Ancient Greek
Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-12
Not analysed yet
Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον διορύττειν γάμον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇ τῆς ἐρωμένης ἀπολαύοντα· εἶτα ἀντιθῶμεν τούτῳ πάλιν ἕτερον τὸν τὴν αὑτοῦ στέργοντα· καὶ ἵνα πλείων καὶ σαφεστέρα ἡ νίκη γίνηται, οὗτος ὁ τῆς αὐτοῦ μόνης ἀπολαύων, ἐράτω μὲν καὶ ἐκείνης τῆς μοιχευομένης, κατεχέτω δὲ τοῦ ἔρωτος καὶ μηδὲν πραττέτω πονηρόν· καίτοι γε οὐδὲ καθαρὰ τοῦτο σωφροσύνη ἐστί· πλὴν ἀλλ' ἐκ περιουσίας, ἵνα μάθῃς πόση τῆς ἀρετῆς ἡ ἡδονὴ, διὰ τοῦτο οὕτω τὸ δρᾶμα ἐπλάσαμεν. Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώμεθα ἀμφοτέρους, τίνος ἡδίων ὁ βίος· καὶ ἀκούσῃ τοῦ μὲν καὶ ἐγκαλλωπιζομένου καὶ σκιρτῶντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῆς ἐπιθυμίας· τούτου δέ· μᾶλλον δὲ οὐδὲ ἀναμεῖναι δεῖ τὸ παρ' αὐτοῦ τι μαθεῖν· ὄψει γὰρ αὐτὸν, κἂν μυριάκις ἀρνῆται, δεσμωτῶν ἀθλιώτερον διακείμενον. Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα καὶ τὴν μοιχευομένην αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ καὶ τὸ τοῦ Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται. Καὶ ἡ μὲν ἡδονὴ βραχεῖα, ἡ δὲ ἀπὸ ταύτης ὀδύνη διηνεκής. Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρημίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγορος, ξίφος δεικνὺς ἠκονημένον, καὶ τὰς ἀφορήτους κολάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπανῶν. Ὁ δὲ σώφρων ἐκεῖνος πάντων τούτων ἀπήλλακται, καὶ ἔστιν ἐν ἐλευθερίᾳ, καὶ μετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλμοῖς ἀπαντᾷ. Εἰ δὲ ὁ ἐρῶν μὲν, κρατῶν δὲ, τοσαύτης ἀπολαύσεται ἡδονῆς, ὁ μηδὲ ἐρῶν, ἀλλὰ καθαρῶς σωφρονῶν, τίνος λιμένος, ποίας γαλήνης οὐχ ἡδίω καὶ ἡμερωτέραν κτήσεται ψυχήν; Διά τοι τοῦτο τοὺς μοιχεύοντας μὲν ὀλίγους ἂν ἴδοις, σωφρονοῦντας δὲ πλείους. Εἰ δὲ τοῦτο ἥδιον, τοῦτο ἂν εἵλοντο οἱ πολλοί. Καὶ μή μοι λέγε τὸν ἀπὸ τῶν νόμων φόβον· οὐδὲ γὰρ οὗτός ἐστιν αὐτοὺς ὁ κατέχων, ἀλλ' ἡ τῆς ἀτοπίας ὑπερβολὴ, καὶ τὸ πλείονα εἶναι τὰ λυπηρὰ τῶν ἡδέων, καὶ ἡ τοῦ συνειδότος ψῆφος. Καὶ ὁ μὲν μοιχὸς τοιοῦτος. Εἰ δὲ βούλεσθε, καὶ τὸν πλεονέκτην εἰς μέσον ἀγάγωμεν, ἕτερον ἔρωτα πάλιν παράνομον ἀπογυμνοῦντες. Καὶ γὰρ καὶ τοῦτον ὀψόμεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάμενον καθαρᾶς ἀπολαύειν ἡδονῆς. Καὶ γὰρ καὶ τοὺς ἀδικουμένους ἐννοῶν, καὶ τοὺς συναλγοῦντας αὐτοῖς, καὶ τὴν κοινὴν ἁπάντων περὶ αὐτοῦ ψῆφον, μυρία κύματα ἔχει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπὸν, ἀλλ' οὐδὲ τῆς ἐρωμένης ἀπολαῦσαι δύναται. Τοιοῦτος γὰρ ὁ τῶν φιλαργύρων τρόπος· οὐχ ἵνα ἀπολαύωσιν ἔχουσιν, ἀλλ' ἵνα μὴ ἀπολαύωσιν. Εἰ δὲ αἴνιγμά σοι τοῦτο εἶναι δοκεῖ, καὶ τὸ ἔτι τούτου χεῖρον καὶ ἀπορώτερον ἄκουε· ὅτι οὐ ταύτῃ μόνον ἐστέρηνται τῆς τῶν ὄντων ἡδονῆς, τῷ μὴ τολμᾷν αὐτοῖς χρῆσθαι, ὡς βούλονται, ἀλλὰ καὶ τῷ μηδέποτε αὐτῶν ἐμπίπλασθαι, ἀλλ' ἐν τῷ διψῇν εἶναι διηνεκῶς· οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος· ἀλλὰ καὶ τρόμου καὶ μίσους, καὶ φόβου καὶ τοῦ ἀνιάτου τούτου δίψους ἀπήλλακται· καὶ ὥσπερ ἐκείνῳ πάντες ἐπαρῶνται, οὕτω πάντες τούτῳ συνεύχονται· καὶ καθάπερ ἐκεῖνος οὐδένα κέκτηται φίλον, οὕτως οὗτος οὐδένα ἐχθρόν. Τί τοίνυν, τούτων οὕτως ὡμολογημένων, ἢ κακίας ἀηδέστερον, ἣ ἀρετῆς ἥδιον γένοιτ' ἄν; μᾶλλον δὲ, κἂν μυρία εἴπωμεν, οὐδεὶς οὔτε ἐκείνης τὴν λύπην, οὔτε ταύτης τὴν ἡδονὴν παραστῆσαι δυνήσεται λόγῳ, ἕως ἂν αὐτῆς ἀπολαύσωμεν. Τότε γὰρ καὶ πικρότερον χολῆς εὑρήσομεν τὴν κακίαν, ὅταν τοῦ τῆς ἀρετῆς ἀπογευσώμεθα μέλιτος. Ἔστι μὲν γὰρ καὶ νῦν ἀηδὴς καὶ φορτικὴ καὶ ἐπαχθὴς, καὶ πρὸς τοῦτο οὐδὲ αὐτοὶ οἱ θεραπεύοντες αὐτὴν ἀντεροῦσιν· ὅταν δὲ αὐτῆς ἀποστῶμεν, τότε αὐτῆς ἀκριβέστερον αἰσθανόμεθα τῶν πικρῶν ἐπιταγμάτων. Εἰ δὲ οἱ πολλοὶ πρὸς αὐτὴν τρέχουσι, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ παῖδες πολλάκις τὰ ἧττον ἡδέα ἑλόμενοι, τῶν μειζόνως εὐφραινόντων καταφρονοῦσι· καὶ οἱ νοσοῦντες ὑπὲρ προσκαίρου χάριτος τὴν διηνεκῆ καὶ ἀσφαλεστέραν εὐφροσύνην ἀπώλεσαν. Τοῦτο δὲ τῆς τῶν ἐρώντων ἀσθενείας τε καὶ ἀνοίας ἐστὶν, οὐ τῆς τῶν πραγμάτων φύσεως. Ὁ γὰρ μεθ' ἡδονῆς ζῶν, ὁ ἐνάρετός ἐστιν, ὁ πλουτῶν ὄντως καὶ ὄντως ἐλεύθερος ὤν. Εἰ δέ τις τὰ μὲν ἄλλα συγχωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ μηδένα δεδοικέναι, τὸ μηδένα ὑποπτεύειν, τὴν δὲ ἡδονὴν μὴ συγχωροίη, καὶ γελάσαι μοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται. Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι καὶ φόβου καὶ ἀθυμίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι; Τίς γὰρ ἐν ἡδονῇ, εἰπέ μοι, ὁ μαινόμενος καὶ σφαδάζων καὶ κεντούμενος ὑπὸ ἐπιθυμιῶν πολλῶν, καὶ οὐδὲ ἐν ἑαυτῷ ὢν, ἢ ὁ τούτων πάντων ἀπηλλαγμένος τῶν κυμάτων, καὶ ὥσπερ ἐν λιμένι τῇ φιλοσοφίᾳ καθήμενος; οὐκ εὔδηλον ὅτι οὗτος; Ἀλλὰ τῆς ἀρετῆς ἴδιον τοῦτο ἀνεφάνη. Ὥστε ἡ κακία ὄνομα μόνον ἡδονῆς ἔχει, τοῦ δὲ πράγματός ἐστιν ἔρημος· καὶ πρὸ μὲν τῆς ἀπολαύσεως μανία ἐστὶν, οὐχ ἡδονὴ, μετὰ δὲ τὴν ἀπόλαυσιν εὐθέως καὶ αὐτὴ σβέννυται. Εἰ τοίνυν οὔτε ἐν ἀρχῇ οὔτε μετὰ ταῦτα ἔστιν ἰδεῖν αὐτῆς τὴν ἡδονὴν, ποῦ φανεῖται καὶ πότε; Ἵνα δὲ σαφέστερον, ὃ λέγω, μάθῃς, ἐπὶ ὑποδείγματος τὸν λόγον γυμνάσωμεν· σκόπει δέ· ἠράσθη τις γυναικὸς ὡραίας καὶ εὐμόρφου· οὗτος ἕως μὲν ἂν μὴ ἐπιτύχῃ τοῦ ἔρωτος, τοῖς ἐξεστηκόσιν ἔοικε καὶ παραπαίουσιν· ἐπειδὰν δὲ ἐπιτύχῃ, ἔσβεσε τὴν ἐπιθυμίαν. Εἰ τοίνυν μήτε ἐν ἀρχῇ ἥδεται· μανία γὰρ τὸ πρᾶγμά ἐστι· μήτε ἐν τῷ τέλει· καταλύει γὰρ τῇ μίξει τὸν οἶστρον· ποῦ λοιπὸν αὐτὴν εὑρήσομεν; Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ μέχρι τέλους ἀκμάζουσα μένει ἡ ἡδονή· μᾶλλον δὲ οὐδέ ἐστι τέλος παρ' ἡμῖν ἡδονῆς, οὐδὲ ἔχει πέρας ἡμῶν τὰ ἀγαθὰ, οὐδὲ καταλύεταί ποτε αὕτη ἡ ἡδονή. Ταῦτ' οὖν ἅπαντα ἐννοήσαντες, εἴ γε ἡδονῆς ἐρῶμεν, ἐπιλαβώμεθα ἀρετῆς, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.