Ancient Greek
Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 2.1-31
Not analysed yet
Ὅταν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ μείζων. Διδασκάλους γὰρ τούτους φησὶ, τοὺς καὶ τοῖς ἔργοις διδάσκοντας καὶ τῷ λόγῳ παιδεύοντας. Τοῦτο γοῦν καὶ τοὺς ἀποστόλους, ἀποστόλους εἶναι ἐποίησε. Κἀκεῖνα μὲν καὶ ἕτεροί τινες οὐ πολλοῦ ἄξιοι παρὰ τὴν ἀρχὴν εἰλήφασιν, ὡς ἐκεῖνοι οἱ εἰρηκότες, Κύριε οὐχὶ τῷ σῷ ὀνόματι προεφητεύσαμεν. καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ μετὰ ταῦτα ἀκούσαντες, Οὐδέποτε ἔγνων· ὑμᾶς πορεύεσθε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸν δὲ τῆς διδασκαλίας λόγον τὸν διπλοῦν τοῦτον, τὸν διὰ τῶν ἔργων καὶ τῶν λόγων, οὐκ ἂν ἀναδέξαιτό ποτε πονηρὸς ἄνθρωπος. Εἰ δὲ τοὺς προφήτας προτίθησι, μὴ θαυμάσῃς· οὐ γὰρ ἁπλῶς προφήτας λέγει, ἀλλὰ τοὺς διὰ τῆς προφητείας καὶ διδάσκοντας καὶ εἰς τὸ κοινῇ συμφέρον ἅπαντα λέγοντας· ὅπερ προϊὼν σαφέστερον ἡμῖν ποιεῖ. Ἀντιλήψεις, κυβερνήσεις. Τί ἐστιν, Ἀντιλήψεις; Ὥστε ἀντέχεσθαι τῶν ἀσθενῶν. Τοῦτο οὖν χάρισμα; εἰπέ μοι. Μάλιστα μὲν καὶ τοῦτο τῆς τοῦ Θεοῦ δωρεᾶς, τὸ προστατικὸν εἶναι, τὸ πράγματα οἰκονομεῖν πνευματικά· ἄλλως τε δὲ πολλὰ καὶ τῶν ἡμετέρων κατορθωμάτων χαρίσματα καλεῖ, οὐκ ἀναπίπτειν ἡμᾶς βουλόμενος, ἀλλὰ δεικνὺς ὅτι πανταχοῦ τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι, καὶ προθυμοτέρους ταύτῃ ποιῶν καὶ διεγείρων αὐτῶν τὰ φρονήματα. Γένῃ γλωσσῶν. Εἶδες ποῦ τέθεικε τουτὶ τὸ χάρισμα, καὶ πῶς πανταχοῦ τὴν ἐσχάτην αὐτῷ νέμει τάξιν; Εἶτα ἐπειδὴ πάλιν ἐκ τοῦ καταλόγου τούτου πολλὴν ἔδειξε διαφορὰν, καὶ τὸ νόσημα ἐκεῖνο διήγειρε τὸ τῶν ἐλάττονα ἐχόντων χαρίσματα· λοιπὸν μετὰ πολλῆς αὐτοῖς ἐπιπηδᾷ τῆς σφοδρότητος, διὰ τὸ πολλὰς αὐτοῖς παρασχεῖν τὰς ἀποδείξεις τοῦ μὴ σφόδρα ἐλαττοῦσθαι αὐτούς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ταῦτα ἀκούσαντας αὐτοὺς λέγειν· Καὶ διὰ τί μὴ πάντες ἀπόστολοι ἐγενόμεθα; ἀνωτέρω μὲν παρακλητικωτέρῳ λόγῳ κέχρηται, διὰ πολλῶν ἀποδεικνὺς ἀναγκαίως τοῦτο γινόμενον, καὶ ἀπὸ τῆς τοῦ σώματος εἰκόνος· Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος· καὶ πάλιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Καὶ ἀπὸ τοῦ συμφερόντως δεδόσθαι, Ἑκάστῳ γὰρ, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον· καὶ ἀπὸ τοῦ πάντας ἀπὸ τοῦ Πνεύματος ἀρύεσθαι τοῦ αὐτοῦ, καὶ ἀπὸ τοῦ χάρισμα εἶναι τὸ διδόμενον, ἀλλὰ μὴ ὀφειλήν· Διαιρέσεις γὰρ, φησὶ, χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· ἀπὸ τοῦ φανέρωσιν ὁμοίως γίνεσθαι διὰ πάντων τοῦ Πνεύματος, Ἑκάστῳ γὰρ ἡ φανέρωσις, φησὶ, δίδοται διὰ τοῦ Πνεύματος· καὶ ἀπὸ τοῦ κατὰ τὸ δοκοῦν τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα τετυπῶσθαι, Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· καὶ πάλιν, Ἔθετο ὁ Θεὸς τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε· καὶ ἀπὸ τοῦ ἀναγκαῖα εἶναι καὶ τὰ ἐλάττονα, Τὰ γὰρ δοκοῦντα, φησὶν, ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· ἀπὸ τοῦ ὁμοίως ἀναγκαῖα εἶναι, ἐν τῷ ὁμοίως τὸ σῶμα κατασκευάζειν τοῖς μείζοσι, Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά· ἀπὸ τοῦ καὶ τὰ μείζονα τῶν ἐλαττόνων δεῖσθαι, Οὐ δύναται γὰρ, φησὶν, εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω· ἀπὸ τοῦ καὶ πλείονος ταῦτα ἀπολαύειν τιμῆς, Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν ἔδωκε τιμήν· ἀπὸ τοῦ κοινὴν αὐτῶν εἶναι τὴν φροντίδα καὶ ἴσην, Τὸ γὰρ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι πάντα τὰ μέλη· καὶ ἀπὸ τοῦ μίαν εἶναι τὴν δόξαν καὶ τὴν ἀλγηδόνα αὐτῶν ἁπάντων, Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ἀνωτέρω μὲν οὖν παρεκάλεσε διὰ τούτων· ἐνταῦθα δὲ καταφορικῶς καὶ ἐπιτιμητικῶς κέχρηται τῷ λόγῳ λοιπόν. Ὅπερ γὰρ ἔφην, οὔτε ἀεὶ παρακαλεῖν, οὔτε ἐπιστομίζειν ἀεὶ χρή. Διὰ τοῦτο καὶ αὐτὸς, ἐπειδὴ διὰ πολλῶν αὐτοὺς παρεκάλεσε, σφοδρῶς λοιπὸν ἐπιτίθεται, λέγων· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Καὶ οὐχ ἵσταται μέχρι τοῦ πρώτου καὶ τοῦ δευτέρου χαρίσματος, ἀλλὰ μέχρις ἐσχάτων πρόεισιν· ἢ τοῦτο λέγων, ὅτι Οὐ δυνατὸν πάντας εἶναι πάντα· ὥσπερ ἐκεῖ φησιν, Εἰ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; ἢ καὶ ἕτερόν τι μετὰ τούτων κατασκευάζων εἰς παραμυθίας λόγον πάλιν. Ποῖον δὴ τοῦτο; Τὸ δεῖξαι καὶ τὰ ἐλάττονα ὁμοίως τοῖς μείζοσι περιμάχητα ἐκ τοῦ μηδὲ ταῦτα ἁπλῶς πᾶσι δεδόσθαι. Τί γὰρ, φησὶν, ἀλγεῖς, ὅτι οὐκ ἔχεις χαρίσματα ἰαμάτων; ἐννόησον ὅτι ὅπερ ἔχεις σὺ, κἂν ἔλαττον ᾖ, πολλάκις ὁ τὸ μεῖζον ἔχων, οὐκ ἔχει. Διὰ τοῦτό φησι· Μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν; Ὥσπερ γὰρ τὰ μεγάλα οὐ πᾶσιν ἐχαρίσατο ὁ Θεὸς πάντα, ἀλλὰ τοῖς μὲν τοῦτο, τοῖς δὲ ἐκεῖνο· οὕτω καὶ ἐπὶ τῶν ἐλαττόνων ἐποίησεν, οὐδὲ ταῦτα πᾶσι προθείς. Ἐποίησε δὲ τοῦτο, πολλὴν ἐκ τούτου τὴν συμφωνίαν καὶ τὴν ἀγάπην οἰκοδομῶν, ἵνα ἕκαστος τοῦ πλησίον δεόμενος συνάγηται πρὸς τὸν ἀδελφόν. Τοῦτο καὶ ἐν ταῖς τέχναις ᾠκονόμησε, τοῦτο καὶ ἐν τοῖς στοιχείοις, τοῦτο καὶ ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς μέλεσι τοῖς ἡμετέροις καὶ ἐν πᾶσιν ἁπλῶς.