Ancient Greek
Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-19
Not analysed yet
Ὅταν γὰρ ἐν οἰκίᾳ ἀνὴρ καὶ γυνὴ διεστηκότες ὦσιν, οὐδὲν νηὸς χειμαζομένης ἄμεινον ἡ οἰκία διακείσεται, τοῦ κυβερνήτου πρὸς τὸν πρωρέα διαστασιάζοντος. Διὰ τοῦτό φησι· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· τὴν μετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγων. Εἰ γὰρ κωλύει τοὺς συνιόντας ἀλλήλοις εὔχεσθαι, τὸ ἀδιαλείπτως εὔχεσθαι πῶς ἂν ἔχοι καιρόν; Ἔστι τοίνυν καὶ ὁμιλεῖν γυναικὶ, καὶ εὐχῇ προσέχειν· ἀλλ' ἐγκρατείᾳ ἀκριβεστέρα γίνεται αὕτη. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἵνα προσεύχησθε, ἀλλ', Ἵνα σχολάζητε, ὡς ἀσχολίαν ἐμποιοῦντος τοῦ πράγματος, ἀλλ' οὐκ ἀκαθαρσίαν. Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Ἵνα γὰρ μὴ δόξῃ νομοθεσίας εἶναι τὸ πρᾶγμα, προστίθησι καὶ τὴν αἰτίαν. Ποία δέ ἐστιν αὕτη; Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος αὐτὸ μόνον ἐργάζεται τὸ τῆς μοιχείας, ἐπήγαγε· Διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ. Τοῦτο πολλαχοῦ ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγμάτων· ἑαυτὸν ἐν μέσῳ τίθησι, καί φησι· Μιμηταί μου γίνεσθε. Ἀλλ' ἕκαστος τὸ ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν, Διὰ τὴν ἀκρασίαν ὑμῶν, πάλιν αὐτοὺς παρεμυθήσατο ἐπαγαγών· Ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· οὐ τοῦτο δηλῶν, ὅτι τῆς ἡμετέρας σπουδῆς οὐ δεῖται τὸ κατόρθωμα, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, παραμυθούμενος αὐτούς. Εἰ γὰρ χάρισμά ἐστι, καὶ οὐδὲν ἄνθρωπος εἰς τοῦτο εἰσφέρει, πῶς ἐπάγεις· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐταῖς, ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν; Εἶδες τὴν σύνεσιν τοῦ Παύλου, πῶς καὶ βελτίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα, δεδοικὼς μή τι παράπτωμα γένηται; Κρεῖττον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Ἐνέφηνεν ὅση τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ πολλὴν ὑπομένεις βίαν, φησὶ, καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ περιτραπῇς. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος. Ἐπειδὴ νόμον ῥητῶς ὑπὸ τοῦ Χριστοῦ τεθέντα μέλλει ἀναγινώσκειν περὶ τοῦ χωρὶς πορνείας μὴ ἀφιέναι γυναῖκα, διὰ τοῦτό φησιν· Οὐκ ἐγώ· τὰ μὲν γὰρ εἰρημένα ἔμπροσθεν, εἰ καὶ μὴ ῥητῶς εἴρητο, ἀλλὰ καὶ αὐτῷ δοκεῖ ταῦτα· τοῦτο μέντοι καὶ ῥητῶς παρέδωκεν. Ὥστε τὸ, Ἐγὼ, καὶ τὸ, Οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν. Ἵνα γὰρ μηδὲ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, διὰ τοῦτο ἐπήγαγεν· Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί οὖν ἐστιν, ὃ τοῖς γεγαμηκόσι παρήγγειλεν ὁ Κύριος, Γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι; ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι; Ἐπειδὴ γὰρ καὶ δι' ἐγκράτειαν καὶ δι' ἄλλας προφάσεις καὶ μικροψυχίας γίνεσθαι διαιρέσεις συνέβαινε, βέλτιον μὲν μηδὲ γενέσθαι τὴν ἀρχὴν, φησίν· εἰ δὲ ἄρα καὶ γένοιτο, μενέτω ἡ γυνὴ μετὰ τοῦ ἀνδρὸς, εἰ καὶ μὴ τῇ μίξει, ἀλλὰ τῷ μηδένα ἕτερον παρεισαγαγεῖν ἄνδρα. Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Ὥσπερ γὰρ περὶ τοῦ χωρίζεσθαι πόρνων διαλεγόμενος, τῇ ἐπιδιορθώσει τὸ πρᾶγμα πεποίηκεν εὔκολον εἰπὼν, Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· οὕτω δὴ καὶ ἐνταῦθα πολλῆς προενόησεν εὐκολίας, εἰπών· Ἐάν τις ἢ γυνὴ ἄνδρα, ἢ ἀνὴρ γυναῖκα ἔχῃ ἄπιστον, μὴ ἀφιέτω αὐτήν. Τί λέγεις; ἂν μὲν ἄπιστος, μενέτω μετὰ τῆς γυναικός· ἂν δὲ πόρνος, μηκέτι; καίτοι γε ἔλαττον ἡ πορνεία τῆς ἀπιστίας. Ἔλαττον μὲν ἡ πορνεία, ἀλλ' ὁ Θεὸς τῶν σῶν φείδεται σφόδρα. Τοῦτο καὶ ἐν τῇ θυσίᾳ ποιεῖ λέγων· Ἄφες τὴν θυσίαν, καὶ καταλλάγηθι τῷ ἀδελφῷ σου· τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος. Καὶ γὰρ ἐκεῖνον μύρια μὲν τάλαντα χρεωστοῦντα αὐτῷ οὐκ ἐκόλασεν, ἑκατὸν δὲ δηνάρια τὸν σύνδουλον ἀπαιτήσαντα ἐτιμωρήσατο. Εἶτα, ἵνα μὴ φοβῆται ἡ γυνὴ, ὡς ἀκάθαρτος γινομένη διὰ τὴν μίξιν, φησίν· Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Καίτοι εἰ ὁ τῇ πόρνῃ κολλώμενος, ἓν σῶμά ἐστιν, εὔδηλον ὅτι καὶ ἡ τῷ εἰδωλολάτρῃ κολλωμένη, ἓν σῶμά ἐστιν· ἓν μὲν σῶμά ἐστιν, ἀλλ' οὐ γίνεται ἀκάθαρτος, ἀλλὰ νικᾷ ἡ καθαρότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαρότης τοῦ πιστοῦ ἀνδρὸς πάλιν τὸ ἀκάθαρτον τῆς ἀπίστου γυναικός.