Ancient Greek
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6) 5-2
Not analysed yet
Εὐχαριστῶμεν οὖν τῷ Θεῷ, καὶ μηδὲν τοῖς ἄλλοις ὀνειδίζωμεν, μηδὲν ἐγκαλῶμεν, ἀλλὰ παρακαλῶμεν μᾶλλον, εὐχώμεθα ὑπὲρ αὐτῶν, συμβουλεύωμεν, παραινῶμεν, κἂν ὑβρίζωσι, κἂν λακτίζωσι· τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦντες. Ἀλλ' οἱ πρὸς τὴν ὑγείαν ἐκείνων σπεύδοντες πάντα φέρουσι, πάντα πράττουσι, κἂν μηδὲν ἀνύωσιν, ἵνα μὴ ἑαυτοῖς ἐγκαλῶσιν ὥσπερ ἠμεληκόσιν. Ἢ οὐκ ἴστε ὅτι πολλάκις ἰατροῦ ἀπογνόντος τοῦ κάμνοντος, ἕτερός τίς φησι τῶν προσηκόντων πρὸς αὐτόν· Θεραπείαν πάλιν πρόσαγε, καὶ μηδὲν ἐλλίπῃς, ἵνα μηδὲν ἐμαυτῷ ἐγκαλῶ, ἵνα μηδὲν μέμφωμαι, ἵνα μὴ κατηγορεῖν ἔχω ἐμαυτοῦ; Οὐχ ὁρᾶτε πόσην οἱ προσήκοντες περὶ τοὺς ἐπιτηδείους ποιοῦνται τὴν πρόνοιαν; πόσα ὑπὲρ τούτου πράττουσι, καὶ ἰατροὺς παρακαλοῦντες, καὶ προσεδρεύοντες διαπαντός; Κἂν τούτους μιμώμεθα· καίτοι γε οὐχ ὑπὲρ τῶν ἴσων ἡ φροντίς. Νῦν δὲ τὸ μὲν σῶμα κάμνοντος τοῦ παιδὸς οὐκ ἂν παραιτήσαιτό τις καὶ μακρὰν ἀποδημίαν στείλασθαι, ὥστε λῦσαι τὴν νόσον· τῆς δὲ ψυχῆς κακῶς ἐχούσης, οὐδεὶς οὐδένα ποιεῖται λόγον· ἀλλὰ πάντες ἀναπεπτώκαμεν, πάντες ῥᾳθυμοῦμεν, πάντες ὀλιγωροῦμεν, καὶ παῖδας καὶ γυναῖκας καὶ ἡμᾶς αὐτοὺς περιορῶντες ἁλισκομένους ἀπὸ τῆς νόσου ταύτης τῆς χαλεπῆς. Ἀλλ' ὕστερον λαμβάνομεν τὴν αἴσθησιν. Ἐννοήσατε ὡς αἰσχρὸν καὶ σφόδρα καταγέλαστον ὕστερον λέγειν, Οὐ προσεδοκῶμεν, οὐκ ἠλπίζομεν τοῦτο ἔσεσθαι· οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνον. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ τῶν ἀνοήτων ἐστὶ τὸ τὰ μέλλοντα μὴ προορᾷν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι, ὅτε καὶ ἀκούομεν νῦν πολλῶν συμβουλευόντων καὶ λεγόντων τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα. Ἀντεχώμεθα τοίνυν τῆς ἐλπίδος ἐκείνης, φροντίζωμεν τῆς σωτηρίας τῆς ἡμετέρας, τὸν Θεὸν ἐπὶ πᾶσι παρακαλῶμεν, ὥστε χεῖρα ὀρέξαι. Μέχρι τίνος ῥᾴθυμοι; μέχρι τίνος ἀμελεῖς; μέχρι τίνος καταφρονοῦμεν ἑαυτῶν, καὶ τῶν ὁμοδούλων ἡμῶν; αὐτὸς πλουσίως ἐξέχεεν εἰς ἡμᾶς τὴν τοῦ Πνεύματος χάριν. Ἐννοήσωμεν τοίνυν ὅσην χάριν ἐπὶ ἡμᾶς ἐνεδείξατο, καὶ τοσαύτην καὶ ἡμεῖς σπουδὴν ἐπιδειξώμεθα· μᾶλλον δὲ τοσαύτην μὲν οὐ δυνατὸν, κἂν γοῦν ἐλάττονα. Ἂν γὰρ καὶ μετὰ τὴν χάριν ταύτην ὦμεν ἀναίσθητοι, μείζων ἡμῖν ἔσται ἡ κόλασις. Εἰ μὴ ἦλθον γὰρ, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν. Ἀλλὰ μὴ γένοιτο ταῦτα περὶ ἡμῶν εἰπεῖν, ἀλλὰ γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.