]ετο; Ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο οὐκ ἀφίησιν αὐτὸν εὐφραίνεσθαι· ἕως γὰρ ἂν τῶν ἑτέρων πλειόνων ἐπιθυμῇ, ἐπιτείνεται τὰ τῆς βασάνου. Ἡ γὰρ ἐπιθυμία ὅταν στῇ, τότε παρέχει τὴν ἡδονήν· ἐπεὶ καὶ οἱ διψῶντες τότε ἀνακτώμεθα ἑαυτοὺς, ὅταν ὅσον βουλόμεθα πίνωμεν· ἕως δ' ἂν διψῶμεν, κἂν πάσας ἐξαντλήσωμεν τὰς πηγὰς, μείζων ἡμῖν ἡ βάσανος γίνεται, κἂν μυρίους ἐκπίωμεν ποταμοὺς, χαλεπώτερα τὰ τῆς κολάσεως. Καὶ σὺ τοίνυν ἂν τὰ τοῦ κόσμου λάβῃς, ἔτι δὲ ἐπιθυμῇς, μείζονα εἰργάσω τὴν κόλασιν, ὅσῳ πλειόνων ἀπεγεύσω. Μὴ τοίνυν ἀπὸ τοῦ πολλὰ περιβάλλεσθαι νόμιζέ σοι προσγίνεσθαί τινα ἡδονὴν, ἀλλ' ἀπὸ τοῦ μὴ θέλειν πλουτεῖν· ἐὰν δὲ ἐπιθυμῇς πλουτεῖν, οὐδέποτε παύσῃ μαστιζόμενος. Ἔρως γάρ ἐστιν οὗτος ἀτέλεστος, καὶ ὅσῳπερ ἂν πλείονα προέλθῃς ὁδὸν, τοσούτῳ μᾶλλον τοῦ τέλους ἀφέστηκας. Ἆρ' οὖν οὐκ αἴνιγμα τοῦτο καὶ παραπληξία καὶ ἐσχάτη μανία; Ἀποστῶμεν τοίνυν ἐκ πρώτης τῶν κακῶν· μᾶλλον δὲ μηδὲ ὅλως ἁψώμεθα τῆς τοιαύτης ἐπιθυμίας· κἂν ἁψώμεθα δὲ, ἐκ προοιμίων ἀποπηδήσωμεν· ὅπερ ὁ Παροιμιαστὴς παραινεῖ περὶ πόρνης γυναικὸς λέγων· Ἀποπήδησον, μὴ ἐγχρονίσῃς, καὶ μὴ ἔλθῃς ἐπὶ θύρας οἴκων αὐτῆς. Τοῦτό σοι καὶ ἐγὼ περὶ τῆς φιλοχρηματίας λέγω. Ἂν γὰρ ἐμπέσῃς κατὰ μικρὸν εἰς τὸ πέλαγος εἰσιὼν τῆς μανίας ἐκείνης, δυσκόλως ἐπανελθεῖν δυνήσῃ· καὶ καθάπερ ἐν τοῖς ἴλιγξι κἂν μυριάκις φιλονεικῇς, οὐ περιέσῃ ῥᾳδίως· οὕτω, καὶ πολλῷ χαλεπώτερον, εἰς τὸ βάθος τῆς ἐπιθυμίας ταύτης ἐμπεσὼν, ἀπολεῖς σεαυτὸν μετὰ τῶν ὄντων ἁπάντων. Διὸ, παρακαλῶ, τὴν ἀρχὴν φυλαττώμεθα, καὶ τὰ μικρὰ φύγωμεν κακά· τὰ γὰρ μεγάλα ἀπὸ τούτων τίκτεται. Ὁ γὰρ καθ' ἕκαστον ἁμάρτημα μαθὼν λέγειν, Οὐδὲν παρὰ τοῦτο, κατὰ μικρὸν πάντα ἀπολεῖ. Τοῦτο γοῦν τὴν κακίαν εἰσήγαγε, τοῦτο τὰς θύρας ἀνέῳξε τῷ λῃστῇ, τοῦτο τῆς πόλεως τὰ τείχη κατέβαλε, τὸ καθ' ἕκαστον λέγειν· Οὐδὲν παρὰ τοῦτο. Οὕτω καὶ ἐπὶ τῶν σωμάτων τὰ μέγιστα αὔξεται νοσήματα, ὅταν τὰ μικρὰ καταφρονῆται. Ὁ Ἡσαῦ εἰ μὴ προέδωκε τὰ πρωτοτόκια, οὐκ ἂν ἀνάξιος ἐγένετο τῶν εὐλογιῶν· εἰ μὴ τῶν εὐλογιῶν ἀνάξιον ἑαυτὸν κατέστησεν, οὐκ ἂν εἰς ἀδελφοκτονίαν προελθεῖν ἐπεθύμησεν. Ὁ Κάϊν εἰ μὴ τῶν πρωτείων ἠράσθη, ἀλλὰ τῷ Θεῷ παρεχώρησε τούτων, οὐκ ἂν ἔσχε τὰ δευτερεῖα· τὰ δευτερεῖα ἔχων πάλιν, εἰ τῆς παραινέσεως ἤκουσεν, οὐκ ἂν ὤδινε τὸν φόνον· πάλιν τὸν φόνον ἐργασάμενος, εἰ πρὸς μετάνοιαν ἦλθε, τοῦ Θεοῦ καλοῦντος αὐτὸν, καὶ μὴ ἀναισχύντως ἀπεκρίνετο, οὐκ ἂν τὰ μετὰ ταῦτα ὑπέμεινε δεινά. Εἰ δὲ οἱ πρὸ τοῦ νόμου ἀπὸ τῆς ῥᾳθυμίας ταύτης κατὰ μικρὸν εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας ἦλθον, ἐννόησον τί πεισόμεθα ἡμεῖς οἱ πρὸς μείζονα καλούμενοι σκάμματα, ἂν μὴ μετὰ ἀκριβείας ἑαυτοῖς προσέχωμεν, καὶ τοὺς σπινθῆρας τῶν κακῶν, πρὶν ἢ τὴν πυρὰν ἀναφθῆναι, προλαβόντες σβεννύωμεν. Οἷόν τι λέγω· Ἐπιορκεῖς συνεχῶς; Μὴ πρὸς τοῦτο στῇς μόνον, ἀλλὰ καὶ τὸ ὀμνύναι ἄνελε, καὶ οὐ δεήσῃ πόνου λοιπόν· πολὺ γὰρ δυσκολώτερον, ὀμνύντα μὴ ἐπιορκεῖν, ἢ μηδὲ ὀμνύναι ὅλως. Ὑβριστὴς εἶ καὶ λοίδορος καὶ πλήκτης; Γράψον σεαυτῷ νόμον μὴ ὀργίζεσθαι μηδὲ κράζειν ὅλως, καὶ συναναιρεῖται τῇ ῥίζῃ καὶ ὁ καρπός. Λάγνος εἶ καὶ ἄσωτος; Τίθει σεαυτῷ πάλιν ὅρον, ὥστε μὴ ὁρᾷν εἰς γυναῖκα, μήτι δὲ εἰς τὸ θέατρον ἀναβαίνειν, μηδὲ ἐν ἀγορᾷ τὰ ἀλλότρια περιεργάζεσθαι κάλλη. Πολὺ γὰρ εὐκολώτερον, τὴν ἀρχὴν μηδὲ ἰδεῖν εὔμορφον γυναῖκα, ἢ θεασάμενον, καὶ δεξάμενον τὴν ἐπιθυμίαν, ἐκβάλλειν τὸν ἐκ ταύτης θόρυβον. Κουφότεροι γὰρ ἐν προοιμίοις οἱ ἀγῶνες· μᾶλλον δὲ οὐδὲ ἀγῶνος ἡμῖν δεῖ, ἂν μὴ τὰς θύρας ἀνοίξωμεν τῷ πολεμίῳ, μηδὲ τὰ σπέρματα τῆς κακίας δεξώμεθα. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ὁρῶντα εἰς γυναῖκα ἐκόλασεν, ἵνα πλείονος ἡμᾶς ἀπαλλάξῃ πόνου, πρὶν ἢ γενέσθαι τὸν ἀνταγωνιστὴν ἰσχυρὸν κελεύων ἐκβάλλειν τῆς οἰκίας, ὅτε καὶ εὐκόλως ἐκβάλλεσθαι δύναται. Ποία γὰρ ἀνάγκη πράγματα ἔχειν περιττὰ, καὶ συμπλέκεσθαι τοῖς ἀνταγωνισταῖς, παρὸν χωρὶς συμπλοκῆς στῆσαι τὸ τρόπαιον, καὶ πρὸ τῆς πάλης ἁρπάσαι τὸ βραβεῖον; Οὐ γὰρ τοσοῦτος πόνος μὴ ὁρᾷν γυναῖκας ὡραίας, ὅσος πόνος ὁρῶντα κατέχειν· μᾶλλον δὲ οὐδὲ πόνος τὸ πρότερον ἂν εἴη, ἀλλὰ πολὺς ἱδρὼς καὶ μόχθος μετὰ τὸ ἰδεῖν ἐγγίνεται.