Ancient Greek · ~15 min
Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦθεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-13
Not analysed yet
Πολλῆς βαρύτητος τὸν λόγον ἐμπλήσας, ὃ πάσης κατηγορίας μείζονα εἶχε πληγὴν, τοῦτο ἐνταῦθα μεταχειρίζει μετὰ τῆς πρεπούσης αὐτῷ ἀξίας, καὶ εἰπὼν, ὅτι Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὅτι Ἡμᾶς ὁ Θεὸς ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, διὰ τῶν ἑξῆς δείκνυσι, πῶς ἐπιθανάτιοι, λέγων· Ἡμεῖς μωροὶ καὶ ἀσθενεῖς καὶ ἄτιμοι, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· ἅπερ ἦν δείγματα διδασκάλων καὶ ἀποστόλων γνησίων. Ἀλλ' ἐκεῖνοι ἐπὶ τοῖς ἐναντίοις μέγα ἐφρόνουν, ἐπὶ σοφίᾳ, ἐπὶ δόξῃ, ἐπὶ πλούτῳ, ἐπὶ τῷ τιμᾶσθαι. Βουλόμενος οὖν αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι δεῖ, πρῶτον μὲν αὐτοὺς κωμῳδεῖ λέγων· Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Ἐγὼ μὲν γὰρ λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς οὐ τιμῆς οὐδὲ δόξης ἐστὶν, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ τοῦ διώκεσθαι καὶ ὑβρίζεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὡς ὁρῶ (τοῦτο δὲ εἰρωνευόμενος λέγει), ὑμεῖς μὲν οἱ μαθηταὶ καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι, κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν, ὑβριζόμενοί τε ὡς μωροὶ καὶ ἐλαυνόμενοι καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας· οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγμα. Ἀλλ' οὕτω μὲν ἐξ εὐθείας οὐ λέγει, ὥστε μὴ φορτικὸς αὐτοῖς φανῆναι· ὡς δὲ αὐτῷ πρέπον ἦν, οὕτω μεταχειρίζει τὴν ἐπίπληξιν ταύτην. Εἰ γὰρ ἐξ εὐθείας εἰσήγαγε τὸν λόγον, οὕτως ἂν εἶπε· Πλανᾶσθε καὶ ἀπατᾶσθε, καὶ πολὺ τῆς ἀποστολικῆς νουθεσίας ἀφεστήκατε· τὸν γὰρ ἀπόστολον καὶ διάκονον τοῦ Χριστοῦ, μωρὸν εἶναι δοκεῖν χρὴ, καὶ ἐν θλίψει καὶ ἐν ἀδοξίᾳ διάγειν, ὅπερ ἐσμὲν ἡμεῖς· ὑμεῖς δὲ ἐν τοῖς ἐναντίοις. Ἀλλ' οὕτως ἂν μᾶλλον καὶ προσέστη τὰ λεγόμενα αὐτοῖς, ὡς ἐγκώμια τῶν ἀποστόλων ἔχοντα, καὶ ἐκείνους ἂν θρασυτέρους εἰργάσατο, ὡς διαβαλλομένους ἐπὶ ῥᾳθυμίᾳ καὶ κενοδοξίᾳ καὶ τῷ τρυφᾷν. Διὰ τοῦτο τοῦτον μὲν τὸν τρόπον οὐ μεθοδεύει τὰ εἰρημένα, ἑτέρως δὲ, πληκτικώτερον μὲν, ἀνεπαχθέστερον δέ. Διὸ καὶ οὕτω προάγει τὸν λόγον κατ' εἰρωνείαν, λέγων· Ὑμεῖς δὲ ἰσχυροὶ καὶ ἔνδοξοι. Ὡς εἰ μὴ τῇ εἰρωνείᾳ ἐκέχρητο, οὕτως ἂν εἶπεν· Οὐ δυνατὸν τὸν μὲν μωρὸν νομίζεσθαι, τὸν δὲ φρόνιμον, καὶ τὸν μὲν ἰσχυρὸν, τὸν δὲ ἀσθενῆ, τοῦ κηρύγματος μὴ ἀπαιτοῦντος θάτερα. Εἰ μὲν γὰρ ἐξῆν τοὺς μὲν τοῦτο εἶναι, τοὺς δὲ ἐκεῖνο, ἴσως εἶχέ τινα λόγον τὰ παρ' ὑμῶν λεγόμενα· νυνὶ δὲ οὐκ ἔνι, οὐ φρόνιμον εἶναι δοκεῖν, οὐκ ἔνδοξον, οὐκ ἀπηλλάχθαι κινδύνων. Εἰ δὲ μὴ, ἀνάγκη ὑμᾶς ἡμῶν προτετιμῆσθαι παρὰ τῷ Θεῷ, ὑμᾶς τοὺς μαθητὰς τῶν διδασκάλων καὶ μυρία παθόντων. Εἰ δὲ οὐδὲ τοῦτό τις ἂν εἴποι, λείπεται τὰ ἡμέτερα ὑμᾶς διώκειν. Καὶ μὴ μέ τις, φησὶν, οἰέσθω τὰ παρελθόντα λέγειν μόνον· Μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ὁρᾷς ὅτι πάντα τὸν βίον τοιοῦτον εἶναι δεῖ τῶν Χριστιανῶν, οὐ μίαν ἡμέραν καὶ δευτέραν; Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν μίαν μόνην νικήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπεσών. Καὶ πεινῶμεν, πρὸς τοὺς τρυφῶντας· καὶ κολαφιζόμεθα, πρὸς τοὺς πεφυσιωμένους· καὶ ἀστατοῦμεν, πρὸς τοὺς ἀναπίπτοντας· καὶ γυμνητεύομεν, πρὸς τοὺς πλουτοῦντας· καὶ κοπιῶμεν, ἤδη πρὸς τοὺς ψευδαποστόλους τοὺς οὔτε ἐργάζεσθαι οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους αὐτούς. Ἀλλ' οὐχ ἡμεῖς οὕτω, φησὶν, ἀλλὰ μετὰ τῶν ἔξωθεν κινδύνων καὶ ἑαυτοὺς κατατείνομεν τῇ διηνεκεῖ ἐργασίᾳ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ ἔχοι τις ἂν εἰπεῖν, ὅτι δυσχεραίνομεν ἐπὶ τούτοις, ἢ τοῖς διώκουσιν ἐγκαλοῦμεν· τοῖς γὰρ ἐναντίοις τοὺς ἐπηρεάζοντας ἀμειβόμεθα. Τὸ γὰρ μέγα τοῦτό ἐστιν, οὐ τὸ κακῶς παθεῖν· τοῦτο γὰρ πάντων κοινόν· ἀλλὰ τὸ πάσχοντας μὴ ἀλύειν μηδὲ δυσχεραίνειν.