Ancient Greek
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 9.1-3
Not analysed yet
Ὅταν οὖν καὶ ὁ πόνος ἐλάττων ᾖ, μᾶλλον δὲ μηδὲ ὅλως ᾖ μόχθος τις μηδὲ πόνος, καὶ τὸ κέρδος μεῖζον, τί σπουδάζομεν εἰς τὸ πέλαγος ἐμπεσεῖν τῶν μυρίων κακῶν; Οὐδὲ γὰρ εὐκολώτερον μόνον ὁ μὴ ὁρῶν γυναῖκα, ἀλλὰ καὶ καθαρώτερον περιέσται τῆς τοιαύτης ἐπιθυμίας, ὥσπερ οὖν ὁ ὁρῶν καὶ μετὰ πόνου πλείονος, καὶ μετὰ κηλῖδός τινος ἀπαλλάττεται, ἐὰν ἄρα ποτὲ ἀπαλλαγῇ. Ὁ μὲν γὰρ μὴ ἰδὼν τὴν εὔμορφον ὄψιν, καὶ τῆς ἐπιθυμίας τῆς ἐντεῦθέν ἐστι καθαρός· ὁ δὲ ἐπιθυμήσας ἰδεῖν, πρότερον καταβαλὼν τὸν λογισμὸν, καὶ μολύνας αὐτὸν μυριάκις, τότε ἐκβάλλει τὴν ἀπὸ τῆς ἐπιθυμίας κηλῖδα, ἐὰν ἄρα ἐκβάλῃ. Διὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς, ἵνα μὴ ταῦτα πάσχωμεν, οὐ φόνον κωλύει μόνον, ἀλλὰ καὶ ὀργήν· οὐ μοιχείαν, ἀλλὰ καὶ ὄψιν ἀκόλαστον· οὐκ ἐπιορκίαν, ἀλλὰ καὶ τὸ ὀμνύναι καθόλου. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τοῦ μέτρου τῆς ἀρετῆς, ἀλλ' ἐπειδὴ ταῦτα ἐνομοθέτησε, καὶ ἐπὶ τὸ μεῖζον πρόεισιν. Ἀποστήσας γὰρ τῶν φόνων, καὶ κελεύσας καθαρὸν εἶναι ὀργῆς, κελεύει καὶ πρὸς τὸ πάσχειν κακῶς ἕτοιμον εἶναι, καὶ μὴ τοσοῦτον παρεσκευάσθαι παθεῖν, ὅσον ὁ ἐπιβουλεύων βούλεται, ἀλλ' ὑπερβαίνειν περαιτέρω, καὶ νικᾷν αὐτοῦ τῆς μανίας τὴν ὑπερβολὴν τῇ τῆς οἰκείας φιλοσοφίας περιουσίᾳ. Οὐδὲ γὰρ εἶπεν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, φέρε γενναίως καὶ ἡσύχασον, ἀλλὰ προσέθηκε τούτῳ καὶ τὸ τὴν ἑτέραν αὐτῷ παρασχεῖν· Στρέψον γὰρ αὐτῷ, φησὶ, καὶ τὴν ἄλλην. Τοῦτο γὰρ ἡ λαμπρὰ νίκη, τὸ πλεῖον αὐτῷ παρασχεῖν ὧν βούλεται, καὶ τοὺς ὅρους τῆς πονηρᾶς ἐπιθυμίας αὐτοῦ τῇ δαψιλείᾳ τῆς οἰκείας ὑπερβῆναι μακροθυμίας. Οὕτω γοῦν καὶ τὴν ἐκείνου καταλύσεις μανίαν, καὶ τοῦ προτέρου λήψῃ μισθὸν ἐκ τοῦ δευτέρου, καὶ τὴν ἐπ' ἐκείνῳ καταλύσεις ὀργήν. Ὁρᾷς ὅτι πανταχοῦ τοῦ μὴ κακῶς πάσχειν ἡμεῖς ἐσμεν κύριοι, οὐχ οἱ ποιοῦντες ἡμᾶς; Μᾶλλον δὲ οὐ τοῦ μὴ πάσχειν κακῶς μόνον, ἀλλὰ καὶ τοῦ παθεῖν εὖ αὐτοὶ τὴν ἐξουσίαν ἔχομεν· ὃ δὴ μάλιστά ἐστι θαυμαστὸν, ὅτι οὐ μόνον οὐκ ἀδικούμεθα, ἐὰν νήφωμεν, ἀλλὰ καὶ εὐεργετούμεθα καὶ δι' αὐτῶν ὧν ἀδικούμεθα παρ' ἑτέρων. Σκόπει δέ· Ὕβρισεν ὁ δεῖνα; Σὺ κύριος εἶ ποιῆσαι τὴν ὕβριν ταύτην ἐγκώμιον σόν. Ἂν μὲν γὰρ ἀνθυβρίσῃς, ἐπέτεινες τὴν αἰσχύνην· ἐὰν δὲ εὐλογήσῃς τὸν ὑβρικότα, πάντας ὄψει τοὺς παρόντας στεφανοῦντάς σε καὶ ἀνακηρύττοντας. Εἶδες πῶς δι' ὧν ἀδικούμεθα εὐεργετούμεθα, ἂν θέλωμεν; Τοῦτο καὶ ἐπὶ χρημάτων, τοῦτο καὶ ἐπὶ πληγῶν, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ἔστιν ἰδεῖν συμβαῖνον. Ἂν γὰρ τοῖς ἐναντίοις αὐτοὺς ἀμειβώμεθα, καὶ ὑπὲρ ὧν κακῶς ἐπάθομεν, καὶ ὑπὲρ ὧν εὐεργετοῦμεν, διπλοῦν ἑαυτοῖς ὑφαίνομεν στέφανον. Ὅταν τοίνυν ἐλθών τις εἴπῃ, ὅτι Ὁ δεῖνά σε ὕβρισε, καὶ κακῶς σε πρὸς ἅπαντας λέγων διατελεῖ, ἐπαίνεσον πρὸς τοὺς λέγοντας τὸν ὑβρικότα· οὕτω γὰρ, κἂν ἀμύνασθαι βουληθῇς, δυνήσῃ δίκην λαβεῖν. Οἱ γὰρ ἀκούοντες κἂν σφόδρα ἀνόητοι ὦσι, σὲ μὲν ἐπαινέσονται, μισήσουσι δὲ ἐκεῖνον ὡς θηρίου παντὸς χαλεπώτερον, ὅτι ὁ μὲν οὐδὲν ἠδικημένος ἐλύπησε, σὺ δὲ καὶ κακῶς παθὼν, τοῖς ἐναντίοις ἠμείψω. Καὶ τὰ εἰρημένα δὲ πάντα οὕτω δεῖξαι δυνήσῃ ἕωλα ὄντα. Ὁ μὲν γὰρ δακνόμενος τοῦ συνειδέναι τοῖς εἰρημένοις ἀπόδειξιν παρέχεται τὸ ἀλγεῖν· ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἑαυτὸν ἀπήλλαξεν ὑποψίας. Σκόπει τοίνυν πόσα ἐκ τούτου συλλέγεις καλά· πρότερον ἀπαλλάττεις σεαυτὸν θορύβου καὶ ταραχῆς· εἶτα δὲ, μᾶλλον τοῦτο κείσθω πρῶτον, κἂν ἁμαρτήματα ἔχῃς, καὶ ταῦτα ἀποδύσῃ, καθάπερ ὁ τελώνης τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών. Πρὸς τούτοις, φιλόσοφον κατασκευάζεις σου τὴν ψυχὴν τῇ τοιαύτῃ μελέτῃ, καὶ μυρίων παρὰ πάντων ἀπολαύσεις ἐπαίνων, καὶ τὴν ἐπὶ τοῖς εἰρημένοις ὑποψίαν ἀποδύσῃ πᾶσαν. Εἰ δὲ καὶ ἐκεῖνον ἀμύνασθαι ἐπιθυμεῖς, καὶ τοῦτο ἐκ περιουσίας ἕψεται, καὶ τοῦ Θεοῦ κολάζοντος αὐτὸν ἀνθ' ὧν εἴρηκε, καὶ πρὸ τῆς κολάσεως ἐκείνης τῆς σῆς φιλοσοφίας ἀντὶ καιρίας αὐτῷ γινομένης πληγῆς. Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς δάκνειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς τῶν ὕβρεων καταγελᾷν. Ὥσπερ οὖν ἐκ τοῦ φιλοσοφεῖν τοσαῦτα ἔσται καλὰ, οὕτως ἐκ τοῦ μικροψύχους εἶναι τὰ ἐναντία συμβήσεται ἅπαντα. Καὶ γὰρ ἑαυτοὺς καταισχύνομεν, καὶ ὑπεύθυνοι παρὰ τοῖς παροῦσι δοκοῦμεν εἶναι τοῖς λεγομένοις, καὶ τὴν ψυχὴν θορύβου πληροῦμεν, καὶ τὸν ἐχθρὸν εὐφραίνομεν, καὶ τὸν Θεὸν παροξύνομεν, καὶ τοῖς ἁμαρτήμασι προστίθεμεν τοῖς ἡμετέροις. Ταῦτα οὖν ἅπαντα ἐννοήσαντες, φύγωμεν τῆς μικροψυχίας τὸ βάραθρον, καὶ πρὸς τὸν λιμένα τῆς μακροθυμίας καταδράμωμεν, ἵνα καὶ ἐνταῦθα εὕρωμεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν, καθὼς καὶ ὁ Χριστὸς ἀπεφήνατο, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.