Ancient Greek
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-15
Not analysed yet
Ὅρα θυμόν· οὐδὲ ἀναμεῖναι αὐτοῦ τὴν παρουσίαν ἀφίησιν, οὐδὲ ἐκδέξασθαι αὐτὸν καὶ τότε δῆσαι, ἀλλ' ὥσπερ τινὰ λοιμὸν μέλλων ἀπελαύνειν, πρὶν ἢ διαδοθῆναι εἰς τὸ λοιπὸν σῶμα, ἐπείγεται κατασχεῖν. Διὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών. Ταῦτα δὲ ἔλεγεν, οὐ μόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφιεὶς ἄλλο τι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησόμενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύματι, ὥσπερ ὁ Ἑλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ; Βαβαί. πόση τοῦ χαρίσματος ἡ δύναμις, ὅταν πάντας ὁμοῦ καὶ κατ' αὐτὸ εἶναι ποιῇ, καὶ τὰ πόῤῥωθεν εἰδέναι παρασκευάζῃ. Ἤδη κέκρικα ὡς παρών. Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι· Καὶ γὰρ ἐξήνεγκα τὴν ἀπόφασιν ὡς παρών· μή μοι ἀναβολὰς καὶ μελλήσεις λέγε· οὐδὲν γὰρ ἕτερον δεῖ γενέσθαι. Εἶτα ἵνα μὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντία, μηδὲ αὐθαδέστερος γένηται ὁ λόγος, ὅρα πῶς καὶ αὐτοὺς κοινωνοὺς ποιεῖ τοῦ κρίματος. Εἰπὼν γὰρ, Κέκρικα, ἐπήγαγε. Τὸν οὕτω τοῦτο κατεργασάμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ τί ἐστιν, Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἀντὶ τοῦ, Κατὰ Θεὸν, μὴ ἀνθρωπίνῃ κατεχομένους προλήψει. Τινὲς δὲ οὕτως ἀναγινώσκουσι· Τὸν οὕτω τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὑποστίξαντες ἐνταῦθα, ἢ μέσην θέντες, οὕτως ἐπάγουσι τὸ ἑξῆς λέγοντες· Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καί φασι τὴν ἔννοιαν ταύτην εἶναι τῆς τοιαύτης ἀναγνώσεως· Τὸν τοῦτο κατεργασάμενον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ παράδοτε τῷ σατανᾷ· τουτέστι, τὸν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ ἐνυβρίσαντα, τὸν μετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυμον ἐκείνης τῆς προσηγορίας τοιαῦτα τολμήσαντα, τοῦτον παράδοτε τῷ σατανᾷ. Ἐμοὶ δὲ ἡ προτέρα ἀληθεστέρα ἔκδοσις εἶναι δοκεῖ. Ποία δὴ αὕτη; Ἐν τῷ ὀνόματι τοῦ Κυρίου συναχθέντων ὑμῶν· τουτέστιν, Αὐτοῦ τοῦ ὀνόματος ὑμᾶς συνάγοντος, ὑπὲρ οὗ συνέρχεσθε. Καὶ τοῦ ἐμοῦ πνεύματος. Πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵν' ὅταν δικάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέμωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης αὐτὸν ἀξιῶσαι, εἰδὼς ὅτι Παῦλος εἴσεται τὰ γενόμενα. Εἶτα φοβερώτερον αὐτὸ ποιῶν, φησί· Σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν, ἢ ὅτι ὁ Χριστὸς δύναται τοιαύτην ὑμῖν χάριν δοῦναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι καὶ αὐτὸς μεθ' ὑμῶν κατ' αὐτοῦ φέρει τὴν ψῆφον. Καὶ οὐκ εἶπεν, Ἐνδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, ἀλλὰ, Παραδοῦναι, ἀνοίγων αὐτῷ τῆς μετανοίας τὰς θύρας, καὶ ὥσπερ παιδαγωγῷ τὸν τοιοῦτον παραδιδούς. Καὶ πάλιν. Τὸν τοιοῦτον, καὶ οὐδαμοῦ ἀνέχεται τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι. Εἰς ὄλεθρον τῆς σαρκός. Ὥσπερ ἐπὶ τοῦ μακαρίου Ἰὼβ γέγονεν, ἀλλ' οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως. Ἐκεῖ μὲν γὰρ ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων λύσεως, ἵνα μαστίξῃ αὐτὸν ἕλκει πονηρῷ ἢ νόσῳ ἑτέρᾳ. Καὶ μὴν ἀλλαχοῦ φησιν, ὅτι Ὑπὸ τοῦ Κυρίου κρινόμεθα, ταῦτα πάσχοντες. Ἀλλ' ἐνταῦθα μᾶλλον καθάψασθαι θέλων, τῷ σατανᾷ παραδίδωσι. Καὶ τοῦτο δὲ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυμίαι τίκτονται, ταύτην κολάζει. Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Τουτέστιν, ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης, ἀλλ' ὡς ὁμολογουμένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναντιῤῥήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας. Καὶ γὰρ θνητὸν δι' αὐτὴν ἐγένετο ἁμαρτοῦσαν· κἂν αὐτὴ δικαιοπραγήσῃ, πάλιν πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. Τινὲς δὲ τὸ πνεῦμα τὸ χάρισμά φασιν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν. Ἵν' οὖν τοῦτο μὴ γένηται, φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σώαν αὐτὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρεχόμενος. Ὥστε κηδομένου μᾶλλόν ἐστι καὶ ἰατρεύοντος, οὐχὶ κόπτοντος ἁπλῶς, οὐδὲ κολάζοντος εἰκῆ καὶ μάτην. Μεῖζον γὰρ τὸ κέρδος τῆς τιμωρίας· ἡ μὲν γὰρ πρόσκαιρος, τὸ δὲ διηνεκές. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἵνα τὸ πνεῦμα σωθῇ, ἀλλ', Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡμέρας ἐκείνης ἀναμιμνήσκει, ἵνα καὶ αὐτοὶ προθυμότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν, κἀκεῖνος καταδέξηται μᾶλλον, οὐχ ὡς ὀργῆς ῥήματα ὄντα, ἀλλ' ὡς πατρὸς κηδεμονικοῦ πρόνοιαν. Διὰ γὰρ τοῦτο, Καὶ εἰς ὄλεθρον τῆς σαρκὸς, εἶπεν· ἤδη τῷ διαβόλῳ νόμους τιθεὶς, καὶ οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔλεγεν ὁ Θεός· Πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ.