Ancient Greek
Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 8.1-2
Not analysed yet
Ἀπὸ γὰρ τούτων πάντα τίκτεται τὰ κακὰ, ὅτι τῆς οἰκετίας οὐδένα ποιούμεθα λόγον· ἀλλ' ἀρκεῖ εἰς καταφρόνησιν τὸ εἰπεῖν, ὅτι Δοῦλός ἐστι καὶ εἰσὶ θεραπαινίδες· καίτοι γε καθ' ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι Ἐν Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος. Σὺ δὲ ἵππου μὲν οὐ καταφρονεῖς οὐδὲ ὄνου, ἀλλὰ πάντα ποιεῖς ὥστε μὴ γενέσθαι φαύλους· δούλων δὲ τῶν ὁμοψύχων ὑπερορᾷς; Καὶ τί λέγω δούλων, ὅπου γε καὶ παίδων καὶ θυγατέρων; Τί δὴ μετὰ ταῦτα; Ἀνάγκη λύπην εὐθέως ἐπεισιέναι, πάντων ἐκείνων καθαιρουμένων· πολλάκις δὲ καὶ ζημίαν τίκτεσθαι μεγίστην, ἐν τῷ πλήθει καὶ τῷ θορύβῳ πολυτίμων τινῶν ἀπολλυμένων χρυσίων. Εἶτα μετὰ τὸν γάμον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐτὴν ἄνοιαν ὀψόμεθα, καὶ πολλὰ σύμβολα γέλωτος γέμοντα. Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόματα αὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι μέχρι πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁμώνυμον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόμενοι βιώσεσθαι χρόνον. Εἶτα ἐπειδὰν συμβῇ πολλάκις αὐτὸ ἄωρον ὑποστῆναι θάνατον (συμβαίνει δὲ πολλάκις), πολὺς ἕψεται παρὰ τοῦ διαβόλου γέλως, ὅτι ὡσεὶ παῖδας ἀνοήτους διέπαιξε. Τί ἄν τις εἴποι τὰ περίαπτα καὶ τοὺς κώδωνας τοὺς τῆς χειρὸς ἐξηρτημένους καὶ τὸν κόκκινον στήμονα, καὶ τὰ ἄλλα τὰ πολλῆς ἀνοίας γέμοντα, δέον μηδὲν ἕτερον τῷ παιδὶ περιτιθέναι, ἀλλ' ἢ τὴν ἀπὸ τοῦ σταυροῦ φυλακήν; Νῦν δὲ οὗτος μὲν καταπεφρόνηται ὁ τὴν οἰκουμένην ἐπιστρέψας ἅπασαν, καὶ χαλεπὴν δοὺς τῷ διαβόλῳ πληγὴν, καὶ πᾶσαν αὐτοῦ καταστρέψας τὴν δύναμιν· κρόκη δὲ καὶ στήμων καὶ τὰ ἄλλα περιάμματα τὰ τοιαῦτα τοῦ παιδίου ἐμπιστεύονται τὴν ἀσφάλειαν. Εἴπω τι τούτου καταγελαστότερον ἕτερον; Ἀλλὰ μηδεὶς ἀκαιρίαν ἡμῶν καταγινωσκέτω, εἰ καὶ μέχρι τούτων πρόεισιν ὁ λόγος. Ὁ γὰρ τὴν σηπεδόνα καθᾶραι βουλόμενος, οὐ παραιτήσεται προτέρας τὰς ἑαυτοῦ μολῦναι χεῖρας. Τί δήποτ' οὖν τοῦτό ἐστι τὸ καταγέλαστον; Ὃ μηδὲν μὲν εἶναι δοκεῖ (διὰ γὰρ τοῦτο στένω), ἀρχὴ δέ ἐστι παραφροσύνης καὶ παρανοίας ἐσχάτης. Βόρβορον αἱ γυναῖκες ἐν τῷ βαλανείῳ λαμβάνουσαι τροφοὶ καὶ θεραπαινίδες, καὶ τῷ δακτύλῳ χρίσασαι, κατὰ τοῦ μετώπου τυποῦσι τοῦ παιδίου· κἂν ἔρηταί τις, Τί βούλεται ὁ βόρβορος, τί δὲ ὁ πηλός; Ὀφθαλμὸν πονηρὸν ἀποστρέφει, φησὶ, καὶ βασκανίαν καὶ φθόνον. Βαβαὶ τῆς ἰσχύος τοῦ βορβόρου καὶ τῆς τοῦ πηλοῦ δυνάμεως, ἡλίκην ἔχει τὴν ἰσχύν. Ὁλόκληρον τοῦ διαβόλου παράταξιν ἀποστρέφει. Οὐκ ἐγκαλύψεσθε, εἰπέ μοι; οὐ συνήσετε ὀψέ ποτε τὰς παγίδας τὰς διαβολικὰς, πῶς ἐκ πρώτης ἡλικίας κατὰ μικρὸν ἐπεισάγει τὰς παρ' ἑαυτοῦ μηχανὰς ὁ διάβολος; Εἰ γὰρ ὁ βόρβορος τοῦτο ποιεῖ, διὰ τί μὴ καὶ σὺ τοῦτο ποιεῖς ἐπὶ τοῦ σαυτοῦ μετώπου, ἀνὴρ ὢν καὶ ἐν ἕξει γεγονὼς, καὶ μᾶλλον τοῦ παιδίου τοὺς φθονοῦντας ἔχων; διὰ τί μὴ καὶ ὅλον βορβοροῖς τὸ σῶμα; εἰ γὰρ ἐπὶ τοῦ μετώπου τοσαύτην ἔχει τὴν ἰσχὺν, τίνος ἕνεκεν οὐχ ὅλον σεαυτὸν βορβόρῳ καταχρίεις; Γέλως ταῦτα καὶ κωμῳδία σατανικὴ, οὐκ εἰς χλευασίαν μόνον, ἀλλὰ καὶ εἰς γέενναν καταστρέφουσα τοὺς ἀπατωμένους. Καὶ τὸ μὲν παρ' Ἕλλησι ταῦτα γίνεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον. Ὁ Θεός σε μύρῳ ἐτίμησε πνευματικῷ, καὶ σὺ βορβόρῳ μολύνεις τὸ παιδίον; ὁ Θεός σε ἐτίμησε, σὺ δὲ σαυτὸν ἀτιμάζεις; καὶ δέον τὸν σταυρὸν ἐπιγράφειν τῷ μετώπῳ, τὴν ἀσφάλειαν ἄμαχον παρέχοντα· σὺ δὲ ταῦτα ἀφεὶς, ἐπὶ τὴν σατανικὴν ἄνοιαν καταπίπτεις; Εἰ δέ τισι ταῦτα μικρὰ εἶναι δοκεῖ, μανθανέτωσαν, ὅτι μεγάλων ἐστὶν αἴτια κακῶν, καὶ ὅτι οὐδὲ τῷ Παύλῳ τὰ μικρὰ παρορᾷν ἔδοξε. Τί γὰρ, εἰπέ μοι, τοῦ καλύπτεσθαι ἄνθρωπον τὴν κεφαλὴν μικρότερον, Ἀλλ' ὅρα πόσην ὑπὲρ τούτου ποιεῖται σπουδὴν, καὶ μεθ' ὅσης ἀπαγορεύει σφοδρότητος, ἄλλα τε πολλὰ λέγων, καὶ ὅτι καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. Εἰ δὲ ὁ κατακαλυπτόμενος καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὁ βορβόρῳ χρίων, πῶς οὐχὶ καὶ βδελυκτὸν ποιεῖ τὸ παιδίον; πῶς γὰρ αὐτὸ προσάγει ταῖς χερσὶ τοῦ ἱερέως, εἰπέ μοι; πῶς ἀξιοῖς ἐπὶ τοῦ μετώπου σφραγῖδα ἐπιτεθῆναι παρὰ τῆς τοῦ πρεσβυτέρου χειρὸς, ἔνθα τὸν βόρβορον ἐπέχρισας; Μὴ ταῦτα, μὴ, ἀδελφοὶ, ἀλλ' ἐκ πρώτης ἡλικίας πνευματικοῖς αὐτὰ περιφράττετε ὅπλοις, καὶ τῇ χειρὶ παιδεύετε σφραγίζειν τὸ μέτωπον· καὶ πρὶν ἢ δυνηθῆναι τῇ χειρὶ τοῦτο ποιεῖν, αὐτοὶ ἐντυποῦτε αὐτοῖς τὸν σταυρόν. Τί ἄν τις εἴποι τὰς ἑτέρας παρατηρήσεις τὰς σατανικὰς ἐπὶ τῶν ὠδίνων καὶ τῶν τοκετῶν, ἃς αἱ μαῖαι ἐπὶ κακῷ τῆς ἑαυτῶν ἐπεισάγουσι κεφαλῆς; τὰς ἐπὶ τοῦ θανάτου καὶ τῆς καθ' ἕκαστον ἐκφορᾶς τὰς οἰμωγὰς, τοὺς κωκυτοὺς τοὺς ἀλόγους, τὴν ἐν τοῖς τάφοις ἄνοιαν, τὴν περὶ τὰ μνήματα σπουδὴν, τὸν ἄκαιρον καὶ καταγέλαστον τῶν θρηνῳδῶν γυναικῶν ἐσμὸν, τὰς τῶν ἡμερῶν παρατηρήσεις, τῶν εἰσόδων καὶ τῶν ἐξόδων; Τούτων οὖν, εἰπέ μοι, τὴν δόξαν θηρᾷς; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας, ἀνθρώπων οὕτω διεφθαρμένων τὰς γνώμας, καὶ πάντα ὡς ἔτυχε ποιούντων, τὴν δόξαν ἐπιζητεῖν, δέον ἐπὶ τὸν ἀκοίμητον ἀεὶ καταφεύγειν ὀφθαλμὸν, καὶ πρὸς τὴν ἐκείνου ψῆφον βλέποντας, πάντα ποιεῖν καὶ λέγειν; Οὗτοι μὲν γὰρ κἂν ἐπαινέσωσι, οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσονται· ἐκεῖνος δὲ ἂν ἀποδέξηται τὰ γινόμενα, καὶ ἐνταῦθα ποιήσει λαμπροὺς, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μεταδώσει τῶν ἀποῤῥήτων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.