Ancient Greek
Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-32
Not analysed yet
Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα; ἐκεῖνο μὲν γὰρ φύσει δουλεύει, τὰ δὲ ἡμέτερα προαιρέσεώς ἐστι κατορθώματα· προάγων αὐτὸ τοῖς καθ' ἡμᾶς πράγμασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώμης ὀφείλομεν ἔχειν ὁμόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ. Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ φύσεως χάρις δυνατωτέρα. Καὶ μέλη ἐκ μέρους. Οὐ γὰρ δὴ σῶμα μόνον, φησὶν, ἀλλὰ καὶ μέλη ἐσμέν. Περὶ γὰρ ἀμφοτέρων τούτων ἀνωτέρω διελέχθη, τοὺς πολλοὺς εἰς ἓν συνάγων, καὶ δεικνὺς ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώματος εἰκόνα γινομένους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάμενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συνεχόμενα καὶ δυνάμενα εἶναι πολλά. Τί δέ ἐστι τὸ, Ἐκ μέρους; Τό γε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ ὑμῶν οἰκοδομηθῆναι μέρος. Ἐπειδὴ γὰρ εἶπε, Σῶμα, τὸ δὲ πᾶν σῶμα ἦν, οὐχὶ ἡ παρὰ Κορινθίοις Ἐκκλησία, ἀλλ' ἡ πανταχοῦ τῆς οἰκουμένης, διὰ τοῦτο ἔφησεν, Ἐκ μέρους· τουτέστιν, ὅτι Ἡ Ἐκκλησία ἡ παρ' ὑμῖν μέρος ἐστὶ τῆς πανταχοῦ κειμένης Ἐκκλησίας, καὶ τοῦ σώματος τοῦ διὰ πασῶν συνισταμένου τῶν Ἐκκλησιῶν· ὥστε οὐχὶ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν κατὰ τὴν οἰκουμένην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ὅπερ γὰρ ἔφθην εἰπὼν τοῦτο καὶ νῦν ποιεῖ· ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ. Τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ προτάττων τὸ προτιμότερον, καὶ τὸ καταδεέστερον δεικνύς. Διὸ καὶ τοὺς ἀποστόλους προὔθηκεν, οἳ πάντα ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. Καὶ οὐκ εἶπεν, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἀποστόλους, ἁπλῶς, ἢ προφήτας, ἀλλὰ πρῶτον καὶ δεύτερον καὶ τρίτον τίθησι, τὸ αὐτὸ τοῦτο, ὅπερ εἶπον, ἐμφαίνων. Δεύτερον προφήτας. Προεφήτευον γὰρ, ὡς αἱ θυγατέρες Φιλίππου, ὡς ὁ Ἄγαβος, ὡς αὐτοὶ οὗτοι οἱ παρὰ Κορινθίοις, περὶ ὧν φησι, Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε, Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Καὶ πολλῷ πλείους τότε ἦσαν, ἢ ἐπὶ τῆς Παλαιᾶς. Οὐ γὰρ εἰς δέκα καὶ εἴκοσι καὶ πεντήκοντα καὶ ἑκατὸν περιεστήκει τὸ χάρισμα, ἀλλ' ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη, καὶ ἑκάστη Ἐκκλησία πολλοὺς εἶχε τοὺς προφητεύοντας. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων. Τρίτον διδασκάλους. Ὁ μὲν γὰρ προφητεύων, πάντα ἀπὸ τοῦ Πνεύματος φθέγγεται· ὁ δὲ διδάσκων, ἔστιν ὅπου καὶ ἐξ οἰκείας διανοίας διαλέγεται. Διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα δὲ οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὁ δὲ Πνεύματι πάντα φθεγγόμενος, οὐ κοπιᾷ· διὰ δὴ τοῦτο καὶ μετὰ τὸν προφήτην αὐτὸν τέθεικεν· ὅτι τὸ μὲν ὅλον ἐστὶ χάρισμα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. Καὶ γὰρ καὶ οἴκοθεν πολλὰ φθέγγεται, συμβαίνοντα μέντοι ταῖς θείαις Γραφαῖς. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων. Ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ ἰάματα ἀπὸ τῆς δυνάμεως, ὅπερ καὶ ἔμπροσθεν ἐποίησεν; ἡ γὰρ δύναμις πλέον τῆς ἰάσεως. Ὁ μὲν γὰρ δύναμιν ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χάρισμα ἰαμάτων, θεραπεύει μόνον. Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει, τὴν προφητείαν τῶν δυνάμεων καὶ τῶν ἰαμάτων προτιθείς. Ἀνωτέρω μὲν γὰρ, ἔνθα ἔλεγεν, ὅτι Τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, οὐ κατὰ τάξιν τιθεὶς ἔλεγεν, ἀλλ' ἀδιαφόρως· ἐνταῦθα μέντοι προτίθησι καὶ ὑποτάττει. Τίνος οὖν ἕνεκεν τὴν προφητείαν προτίθησιν; Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγμα τὴν τάξιν. Ὅτε γοῦν ὁ Ἡσαΐας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαιμόνων εὐτελείας τὸν ἔλεγχον παρῆγεν εἰς μέσον, καὶ τοῦτο τῆς θειότητος αὐτοῦ ἔφησεν εἶναι δεῖγμα μέγιστον, τὸ λέγειν τὰ μέλλοντα. Καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σημεῖα ποιήσας, οὐ μικρὸν τοῦτό φησιν αὐτοῦ τῆς θειότητος εἶναι σημεῖον· καὶ ἐπιλέγει συνεχῶς, Ταῦτα δὲ εἴρηκα ὑμῖν, ἵν' ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. Ἀλλὰ προφητείας μὲν εἰκότως τὰ χαρίσματα τῶν ἰαμάτων δεύτερα· διὰ τί δὲ καὶ διδασκαλίας; Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν· ἐπεὶ καὶ αὗται δι' ἐκεῖνον γίνονται.