Ancient Greek
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-23
Not analysed yet
Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ ὡς τοῦτο ἡ ἄκρα τελειότης, καὶ ὅτι αὐτὸς πάντων πλέον πρὸς τὸ τέλειον ἀναβὰς, μᾶλλον δὲ καὶ ὑπερβὰς αὐτὸ τῷ μὴ λαμβάνειν, πάντων πλέον κατέβη πάλιν, καὶ ἑκατέρων τούτων τοὺς καιροὺς γνωρίμους ποιήσας ἡμῖν καὶ τῆς τελειότητος καὶ τῆς συγκαταβάσεως, πληκτικώτερον αὐτῶν καθικνεῖται λοιπὸν, αἰνιττόμενος ὅτι τοῦτο τὸ παρ' αὐτῶν γινόμενον καὶ δοκοῦν εἶναι τελειότητος, ματαιοπονία τίς ἐστι περιττή. Καὶ οὐ λέγει μὲν αὐτὸ οὕτω σαφῶς, ἵνα μὴ ἀπαναισχυντήσωσι· δι' ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ· καὶ εἰπὼν ὅτι εἰς τὸν Χριστὸν ἁμαρτάνουσι, καὶ τοὺς ἀδελφοὺς ἀπολλύουσι, καὶ οὐδὲν αὐτοῖς ὄφελος γίνεται ἀπὸ τῆς γνώσεως τῆς τελείας, ἐὰν μὴ ἀγάπη προσῇ, πάλιν ἐπὶ κοινὸν ἔρχεται παράδειγμα, καὶ φησίν· Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Τοῦτο δὲ λέγει, οὐχ ὡς καὶ ἐνταῦθα ἑνὸς ἐκ πάντων μέλλοντος σώζεσθαι, ἄπαγε, ἀλλ' ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ κατιόντων πολλῶν εἰς τὸ στάδιον, οὐ στεφανοῦνται πολλοὶ, ἀλλ' εἰς ἕνα τοῦτο περιίσταται, καὶ οὐκ ἀρκεῖ τὸ καθεῖναι εἰς τὸν ἀγῶνα, οὔτε τὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα οὐκ ἀρκεῖ τὸ πιστεῦσαι καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι· ἀλλὰ ἂν μὴ οὕτω δράμωμεν, ὡς μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲ ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νομίζεις εἶναι σαυτὸν, φησὶ, κατὰ τὴν γνῶσιν, ἀλλ' οὐδέπω τοῦ παντὸς ἐπιλήψῃ, ὅπερ αἰνιττόμενος ἔλεγεν· Οὕτω τρέχετε, ἵνα καταλάβητε. Οὐκ ἄρα που κατειληφότες ἦσαν. Καὶ εἰπὼν οὕτω, καὶ τὸν τρόπον διδάσκει· Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Τί ἐστι, Πάντα; Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας, καὶ λαγνείας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν. Τοῦτο γὰρ, φησὶ, καὶ ἐπὶ τῶν ἔξωθεν ἀγώνων γίνεται. Οὐδὲ γὰρ μεθύειν ἔξεστι τοῖς ἀγωνιζομένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα μὴ τὴν δύναμιν ἐκλύσωσιν, ἀλλ' οὐδὲ περὶ ἄλλο τι οὐδὲν ἠσχολῆσθαι· ἀλλὰ πάντων ἑαυτοὺς ἅπαξ ἀποστήσαντες, τοῖς γυμνασίοις μόνον προσέχουσιν. Εἰ δὲ ἐκεῖ ταῦτα, ὅπου καὶ εἰς ἕνα ὁ στέφανος, πολλῷ μᾶλλον ἐνταῦθα, ὅπου καὶ πλείων ἡ φιλοτιμία. Οὐδὲ γὰρ εἷς ὁ στεφανούμενος μόνος, καὶ τὰ ἔπαθλα δὲ πολὺ τοὺς πόνους νικᾷ. Διὸ καὶ ἐντρεπτικῶς αὐτὸ τίθησι λέγων· Ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Ἐντρέψας γὰρ αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπὸν, ὅπερ ἄριστος τρόπος διδασκαλίας ἐστί. Διὸ καὶ πανταχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Οὐκ ἀδήλως; Πρὸς σκοπόν τινα βλέπων, φησὶν, οὐκ εἰκῆ καὶ μάτην, καθάπερ ὑμεῖς. Τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐκείνην ἐπιδείκνυσθαι; Οὐδέν. Ἀλλ' οὐκ ἐγὼ τοιοῦτος, ἀλλὰ πάντα, ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον σωτηρίας ποιῶ· κἂν τελειότητα ἐπιδείξωμαι, δι' αὐτούς· κἂν συγκατάβασιν, δι' αὐτούς· κἂν ὑπερβῶ Πέτρον ἐν τῷ μὴ λαμβάνειν, ἵνα μὴ σκανδαλισθῶσι· κἂν καταβῶ πλέον πάντων, περιτεμνόμενος καὶ ξυρώμενος, ἵνα μὴ ὑποσκελισθῶσι. Τοῦτό ἐστιν, Οὐκ ἀδήλως. Σὺ δὲ διὰ τί ἐσθίεις ἐν εἰδωλείοις, εἰπέ μοι; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν αἰτίαν εὔλογον οὐδεμίαν. Βρῶμα γάρ σε οὐ παρίστησι τῷ Θεῷ· καὶ οὔτε ἐὰν φάγῃς, περισσεύεις, οὔτε ἐὰν μὴ φάγῃς, ὑστερῇ. Οὐκοῦν ἁπλῶς καὶ ὡς ἔτυχε τρέχεις· τοῦτο γάρ ἐστιν, Ἀδήλως. Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάλιν τὸ οὐκ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό φησιν· Ἔχω γὰρ ὃν πλήξω, τουτέστι, τὸν διάβολον· σὺ δὲ αὐτὸν οὐ πλήττεις, ἀλλὰ καὶ ἁπλῶς ἐκχέεις σαυτοῦ τὴν ἰσχύν. Τέως μὲν οὖν αὐτοὺς διαβαστάζων, οὕτω φησίν. Ἐπειδὴ γὰρ σφοδροτέρως αὐτοῖς ἐχρήσατο ἐν τοῖς ἔμπροσθεν, πάλιν κατέχει τὴν ἐπιτίμησιν, τῷ τέλει τοῦ λόγου τηρῶν τὴν βαθεῖαν τομήν. Ἐνταῦθα μὲν γάρ φησιν, ὅτι εἰκῆ καὶ μάτην ποιοῦσιν· ὕστερον δὲ δείκνυσιν, ὅτι, καὶ ἐπ' ὀλέθρῳ πολλῷ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ὅτι καὶ χωρὶς τῆς βλάβης τῶν ἀδελφῶν, οὐδὲ αὐτοὶ ἀνεύθυνοι ταῦτα τολμῶντες. Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους καὶ ἀνιέντας αὐτῇ τὰς ἡνίας, καὶ προσχήματι τελειότητος τὴν γαστριμαργίαν τὴν ἑαυτῶν πληροῦντας· ὃ καὶ ἄνωθεν ὤδινεν εἰπεῖν, ὅτε ἔλεγε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἐπειδὴ γὰρ καὶ πορνείαν τρυφὴ ποιεῖ, καὶ εἰδωλολατρείαν τοῦτο ἔτεκε, εἰκότως πολλαχοῦ καθικνεῖται τοῦ νοσήματος· καὶ δεικνὺς ὅσα ἔπαθε διὰ τὸ εὐαγγέλιον, καὶ τοῦτο μετ' ἐκείνων τίθησιν. Ὥσπερ γὰρ, φησὶν, ὑπερέβην τὰ προστάγματα, καὶ ταῦτα οὐ κούφου μοι τοῦ πράγματος ὄντος· καὶ γὰρ, Πάντα στέγομεν, φησίν· οὕτω καὶ ἐνταῦθα πολὺν ὑπομένω πόνον, ὥστε σωφρόνως ζῇν. Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ' ὅμως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωμι ἐμαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑπομένω πόνον, ὥστε μὴ παρασυρῆναι.