Ancient Greek
Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ· εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6) 1.1-4
Not analysed yet
Εἰπὼν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ περὶ τῆς ἀφάτου αὐτοῦ περὶ ἡμᾶς κηδεμονίας, καὶ τίνας ὄντας ἡμᾶς τίνας εἰργάσατο, ἐπήγαγε καί φησι· Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ· τουτέστι, ταῦτα διαλέγεσθαι, καὶ ἀπὸ τούτων προτρέπειν ἐπὶ ἐλεημοσύνην. Οὐ γὰρ μόνον πρὸς ταπεινοφροσύνην ἡμῖν τὰ εἰρημένα ἁρμόσει, καὶ πρὸς τὸ μὴ ἐπαίρεσθαι καὶ ὀνειδίζειν ἑτέροις, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν ἄλλην ἀρετήν. Οὕτω γοῦν καὶ πρὸς Κορινθίους διαλεγόμενος φησί· Γινώσκετε ὅτι ὁ Κύριος ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐννοήσας τοῦ Θεοῦ τὴν κηδεμονίαν καὶ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, ἐπὶ τὴν ἐλεημοσύνην αὐτοὺς προτρέπει, οὐχ ἁπλῶς οὐδὲ παρέργως· ἀλλὰ τί; Ἵνα φροντίζωσι, φησὶ, καλῶν ἔργων προΐστασθαι· τουτέστι, καὶ ἀδικουμένοις βοηθεῖν, μὴ χρήμασι μόνον, ἀλλὰ καὶ προστασίαις, καὶ χήραις ἐπαμύνειν καὶ ὀρφανοῖς, καὶ πάντας τοὺς κακῶς πάσχοντας ἐν ἀσφαλείᾳ καθιστᾷν· τοῦτο γάρ ἐστι, Καλῶν ἔργων προΐστασθαι. Ταῦτα γάρ ἐστι, φησὶ, καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Τί ποτε βούλονται αἱ γενεαλογίαι; καὶ γὰρ καὶ ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ τίθησι τοῦτο λέγων· Μύθους καὶ γενεαλογίας ἀπεράντους. Τάχα καὶ ἐνταῦθα καὶ ἐκεῖ αἰνιττόμενος Ἰουδαίους, οἳ μέγα φρονοῦντες ἐπὶ τῷ πρόγονον ἔχειν τὸν Ἀβραὰμ, τῶν καθ' ἑαυτοὺς ἠμέλουν. Διὰ τοῦτο καὶ μωρὰς αὐτὰς καλεῖ καὶ ἀνωφελεῖς· μωρίας γὰρ ἐπὶ ἀνωφελέσι πράγμασι τὸ θαῤῥεῖν. Ἔρεις δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ἵνα μὴ κάμνωμεν εἰκῆ, ὅταν μηδὲν ᾖ κέρδος· τὸ γὰρ τέλος αὐτῶν οὐδέν. Ὅταν ᾖ τις διεστραμμένος, καὶ μηδ', ἂν ὁτιοῦν γένηται, προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων, δέον πονεῖν τὸν καλὸν τοῦτον πόνον εἰς τοὺς σοὺς τὰ περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς; πῶς οὖν ἑτέρωθί φησι, Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν, ἐνταῦθα δὲ, Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος; Ἐκεῖ μὲν περὶ τῆς τῶν ἐλπίδα ἐχόντων διορθώσεώς φησι, καὶ περὶ τῶν ἀντιδιατιθεμένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις εἰκῆ; τί τὸν ἀέρα δέρεις; Τί ἐστιν, Ὢν αὐτοκατάκριτος; Οὐ γὰρ ἔχει εἰπεῖν, ὅτι οὐδεὶς εἶπεν, οὐδεὶς ἐνουθέτησεν. Ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς ἐπιμένῃ, αὐτοκατάκριτος γίνεται. Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν. Τί λέγεις; ἐπιστήσας αὐτὸν τῇ Κρήτῃ, πάλιν καλεῖς πρὸς σεαυτόν; Οὐκ ἀπάγων αὐτὸν τῆς σχολῆς ἐκείνης, ἀλλὰ πλέον ῥυθμίζων. Ὅτι γὰρ οὐχ ὥστε περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ πρὸς ἑαυτὸν, ἄκουσον τί φησιν· Ὅτι ἐκεῖ κέκρικα παραχειμάσαι. Ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ· αὐτοὶ δὲ οὐδέπω τῶν ἐγχειρισθέντων ἦσαν, ἀλλὰ τῶν συνόντων αὐτῷ· σφοδρότερος δὲ ἦν ὁ Ἀπολλὼς, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς, καὶ ἀνὴρ λόγιος. Εἰ τοίνυν νομικὸς ἦν ἐκεῖνος, οὐκ ἔδει παρ' ἑτέρων αὐτὸν, φησὶ, τρέφεσθαι. Ἀλλὰ νομικὸν ἐνταῦθά φησι τὸν τῶν Ἰουδαϊκῶν νόμων ἔμπειρον· ὡσεὶ ἔλεγεν, Ἐν πάσῃ ἀφθονίᾳ αὐτοὺς κατάστησον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἤτοι τοὺς αὐτὸν φιλοῦντάς φησιν, ἢ τοὺς πιστοὺς ἄνδρας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.