Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6) 3.1
Not analysed yet
Ὅρα δὲ πῶς ἃ τοῖς μαθηταῖς καὶ τοῖς πολλοῖς ἐπεύχεται, ταῦτα καὶ τῷ διδασκάλῳ· ὁμοίως γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιούτων εὐχῶν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πλείονας ἔχθρας ἔχει, ὅσῳ καὶ πλείονας ἀνάγκας τοῦ προσκρούειν τῷ Θεῷ. Ὅσῳ γὰρ μέγα τὸ ἀξίωμα, τοσούτῳ μείζους καὶ οἱ κίνδυνοι τῷ τὴν ἱερωσύνην ἔχοντι· ἀρκεῖ γὰρ καὶ ἓν κατόρθωμα ἐπισκοπῆς ἀνενεγκεῖν εἰς τὸν οὐρανὸν, καὶ ἓν ἁμάρτημα εἰς αὐτὴν ἐμβαλεῖν τὴν γέενναν. Ἵνα γὰρ τὰ ἄλλα πάντα παρῶ τὰ καθ' ἑκάστην ἡμέραν συμπίπτοντα, ἂν τύχῃ ποτέ τινα ἢ διὰ φιλίαν, ἢ δι' ἄλλην τινὰ αἰτίαν ἀνάξιον εἰς ἐπισκοπὴν παραγαγὼν, καὶ πόλεως ἐπιτρέψας μεγάλης ἀρχὴν, ὅρα πόσου πυρὸς ἑαυτὸν καθίστησιν ἔνοχον. Οὐ γὰρ τῶν ψυχῶν τῶν ἀπολλυμένων μόνον (ἀπόλλυσι γὰρ αὐτὰς ἀνευλαβὴς ὢν), ἀλλὰ καὶ πάντων τῶν ὑπ' ἐκείνου πραττομένων αὐτὸς δώσει τὰς εὐθύνας. Ὁ γὰρ ἐν τάξει ἰδιώτου ὢν ἀνευλαβὴς, πολλῷ μᾶλλον, ὅταν ἐπιλάβηται τῆς ἀρχῆς· ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ μεῖναι τοιοῦτον ἐπιλαβόμενον τῆς ἀρχῆς. Καὶ γὰρ κενοδοξία τότε σφοδρότερον ἐπιτίθεται, καὶ χρημάτων ἔρως, καὶ αὐθάδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ προσκρούσματα καὶ ὕβρεις καὶ λοιδορίαι καὶ μυρία ἕτερα. Ἂν οὖν τις ἀνευλαβὴς ᾖ, μᾶλλον ἔσται ἀνευλαβέστερος τοιοῦτος γενόμενος. Ὅταν οὖν τοιοῦτον ἐπιστήσῃ ἄρχοντα, πάντων τῶν ἁμαρτανομένων ὑπ' ἐκείνου, καὶ δήμων ὁλοκλήρων ὑπεύθυνος ἔσται. Εἰ δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ὁ τὰς τοσαύτας ψυχὰς σκανδαλίζων, πόλεις ὁλοκλήρους καὶ δήμους καὶ μυρίας ψυχὰς, ἄνδρας, γυναῖκας, παῖδας, πολίτας, γεωργοὺς, τοὺς ἐν αὐτῇ τῇ πόλει, τοὺς ἐν ἑτέραις ταῖς ὑπ' ἐκείνην τὴν πόλιν, τί ὑποστήσεται; Κἂν γὰρ τριπλασίονα ἑτέραν εἴπῃς, οὐδὲν ἐρεῖς· τοσαύτης ἔσται ὑπεύθυνος κολάσεως καὶ τιμωρίας. Ὥστε μάλιστα οὗτος δεῖται τῆς χάριτος τοῦ Θεοῦ καὶ τῆς εἰρήνης· ἂν γὰρ μὴ μετὰ ταύτης κυβερνᾷ τὸν λαὸν, πάντα οἴχεται καὶ ἀπόλωλε, τῶν οἰάκων αὐτῷ οὐκ ὄντων. Κἂν γὰρ ἔμπειρος ᾖ τῆς κυβερνητικῆς, ἂν μὴ τοὺς οἴακας τούτους ἔχῃ, τὴν χάριν καὶ τὴν εἰρήνην τὴν παρὰ τοῦ Θεοῦ, καταδύσει τὸ σκάφος καὶ τοὺς ἐμπλέοντας. Ὅθεν ἔμοιγε θαυμάζειν ἔπεισι τοὺς ἐφιεμένους ὄγκου τοσούτου. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐχ ὁρᾷς τίνος ἐφίεσαι; Κατὰ σαυτὸν ἂν ᾖς καὶ ἀγνὼς καὶ ἄσημος, κἂν μυρία ἁμάρτῃς, ἀλλὰ μιᾶς ψυχῆς δώσεις λόγον, καὶ ταύτης εὐθύνας ὑφέξεις μόνον· ὅταν δὲ εἰς τὴν ἀρχὴν ταύτην ἀχθῇς, ἐννόησον ὅσων κεφαλῶν ὑπεύθυνος εἶ τιμωρίας. Ἄκουε γὰρ Παύλου λέγοντος· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον δώσοντες. Ἀλλὰ τιμῆς ἐφίεσαι καὶ ἀρχῆς· Καὶ τίς ἡ ἡδονὴ ταύτης τῆς τιμῆς; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁρῶ· οὐ γὰρ ἔστι δυνατὸν ἄρχοντα εἶναι ἀληθῶς. Πῶς; Ὅτι ἐν τῇ ἐξουσίᾳ κεῖται τῶν ἀρχομένων τὸ ὑπακούειν. Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ πρᾶγμα, οὐκ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος, ἀλλὰ δουλεύει μυρίοις δεσπόταις ἐναντία καὶ ἐπιθυμοῦσι καὶ λέγουσιν. Ὅπερ γὰρ ἐγκωμιάζει εἷς, μέμφεται ἕτερος· ὅπερ ψέγει οὗτος, θαυμάζει ἄλλος. Τίνος οὖν ἀκοῦσαι χρὴ, τίνι πεισθῆναι; Οὐκ ἔστι. Καὶ ὁ μὲν ἀργυρώνητος, κἂν ἐναντία ὁ δεσπότης αὐτῷ προστάξῃ, καὶ δυσχεραίνει· σὺ δὲ, ἂν τοσούτων δεσποτῶν ἐναντία ἐπιταττόντων ἀλγήσῃς, καὶ τούτου δίδως δίκην, τὰ πάντων ἐπὶ σὲ στόματα ἀνοίγων. Τοῦτο οὖν, εἰπέ μοι, τιμή; τοῦτο ἀρχή; τοῦτο ἐξουσία;