Ancient Greek
Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Titum (homiliae 1-6) 4.1-2
Not analysed yet
Ὡς οὖν εἰδότες ὅτι τοῦτο βέλτιον ἡμῖν, ἢ ἐκεῖνο, μήτε ζητῶμεν τιμὰς, καὶ τὰς παρεχομένας διακρουώμεθα, ἀποῤῥίπτωμεν ἀφ' ἑαυτῶν, σβεννύωμεν τὴν ἐπιθυμίαν ταύτην. Ταῦτα καὶ πρὸς ἄρχοντας καὶ πρὸς ἀρχομένους ἡμῖν εἴρηται. Ψυχὴ γὰρ τιμῆς ἐπιθυμοῦσα καὶ τοῦ δοξάζεσθαι, οὐκ ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, οὐδὲ ἐμαυτοῦ λέγω ῥήματα, ἀλλὰ τοῦ θείου Πνεύματος· οὐκ ὄψεται, κἂν ἀρετὴν ἐργάζηται. Ἀπέχουσι γὰρ, φησὶ, τὸν μισθὸν αὐτῶν. Ὁ τοίνυν μισθὸν μὴ λαμβάνων, πῶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν; Οὐ κωλύω δόξης ἐφίεσθαι, ἀλλὰ δόξης βούλομαι τῆς ἀληθοῦς τῆς παρὰ τοῦ Θεοῦ· Οὗ ὁ ἔπαινος, φησὶν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Ἐν τῷ κρυπτῷ ὦμεν εὐλαβεῖς, μὴ περικείμενοι τῦφον πολὺν καὶ σκηνὴν καὶ ὑπόκρισιν· ῥίψωμεν τοῦ προβάτου τὴν δορὰν, μᾶλλον δὲ γενώμεθα πρόβατα· οὐδὲν τῆς τῶν ἀνθρώπων δόξης οὐδαμινέστερον. Εἰπὲ γάρ μοι, ἐὰν ἴδῃς παίδων πλῆθος μικρῶν, ὑπομαζίων λέγω, ἆρα ἐπιθυμεῖς τῆς δόξης τῆς παρ' ἐκείνων; Οὕτω πρὸς τοὺς ἀνθρώπους διάκεισο πάντας δόξης ἕνεκεν. Διὰ τοῦτο κενοδοξία λέγεται. Οὐχ ὁρᾷς τὰ προσωπεῖα, ἃ περιτίθενται οἱ ἐπὶ τῆς σκηνῆς; πῶς μὲν καλὰ, πῶς δὲ λαμπρὰ, πῶς δὲ εἰς τὴν ἐσχάτην ἀκρίβειαν τῆς εὐμορφίας διαπεπλασμένα; ἔχεις μοι δεῖξαι ὄψιν τοιαύτην ἐπὶ τῆς ἀληθείας; Οὐδαμῶς. Τί οὖν; ἆρα ἠράσθης αὐτῶν ποτε; Οὔ· διὰ τί; ἐπειδὴ διάκενά ἐστι, καὶ μιμεῖται κάλλος, οὐκ ἔστι δὲ κάλλος. Οὕτω καὶ ἡ δόξα διάκενός ἐστι καὶ μιμεῖται δόξαν, οὐκ ἔστι δὲ δόξα. Ἐκείνη μόνη μένει ἡ φυσικὴ ἡ ἔνδον· αὕτη δὲ ἡ ἔξω ἐπικειμένη ἐπικρύπτει πολλάκις τὴν ἀμορφίαν, ἐπικρύπτει παρὰ ἀνθρώποις, καὶ μέχρι τῆς ἑσπέρας· τοῦ δὲ θεάτρου λυθέντος καὶ τῶν προςωπείων ἐπαρθέντων, ἕκαστος, ὅπερ ἐστὶ, τοῦτο φαίνεται. Μὴ τοίνυν ὡς ἐν σκηνῇ καὶ ἐν ὑποκρίσει τὴν ἀλήθειαν μετέλθωμεν. Εἰπὲ γάρ μοι, τί καλὸν ἔχει τὸ περιβλέπεσθαι παρὰ τῶν πολλῶν; κενοδοξία ἐστὶ, καὶ οὐδὲν ἕτερον· ἐπεὶ ἄνελθε εἰς τὴν οἰκίαν καὶ γενοῦ μόνος, καὶ εὐθέως διεῤῥύη τὸ πᾶν. Ἐνέβαλες εἰς τὴν ἀγοράν; ἐπέστρεψας τοὺς παρόντας; καὶ τί τὸ πλέον; Οὐδέν· ἐσβέσθη καὶ ἀπῆλθεν ὡς καπνὸς διαλυθείς. Τῶν οὖν ἀνυποστάτων οὕτως ἐρῶμεν; καὶ πόσης ταῦτα ἀλογίας, εἰπέ μοι; πόσης ἀνοίας; Πρὸς ἓν τοίνυν ὁρῶμεν μόνον, πῶς ὁ Θεὸς ἐπαινέσει ἂν τοῦτο σκοπῶμεν, οὐδέποτε ζητήσομεν τὰ παρὰ τῶν ἀνθρώπων, ἀλλὰ κἂν γένηται, καταφρονήσομεν, καταγελασόμεθα, διαπτύσομεν· ὡς ἂν εἰ χρυσίου μὲν ἐφιέμενοι, πηλὸν δὲ λαμβάνοντες, οὕτω διακεισόμεθα. Μὴ ἐπαινείτω σε ὁ δεῖνα· οὐδὲν γὰρ ὠφέλησε· κἂν ψέξῃ, οὐδὲν ἔβλαψεν. Ἐπὶ δὲ τοῦ Θεοῦ ταῦτα ἀμφότερα ἔχει τι κέρδος καὶ ζημίαν· τὰ δὲ παρὰ τῶν ἀνθρώπων πάντα μάταια. Καὶ κατὰ τοῦτο ἐξισούμεθα τῷ Θεῷ, ὅτι οὐ δεῖται τῆς παρ' ἀνθρώπων δόξης ἐκεῖνος· Δόξαν γὰρ, φησὶ, παρὰ ἀνθρώπων οὐ λαμβάνω. Μικρὸν μὲν οὖν τοῦτο, εἰπέ μοι; Ὅταν μὴ θέλῃς καταφρονεῖν δόξης, εἰπὲ ὅτι τῷ Θεῷ ἴσος γίνομαι καταφρονήσας, καὶ εὐθέως καταφρονήσεις. Οὐ γὰρ ἔστιν, ἄνθρωπον δόξης δοῦλον, μὴ πάντων εἶναι δοῦλον, καὶ αὐτῶν τῶν ἀνδραπόδων δουλικώτερον. Οὐ γὰρ ἐπιτάττομεν τοιαῦτα τοῖς δούλοις τοῖς ἡμετέροις, οἷα ἐκείνη τοῖς ὑπ' αὐτῆς ἁλοῦσιν· αἰσχρὰ καὶ αἰσχύνης γέμοντα πράγματα καὶ φθέγγεσθαι ποιεῖ καὶ πάσχειν· καὶ μάλιστα ὅταν ἴδῃ ὑπακούοντας, ἐπιτείνει μᾶλλον τὰ ἐπιτάγματα. Φύγωμεν οὖν, φύγωμεν, παρακαλῶ, τὴν δουλείαν ταύτην. Πῶς δὲ, φησὶ, δυνησόμεθα; Ἂν φιλοσοφήσωμεν περὶ τῶν ἐνταῦθα, ἂν ἴδωμεν ὅτι τὰ παρόντα πράγματα ὄναρ ἐστὶ καὶ σκιὰ, καὶ οὐδὲν ἕτερον, εὐκόλως αὐτῆς περιεσόμεθα, καὶ οὔτε ἐν τοῖς μικροῖς, οὔτε ἐν τοῖς μεγάλοις ἁλωσόμεθα· ἂν δὲ μὴ ἐν τοῖς μικροῖς καταφρονῶμεν, καὶ ἐν τοῖς μεγίστοις ῥᾳδίως περιπεσούμεθα. Πόῤῥωθεν οὖν ἀναστέλλωμεν αὐτῆς τὰς πηγάς· αὗται δέ εἰσιν ἄνοια καὶ τὸ ταπεινὴν κεκτῆσθαι ψυχήν· ὡς ἐὰν ὑψηλὸν λάβωμεν φρόνημα, δυνησόμεθα καὶ τῆς παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, καὶ πρὸς τὸν οὐρανὸν τεῖναι τὴν διάνοιαν, καὶ τῶν ἐκεῖ ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.