Ancient Greek · ~17 min
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-15
Not analysed yet
Ὅτε μὲν περὶ τοῦ διεσπάσθαι αὐτοὺς διελέγετο, οὐκ εὐθέως καταφορικῶς ἐχρήσατο τῷ λόγῳ, ἀλλὰ προσηνέστερον πρότερον, καὶ ὕστερον εἰς κατηγορίαν ἐτελεύτησεν, οὕτως εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' εὐθέως πληκτικῶς, καὶ κοινοῖ ὡς οἷόν τε τὸ ὄνειδος τοῦ ἐγκλήματος. Οὐ γὰρ εἶπε, Διὰ τί ὁ δεῖνα ἐπόρνευσεν; ἀλλ', Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· ἵνα μὴ ὡς ἀλλότριοι πάντη τῆς κατηγορίας ὄντες ῥᾳθυμήσωσιν, ἀλλ' ὡς τοῦ κοινοῦ πληγέντος, καὶ τῆς Ἐκκλησίας διαβληθείσης, οὕτω γένωνται ἐναγώνιοι. Οὐδεὶς γὰρ ἐρεῖ, φησὶν, ὅτι Ὁ δεῖνα ἐπόρνευσεν, ἀλλ', ὅτι Ἐν τῇ Κορινθίων Ἐκκλησίᾳ γέγονε τὸ ἁμάρτημα. Καὶ οὐκ εἶπε, Τολμᾶται πορνεία, ἀλλὰ, Ἀκούεται, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνικῶν ὀνειδίζει τοῖς πιστοῖς· καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη· καὶ Κολασσαεῦσι καὶ Ἐφεσίοις· Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Εἰ δὲ τὸ τὰ αὐτὰ αὐτοὺς ἁμαρτάνειν ἀσύγγνωστον, τὸ καὶ ὑπερβαίνειν τοὺς ἐθνικοὺς, ποῦ θήσομεν, εἰπέ μοι; Παρὰ γὰρ ἐκείνοις, φησὶν, οὐ μόνον οὐ τολμᾶταί τι τοιοῦτον, ἀλλ' οὐδὲ ὀνομάζεται. Εἶδες ποῦ τὸ ἔγκλημα ἐπῆρεν; Ὅταν γὰρ τοιούτους φαίνωνται εὑρίσκοντες ἀσελγείας τρόπους, οὓς οὐ μόνον οὐ τολμῶσιν, ἀλλ' οὐδὲ ἴσασιν οἱ ἄπιστοι, ἄφατος τῆς ἁμαρτίας ἡ ὑπερβολή. Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς εἴρηται, τουτέστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. Ὁρᾷς πόσης βαρυθυμίας ὁ λόγος γέμει; πόσου θυμοῦ κατὰ πάντων; Εἰ γὰρ μὴ πολλῆς ὀργῆς ἐπέπληστο, μηδὲ πρὸς πάντας ἀπετείνετο, οὕτως ἂν εἶπεν· Ἐπειδὴ ἤκουσα ὅτι ὁ δεῖνα ἐπόρνευσε, κολάσατε αὐτόν· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ πρὸς πάντας ἀποδύεται. Καὶ γὰρ εἰ μὲν προλαβόντες ἔγραψαν, ἐκεῖνα ἂν εἶπεν· ἐπειδὴ δὲ οὐ μόνον οὐκ ἔγραψαν, ἀλλὰ καὶ συνεσκίασαν τὸ σφάλμα, τούτου χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ. Ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Διὰ τί μὴ εἶπεν, Ὥστε πορνεύειν εἰς γυναῖκα; Τὸ σφόδρα αἰσχρὸν παρῃτήσατο. Διὸ σεμνοτέρως αὐτὸ παρέδραμεν, ὡς ἐν τοῖς ἔμπροσθεν δεδηλωμένον, κἀν τούτῳ αὔξων τὸ ἔγκλημα πάλιν, καὶ δεικνὺς ὅτι τοιαῦτα τολμᾶται παρ' αὐτοῖς, ἃ οὐδὲ εἰπεῖν σαφῶς ἀνεκτὸν τῷ Παύλῳ. Διὰ τοῦτο καὶ προϊὼν τῷ αὐτῷ κέχρηται τρόπῳ λέγων· Τὸν οὕτω τοῦτο κατεργασάμενον· καὶ πάλιν αἰσχύνεται καὶ ἐρυθριᾷ σαφῶς εἰπεῖν, ὅπερ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν σφόδρα αἰσχρῶν ποιεῖν. Καὶ οὐκ εἶπε, Μητρυιὰν, ἀλλὰ, Γυναῖκα πατρὸς, ὥστε πολλῷ χαλεπώτερον πλῆξαι. Καὶ γὰρ ὅταν τὰ ὀνόματα ἀρκῇ πρὸς κατηγορίαν, δι' αὐτῶν πρόεισιν, οὐδὲν προστιθείς. Καὶ μή μοι εἴπῃς, φησὶν, ὅτι εἷς ἐστιν ὁ πεπορνευκώς· κοινὸν πάντων τὸ ἔγκλημα γέγονε. Διὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Οὐκ εἶπε, τῷ ἁμαρτήματι (τοῦτο γὰρ ἀλογίας ἐστὶ), ἀλλ' ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ' ἐκείνου. Αὐτὸς δὲ οὐ τοῦτο τέθεικεν, ἀλλ' ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Καὶ σκόπει τὴν σύνεσιν Παύλου. Πρότερον καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ δείξας οὐδὲν οὖσαν καθ' ἑαυτὴν, κἂν μὴ ἁμάρτημα ᾖ προσκείμενον, τότε λοιπὸν καὶ περὶ τοῦ ἁμαρτήματος διαλέγεται. Εἰ μὲν γὰρ πρὸς σύγκρισιν τοῦ πεπορνευκότος, σοφοῦ τινος ἴσως ὄντος, μέγα εἶναι τὸ χάρισμα τὸ πνευματικὸν ἔφησεν, οὐδὲν ἂν μέγα ἐποίει· τὸ δὲ καὶ χωρὶς ἁμαρτίας καθελεῖν, καὶ μηδὲν οὖσαν ἀποφῆναι τὴν σοφίαν τὴν ἔξωθεν, τοῦτο ἦν δεῖξαι σφόδρα εὐτελῆ αὐτὴν οὖσαν. Διὸ πρότερον οὕτω τὴν σύγκρισιν ποιησάμενος, τότε καὶ τοῦ σφάλματος αὐτοῦ μέμνηται. Κἀκείνῳ μὲν οὐκ ἀξιοῖ διαλέγεσθαι (κἀν τούτῳ δείκνυσι τὴν ὑπερβολὴν τῆς ἀτιμίας)· τούτοις δέ φησιν, ὅτι Ἔδει πενθεῖν ὑμᾶς καὶ θρηνεῖν καὶ ἐγκαλύπτεσθαι· νῦν δὲ τοὐναντίον ποιεῖτε· διὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Καὶ τί γέγονεν ἵνα πενθήσωμεν, φησίν; Ὅτι εἰς τὸ κοινὸν ἡ διαβολὴ τῆς Ἐκκλησίας προεχώρησε. Καὶ ἵνα τί κατορθώσωμεν πενθήσαντες; Ἵνα ἐξαρθῇ ἐξ ὑμῶν ὁ τοιοῦτος. Καὶ οὐδὲ ἐνταῦθα τίθησιν αὐτοῦ τὸ ὄνομα, μᾶλλον δὲ οὐδαμοῦ, ὅπερ ἐπὶ τῶν σφόδρα ἀτόπων ποιεῖν εἰώθαμεν. Καὶ οὐκ εἶπεν, Οὐχὶ μᾶλλον ἐξεβάλετε, ἀλλ', ὡς ἐπὶ νόσου τινὸς καὶ λοιμοῦ, πένθους χρεία καὶ ἱκετηρίας ἐπιτεταμένης, Ἵνα ἐξαρθῇ, φησί· καὶ εὐχῇ χρήσασθαι δεῖ εἰς τοῦτο, καὶ πάντα ἐργάσασθαι ὥστε αὐτὸν ἀποτμηθῆναι. Καὶ οὐκ ἐγκαλεῖ, ὅτι οὐκ ἐδήλωσαν αὐτῷ, ἀλλ' ὅτι οὐκ ἐπένθησαν ὥστε ἐξαρθῆναι, δεικνὺς ὅτι καὶ χωρὶς τοῦ διδασκάλου τοῦτο γενέσθαι ἔδει διὰ τὴν περιφάνειαν τοῦ πλημμελήματος. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.