Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6) 4.1
Not analysed yet
Εἶπεν ὁ τὴν ἐπισκοπὴν ἔχων, εἰσενεγκεῖν χρήματα· ἂν μὴ θέλῃ, οὐ μόνον οὐκ εἰσήνεγκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ μὴ δόξαι ῥᾳθυμίας ἕνεκεν τοῦτο ποιεῖν, κατηγορεῖ τοῦ κελεύσαντος· κλέπτει, φησὶν, ἁρπάζει, καταπίνει τὰ τῶν πενήτων, κατεσθίει τὰ τῶν πτωχῶν. Παῦσαι λοιδορῶν· μέχρι τίνος ταῦτα φής; Οὐ βούλει εἰσενεγκεῖν; οὐδεὶς ὁ καταναγκάζων, οὐδεὶς ὁ βιαζόμενος· τί καὶ λοιδορῇ τῷ παραινοῦντι καὶ συμβουλεύοντι; Ἀλλ' εἰς χρείαν τις κατέστη, καὶ οὐκ ὤρεξε χεῖρα μὴ δυνηθεὶς, ἢ καὶ ἑτέρωθι ἀσχοληθείς. Οὐδεμία συγγνώμη, ἀλλὰ πάλιν κατηγορίαι χείρους τῶν προτέρων. Τοῦτο γοῦν ἀρχή; Καὶ ἀμύνασθαι οὐκ ἔχει· σπλάγχνα γάρ ἐστιν ἴδια. Καὶ ὥσπερ τὸ σπλάγχνον, κἂν οἰδαίνῃ, κἂν πόνον παρέχῃ καὶ τῇ κεφαλῇ καὶ τῷ λοιπῷ σώματι, οὐ τολμῶμεν ἀμύνασθαι· οὐ γὰρ λαβόντες ξίφος διαῤῥηγνύομεν· οὕτω κἂν τῶν ἀρχομένων τις τοιοῦτος ᾖ, πόνους ἡμῖν παρέχων καὶ ἀθυμίας ἐκ τῶν κατηγοριῶν τούτων, οὐ τολμῶμεν ἀμύνασθαι· πόῤῥω γὰρ ταῦτα πατρικῆς διανοίας, ἀλλ' ἀνάγκη φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖνος ὑγιάνῃ καλῶς. Ὁ ἀργυρώνητος οἰκέτης ἔχει τι ἔργον ἐπιτεταγμένον, κἂν τοῦτο ἀνύσῃ, λοιπὸν ἑαυτοῦ κύριος γίνεται· οὗτος δὲ πανταχοῦ περιέλκεται, πολλὰ καὶ τῶν ὑπὲρ δύναμιν ἀπαιτεῖται· ἂν μὴ εἰδῇ λέγειν, πολὺς ὁ γογγυσμός· ἂν δὲ εἰδῇ λέγειν, πάλιν κατηγορίαι, Κενόδοξός ἐστιν· ἂν μὴ νεκροὺς ἀνιστᾷ, Οὐδενὸς λόγου ἄξιος, φησίν· ὁ δεῖνα εὐλαβής ἐστιν, οὗτος δὲ οὔ. Ἂν ἀπολαύῃ συμμέτρου τροφῆς, πάλιν κατηγορίαι· Ἔδει αὐτὸν ἀπηγχονίσθαι, φησίν· ἂν λουόμενον ἴδῃ τις, πολλαὶ κατηγορίαι· Ὅλως οὐδὲ τὸν ἥλιον ὁρᾷν ὀφείλει, φησίν. Εἰ δὲ τὰ αὐτὰ πράττει, ἅπερ ἐγὼ, καὶ λούεται καὶ ἐσθίει καὶ πίνει καὶ ἱμάτια περιβέβληται, καὶ οἰκίας φροντίζει καὶ οἰκετῶν, τίνος ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ καὶ οἰκέτας ἔχει, φησὶ, τοὺς διακονουμένους αὐτῷ, καὶ ἐπὶ ὄνου ὀχεῖται· τίνος οὖν ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ τί, εἰπέ μοι, οὐκ ὀφείλει τὸν διακονούμενον ἔχειν, ἀλλ' αὐτὸς τὸ πῦρ ἀνακαίειν, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ εἰς ἀγορὰν ἐμβάλλειν; καὶ πόση τοῦτο αἰσχύνη γίνεται; Καὶ οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄνδρες, οἱ ἀπόστολοι, τὸν τῷ λόγῳ προσκαρτεροῦντα οὐδὲ διακονίᾳ χηρῶν βούλονται προσανέχειν, ἀλλ' ἀνάξιον αὐτοῦ τὸ πρᾶγμα εἶναι νομίζουσι· σὺ δὲ αὐτὸν καὶ εἰς τὴν οἰκετῶν ὑπηρεσίαν καθέλκεις τῶν σῶν; Διὰ τί ὁ ταῦτα ἐπιτάττων οὐ παρέρχῃ σὺ, καὶ ταῦτα πληροῖς; εἰπέ μοι, οὐχὶ μείζονά σοι διακονεῖται ὑπηρεσίαν, ἢ σὺ τὰ σωματικά; διὰ τί μὴ τὸν παῖδα πέμπεις τὸν σὸν πρὸς τὴν τούτου ὑπηρεσίαν; Ὁ Χριστὸς ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· σὺ θεραπείαν ἂν παράσχῃς τῷ διδασκάλῳ, μέγα τι ποιεῖς; Ἀλλ' οὔτε σὺ βούλει παρασχεῖν, καὶ αὐτὸν κωλύεις. Τί οὖν; ἀπὸ τοῦ οὐρανοῦ ζῇν ὀφείλει; Ἀλλ' οὐ βούλεται οὕτως ὁ Θεός. Τί οὖν; οἱ ἀπόστολοι, φησὶν, ἐλευθέρους εἶχον δουλεύοντας; Βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς οἱ ἀπόστολοι διῆγον; ἀποδημίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετίθεσαν τὰς ἑαυτῶν. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου παραινοῦντος καὶ λέγοντος· Τοὺς οὖν τοιούτους ἐντίμους ἔχετε· καὶ πάλιν, Διὰ τὸ ἔργον τοῦ Θεοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Ὁρᾷς τί φησι; Σὺ δὲ οὐδὲ λόγον προΐεσαι ὑπὲρ τοῦ πατρὸς τοῦ σοῦ, μήτι γε κίνδυνον τοσοῦτον ἀναδέχῃ. Ἀλλὰ λούεσθαι, φησὶν, οὐ χρή. Διὰ τί, εἰπέ μοι; ποῦ τοῦτο κεκώλυται; οὐδὲ γὰρ ὁ ῥύπος καλόν. Οὐδαμοῦ ταῦτα ὁρῶμεν, οὔτε ἐγκαλούμενα, οὔτε θαυμαζόμενα. Ἄλλα γάρ ἐστιν ἅπερ ἐπέταξε τὸν ἐπίσκοπον ἔχειν, ἀνέγκλητον εἶναι, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν· ταῦτα ἀπαιτεῖ ὁ Ἀπόστολος, ταῦτα χρὴ ἐπιζητεῖν παρὰ τοῦ ἄρχοντος, περαιτέρω δὲ μηδέν. Οὐκ εἶ τοῦ Παύλου ἀκριβέστερος, μᾶλλον δὲ οὐκ εἶ τοῦ Πνεύματος ἀκριβέστερος. Ἂν ᾖ πλήκτης, ἢ καὶ πάροινος, ἂν ὠμὸς καὶ ἀνηλεὴς, κατηγόρει· ἀνάξια ταῦτα τοῦ ἐπισκόπου· ἂν τρυφᾷ, καὶ τοῦτο κατηγορία· ἂν δὲ θεραπεύῃ τὸ σῶμα ἵνα σοὶ διακονῇ, ἂν ἐπιμελῆται ἵνα σοὶ χρήσιμος ᾖ, ὑπὲρ τούτων αὐτὸν ἐγκαλεῖσθαι δεῖ; Οὐκ οἶδας ὅτι ἀσθένεια σωματικὴ τῆς κατὰ ψυχὴν ἀσθενείας οὐχ ἧττον καὶ ἡμᾶς βλάπτει, καὶ τὴν Ἐκκλησίαν; Διὰ τί διορθοῦται αὐτὴν ὁ Παῦλος γράφων τῷ Τιμοθέῳ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας; εἰ μὲν γὰρ ψυχῇ μόνῃ τὴν ἀρετὴν κατορθοῦμεν, οὐκ ἔδει φροντίζειν τοῦ σώματος. Τί δὲ ὅλως καὶ γεγόναμεν; Εἰ δὲ πολλὴ τούτου ἡ συντέλεια, πῶς οὐκ ἐσχάτης ἐστὶν ἀνοίας ἀμελεῖν τούτου; Ἔστω γάρ τις ἀνὴρ ἐπισκοπῇ τετιμημένος καὶ τοῦ κοινοῦ τῆς Ἐκκλησίας τὴν προστασίαν ἐγκεχειρισμένος, καὶ τὰ μὲν ἄλλα ἔστω ἐνάρετος καὶ πάντα ἔχων ἅπερ ἔχειν ἁρμόζει τὸν ἱερωμένον, διαπαντὸς δὲ τῇ κλίνῃ προσδεδέσθω ὑπὸ πολλῆς ἀῤῥωστίας, τί οὗτος ὀνῆσαι δυνήσεται; ποίαν ἀποδημίαν στείλασθαι; ποίας ἐπισκέψεις ποιήσασθαι; τίνι ἐπιπλῆξαι; τίνα νουθετῆσαι; Ταῦτα εἶπον, ἵνα εἰδῆτε μὴ ἁπλῶς ἐγκαλεῖν, ἵνα εἰδῆτε μᾶλλον ἀποδέχεσθαι, ἵνα καὶ εἴ τις ἐφίεται τῆς ἀρχῆς, τὰς νιφάδας τῶν κατηγοριῶν ὁρῶν, τὴν τοιαύτην ἐπιθυμίαν σβεννύῃ. Μέγας ὄντως κίνδυνος καὶ τῆς τοῦ Θεοῦ δεόμενος χάριτος καὶ τῆς εἰρήνης, ἣν ἐπεύχεσθε ἡμῖν εἶναι πολλὴν, καὶ ἡμεῖς ὑμῖν· ἵνα ἀμφότεροι κατορθώσαντες τὴν ἀρετὴν, οὕτω τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.