Ancient Greek
Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-19
Not analysed yet
Διορθώσας τὰ χαλεπώτατα τρία ἐγκλήματα, ἓν μὲν τὸ διεσπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, κέχρηται λοιπὸν ἡμερωτέρῳ λόγῳ· καὶ μεταξὺ τίθησι παραίνεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας, ἀπὸ τῶν φορτικωτέρων ἀναπαύων τὸν ἀκροατήν. Ἐπὶ δὲ τῆς δευτέρας Ἐπιστολῆς τὸ ἐναντίον ποιεῖ· ἄρχεται μὲν ἀπὸ τῶν ἡμερωτέρων, τελευτᾷ δὲ εἰς τὰ σκυθρωπότερα. Καὶ ἐνταῦθα δὲ τὸν περὶ τῆς παρθενίας ἀπαρτίσας λόγον, πάλιν ἔξεισιν ἐπὶ τὰ πληκτικώτερα, οὐ πάντα ἐφεξῆς τιθεὶς, ἀλλὰ ποικίλλων τὸν λόγον ἐν ἑκατέρῳ, ὡς ὁ καιρὸς ἀπῄτει, καὶ τῶν ὑποκειμένων πραγμάτων ἡ χρεία. Διό φησι· Περὶ δὲ ὧν ἐγράψατέ μοι. Ἔγραψαν γὰρ αὐτῷ, εἰ δεῖ ἀπέχεσθαι γυναικὸς, ἢ μή. Καὶ πρὸς ταῦτα ἀντιγράφων καὶ περὶ τοῦ γάμου νομοθετῶν, εἰσάγει καὶ τὸν περὶ τῆς παρθενίας λόγον· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Εἰ μὲν γὰρ τὸ καλὸν καὶ σφόδρα ὑπερέχον ζητεῖς, φησὶ, βέλτιον μηδ' ὅλως ὁμιλεῖν γυναικί· εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθενείᾳ, ὁμίλει γάμῳ. Ἐπειδὴ δὲ εἰκὸς ἦν, ὃ καὶ νῦν γίνεται, τὸν μὲν ἄνδρα βούλεσθαι, τὴν δὲ γυναῖκα μηκέτι, ἢ καὶ τὸ ἐναντίον, ὅρα πῶς περὶ ἑκατέρων διαλέγεται. Καί τινες μέν φασιν, ὅτι πρὸς ἱερέας ὁ λόγος οὗτος αὐτῷ εἴρηται· ἐγὼ δὲ ἀπὸ τῶν ἑξῆς σκοπῶν, οὐκ ἂν φαίην τοῦτο οὕτως ἔχειν· οὐδὲ γὰρ ἂν καθολικῶς ἔθηκε τὴν παραίνεσιν. Εἰ δὲ ἱερεῦσι μόνον ταῦτα ἔγραφεν, εἶπεν ἄν· Καλὸν τῷ διδασκάλῳ γυναικὸς μὴ ἅπτεσθαι· νυνὶ δὲ καθόλου αὐτὸ τέθεικε, Καλὸν ἀνθρώπῳ, λέγων, οὐχ ἱερεῖ μόνον· καὶ πάλιν, Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Οὐκ εἶπε, Σὺ ὁ ἱερεὺς καὶ ὁ διδάσκαλος, ἀλλ' ἀδιορίστως· καὶ ὅλος διόλου τοιοῦτος πρόεισιν ὁ λόγος. Εἰπὼν δὲ, Διὰ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, αὐτῇ τῇ αἰτίᾳ τῆς συγχωρήσεως εἰς ἐγκράτειαν ἤγαγε. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην τιμὴν ἀποδιδότω· ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Τί δέ ἐστιν ἡ ὀφειλομένη τιμή; Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ καὶ δούλη καὶ δέσποινά ἐστι τοῦ ἀνδρός. Κἂν ἀποστῇς τῆς δουλείας τῆς προσηκούσης, προσέκρουσας τῷ Θεῷ· εἰ δὲ ἀποστῆναι βούλει, ὅταν ὁ ἀνὴρ ἐπιτρέπῃ, κἂν πρὸς βραχὺ τοῦτο γίνηται. Διὰ γὰρ τοῦτο καὶ ὀφειλὴν τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα δείξῃ μηδένα κύριον ὄντα ἑαυτοῦ, ἀλλ' ἀλλήλων δούλους. Ὅταν οὖν ἴδῃς πόρνην πειρῶσάν σου, εἰπέ· Οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός. Ταῦτα καὶ ἡ γυνὴ λεγέτω πρὸς τοὺς βουλομένους αὐτῆς διορύξαι τὴν σωφροσύνην· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα τὸ ἐμὸν, ἀλλὰ τοῦ ἀνδρός. Εἰ δὲ σώματος οὐκ ἐξουσιάζει ὁ ἀνὴρ ἢ ἡ γυνὴ, πολλῷ μᾶλλον χρημάτων. Ἀκούσατε ὅσαι ἄνδρας ἔχετε, καὶ ὅσοι γυναῖκας. Εἰ γὰρ σῶμα ἔχειν ἴδιον οὐ χρὴ, πολλῷ μᾶλλον χρήματα. Ἀλλαχοῦ μὲν οὖν πολλὴν δίδωσι τῷ ἀνδρὶ τὴν προεδρίαν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ λέγων· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· ὁ δὲ Παῦλος διαιρῶν οὕτω καὶ γράφων· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ οὐκέτι τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἀλλὰ μία ἡ ἐξουσία. Τί δήποτε; Ἐπειδὴ περὶ σωφροσύνης ὁ λόγος ἦν αὐτῷ. Ἐν μὲν γὰρ τοῖς ἄλλοις πλεονεκτείτω, φησὶν, ὁ ἀνήρ· ἔνθα δὲ σωφροσύνης λόγος, οὐκέτι. Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ἡ γυνή. Πολλὴ ἡ ἰσοτιμία, καὶ οὐδεμία πλεονεξία. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Τί δὴ τοῦτό ἐστι; Μὴ ἐγκρατευέσθω, φησὶν, ἡ γυνὴ, τοῦ ἀνδρὸς ἄκοντος, μήτε ὁ ἀνὴρ, τῆς γυναικὸς μὴ βουλομένης. Τί δήποτε; Ὅτι μεγάλα ἐκ τῆς ἐγκρατείας ταύτης τίκτεται κακά· καὶ γὰρ καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ οἰκιῶν ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. Εἰ γὰρ ἔχοντες τὰς ἑαυτῶν γυναῖκας, πορνεύουσι, πολλῷ μᾶλλον, ἂν αὐτοὺς τῆς παραμυθίας ταύτης ἀποστερήσῃς. Καὶ καλῶς εἶπε, Μὴ ἀποστερεῖτε, ἀποστέρησιν ἐνταῦθα καὶ ὀφειλὴν ἀνωτέρω εἰπὼν, ἵνα δείξῃ τῆς δεσποτείας τὴν ἐπίτασιν. Τὸ γὰρ ἄκοντος θατέρου ἐγκρατεύεσθαι θάτερον, ἀποστερεῖν ἐστι· τὸ δὲ ἑκόντος, οὐκέτι. Οὐδὲ γὰρ, εἰ πείσας με λάβοις τι τῶν ἐμῶν, ἀποστερεῖσθαί φημι. Ὁ γὰρ ἄκοντος καὶ βιαζομένου λαβὼν, ἀποστερεῖ· ὅπερ ποιοῦσι πολλαὶ γυναῖκες, μείζονα τῆς δικαιοσύνης ἁμαρτίαν ἐργαζόμεναι, καὶ τῆς ἀσελγείας τοῦ ἀνδρὸς ὑπεύθυνοι γινόμεναι ταύτῃ, καὶ διασπῶσαι πάντα. Δεῖ δὲ πάντων προτιμᾷν τὴν ὁμόνοιαν, ἐπειδὴ καὶ πάντων τοῦτο κυριώτερον, καὶ εἰ βούλει, καὶ ἐπὶ τῶν πραγμάτων αὐτὸ ἐξετάσωμεν. Ἔστω γὰρ γυνὴ καὶ ἀνὴρ, καὶ ἐγκρατευέσθω ἡ γυνὴ μὴ βουλομένου τοῦ ἀνδρός· τί οὖν, ἂν ἐκεῖνος ἐντεῦθεν πορνεύῃ, ἢ μὴ πορνεύῃ μὲν, ἀλγῇ δὲ καὶ θορυβῆται καὶ πυρῶται καὶ μάχηται, καὶ μυρία τῇ γυναικὶ πράγματα παρέχῃ; τί τὸ κέρδος τῆς νηστείας καὶ τῆς ἐγκρατείας, ἀγάπης διεῤῥηγμένης; Οὐδέν. Πόσας γὰρ ἔνθεν λοιδορίας, πόσα πράγματα, πόσον ἀνάγκη γίνεσθαι πόλεμον;