Ancient Greek
Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6) 3.1-2
Not analysed yet
Οὐδὲν γάρ ἐστιν, ὃ μὴ λυμαίνεται ταῦτα τὰ πάθη· ἀλλ' ὥσπερ πνεύματά τινα ἄγρια εἰς γαληνὸν ἐμπεσόντα πέλαγος, ὅλον αὐτὸ κάτωθεν ἀναμοχλεύει, ὡς καὶ τὴν ἄμμον τοῖς κύμασιν ἀναμίγνυσθαι· οὕτω ταῦτα τὰ πάθη εἰς ψυχὴν εἰσιόντα, πάντα ἄνω καὶ κάτω ποιεῖ, πηροῖ τὸ διορατικὸν τῆς διανοίας, μάλιστα δὲ ἡ τῆς δόξης μανία. Χρημάτων μὲν γὰρ εὔκολον καταφρονῆσαι τῷ βουλομένῳ· τῆς δὲ παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, πολλοῦ δεῖ πόνου, μεγάλης φιλοσοφίας, ψυχῆς τινος ἀγγελικῆς αὐτῆς ἁπτομένης τῆς κορυφῆς τῆς τοῦ οὐρανοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτω πάθος τυραννικὸν καὶ πανταχοῦ κρατοῦν, ἐκ πλείονος μὲν καὶ ἐλάττονος μοίρας, πανταχοῦ δὲ ὅμως. Πῶς ἂν οὖν αὐτοῦ περιγενοίμεθα, εἰ καὶ μὴ κατὰ κράτος, ἀλλὰ κἂν ἐξ ἐλαχίστου μέρους; Ἂν εἰς τὸν οὐρανὸν ἀναβλέπωμεν, ἂν τὸν Θεὸν σχῶμεν πρὸ ὀφθαλμῶν, ἂν μείζω τῶν γηίνων λάβωμεν λογισμόν. Ἐννόησον, ὅταν ἐπιθυμῇς δόξης, ὅτι αὐτῆς ἐπέτυχες, καὶ μάθε τὸ τέλος, καὶ οὐδὲν εὑρήσεις· ἐννόησον ὅσην ἔχει τὴν ζημίαν τὸ πρᾶγμα, ὅσων καὶ ἡλίκων ἀποστερεῖ ἀγαθῶν· τοὺς μὲν γὰρ πόνους ὑποστήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερηθήσῃ καὶ τῶν ἐπάθλων· ἐννόει ὅτι οἱ πλεῖστοι κακοὶ, καὶ καταφρόνησον αὐτῶν τῆς δόξης. Καθ' ἕνα ἕκαστον ἀναλόγισαι τίς ἐστι, καὶ ὄψει τὸ πρᾶγμα γέλωτος γέμον· ὄψει ὅτι αἰσχύνη μᾶλλον, ἢ δόξα τὸ πρᾶγμά ἐστι· καὶ μετὰ ταῦτα ἀνάγαγε τὸν λογισμὸν ἐπὶ τὸ ἄνω θέατρον. Ὅταν ἀγαθόν τι πράττων ἐννοῇς, ὅτι δεῖ καὶ ἀνθρώποις δεῖξαι, καί τινας ἐπιζητῇς θεατὰς τοῦ πράγματος, καὶ ὠδίνῃς ὥστε ὀφθῆναι· ἐννόησον ὅτι ὁ Θεὸς ὁρᾷ, καὶ πᾶσαν ἐκείνην σβεννύεις τὴν ἐπιθυμίαν· ἀναχώρησον ἐκ τῆς γῆς, πρὸς ἐκεῖνο ἴδε τὸ θέατρον τὸ ἐν τοῖς οὐρανοῖς. Ἄνθρωποι κἂν ἐπαινέσωσιν, ἀλλ' ὕστερον ἐμέμψαντο, ἀλλὰ φθονοῦσιν, ἀλλ' ἐπιλαμβάνονται· κἂν μὴ τοῦτο ποιῶσιν, οὐδὲν ὅλως ὠφελήσουσι τὸν ἐπαινούμενον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ χαίρει ἐπαινῶν ἡμῶν τὰ κατορθώματα. Εἶπες ὀρθῶς, καὶ κρότων ἐπέτυχες; καὶ τί τὸ κέρδος; Εἰ μὲν γὰρ ὠφελήθησαν οἱ κροτήσαντες καὶ μετεβάλοντο καὶ βελτίους ἐγένοντο, καὶ τῶν προτέρων κακῶν ἀπέστησαν, δεῖ χαίρειν ὄντως, οὐκ ἐπὶ τοῖς ἐπαίνοις τοῖς γενομένοις, ἀλλ' ἐπὶ τῇ μεταβολῇ τῇ καλῇ καὶ θαυμαστῇ. Εἰ δὲ διαπαντὸς μὲν ἐπαινοῦντες καὶ θορυβοῦντες καὶ κροτοῦντες διατελοῦσι, καρποῦνται δὲ οὐδὲν ἀπὸ τῶν κρότων, ἀλγεῖν μᾶλλον χρὴ, ὅτι αὐτοῖς εἰς κρῖμα ταῦτα γίνεται. Ἀλλ' ἐπὶ εὐλαβείᾳ δόξαν ἔχεις; Ἂν μὲν ὄντως ᾖς εὐλαβὴς, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρὸν, χαίρειν δεῖ, οὐκ ἐπειδὴ δοκεῖς, ἀλλ' ἐπειδὴ εἶ· ἂν μέντοι μὴ ὢν, τῆς τῶν πολλῶν δόξης ἐπιθυμῇς, ἐννόει ὅτι οὐχ οὗτοι κρινοῦσιν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν, ἀλλ' ὁ τὰ λανθάνοντα μετὰ ἀκριβείας ἐπιστάμενος. Εἰ δὲ συνειδὼς ἑαυτῷ ἁμαρτήματα, καθαρὸς εἶναι παρὰ πᾶσιν ὑποπτεύῃ, οὐ μόνον οὐ χαίρειν δεῖ, ἀλλὰ καὶ ἀλγεῖν καὶ στένειν πικρὸν, τὴν ἡμέραν ἐννοοῦντα συνεχῶς, καθ' ἣν πάντα ἀποκαλύπτεται, καθ' ἣν τὰ κρυπτὰ τοῦ σκότους φωτίζεται. Τιμῆς ἀπολαύεις; διακρούου ταύτην, εἰδὼς ὅτι σε ὀφειλέτην καθίστησιν. Οὐδείς σοι παρέχει τιμήν; καὶ χαίρειν δεῖ ἐπὶ τούτῳ· καὶ γάρ σοι μετὰ τῶν ἄλλων καὶ τοῦτο ὁ Θεὸς προβαλεῖται, ὅτι τιμῆς ἀπήλαυσας. Ἢ οὐχ ὁρᾷς, ὡς μετὰ τῶν ἄλλων εὐεργεσιῶν καὶ τοῦτο ἐγκαλεῖ ὁ Θεὸς διὰ τοῦ προφήτου· Ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν; Κἂν τοῦτο τοίνυν κερδανεῖς, ὅτι οὐκ ἔσῃ ὑπεύθυνος μείζονι τιμωρίᾳ. Ὁ μὲν γὰρ μὴ τιμώμενος ἐν τῷ παρόντι βίῳ, καὶ καταφρονούμενος καὶ οὐδὲ λόγου τινὸς ἀπολαύων, ἀλλὰ καὶ ὑβριζόμενος καὶ διαπτυόμενος, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν καρποῦται τὸ μὴ καὶ τούτου ὑπεύθυνος εἶναι, τοῦ τιμηθῆναι παρὰ τῶν ὁμοδούλων. Καὶ διὰ πολλὰ δὲ ἕτερα κερδαίνει ἐντεῦθεν· συστέλλεται, ταπεινοῦται, οὐδὲ, ἐὰν θέλῃ, μέγα φρονήσει ποτὲ, εἰ ἑαυτῷ μᾶλλον προσέχει. Ὁ μέντοι πολλῆς ἀπολαύων τιμῆς, πρὸς τῷ καὶ ὀφλημάτων εἶναι μεγάλων ὑπεύθυνος, καὶ εἰς ἀπόνοιαν αἴρεται καὶ εἰς κενοδοξίαν, καὶ γίνεται δοῦλος ἀνθρώπων. Εἶτα τῆς δεσποτείας ταύτης αὐξομένης, πολλὰ ἀναγκάζεται ποιεῖν, ὧν οὐ βούλεται.