Ancient Greek
Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 1.1-37
Not analysed yet
Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν, καὶ τὸν ἀπὸ τῶν προφητειῶν, καὶ νομοθετήσας, ὥστε μὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμένου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην ὁδῷ πρόεισι, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως. Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίεται λαλεῖν, οὐδ' ὅτε βούλονται, καὶ ταῦτα ὑπὸ τοῦ Πνεύματος κινουμένοις, πολλῷ μᾶλλον ἐκείναις εἰκῆ φλυαρούσαις καὶ μάτην. Διὰ τοῦτο καὶ μετὰ πολλῆς τῆς αὐθεντίας ἐπιστομίζει τὴν φλυαρίαν αὐτῶν, καὶ τὸν νόμον μεθ' ἑαυτοῦ λαβὼν, οὕτως αὐτῶν ἀποῤῥάπτει τὰ στόματα. Οὐ γὰρ παραινεῖ μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει σφοδρῶς, παλαιὸν ὑπὲρ τούτων ἀναγινώσκων νόμον. Εἰπὼν γὰρ, ὅτι Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, καὶ, Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάττεσθαι, ἐπήγαγε, Καθὼς καὶ ὁ νόμος λέγει. Καὶ ποῦ τοῦτο ὁ νόμος λέγει; Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Εἶδες Παύλου σοφίαν, ἡλίκην παρήγαγε μαρτυρίαν, οὐ σιγᾷν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾷν, καὶ μετὰ φόβου τοσούτου, μεθ' ὅσου τὴν δούλην ἡσυχάζειν χρή; Διὸ καὶ αὐτὸς εἰπὼν, ὅτι Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, οὐκ ἐπήγαγεν, Ἀλλὰ σιγᾷν, ἀλλὰ τὸ πλέον ἀντὶ τοῦ σιγᾷν τέθεικε, τὸ ὑποτάττεσθαι. Εἰ δὲ ἐπὶ ἀνδρῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων καὶ πατέρων καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας συλλόγου. Καὶ εἰ μηδὲ φθέγξονται, φησὶ, μηδὲ ἐρωτήσουσι, τίνος ἕνεκεν καὶ παρέσονται; Ἵνα ἀκούωσι μὲν ἃ χρὴ, τὰ δὲ ἀμφιβαλλόμενα παρὰ τῶν ἀνδρῶν οἴκοι μανθανέτωσαν. Διὸ καὶ ἐπήγαγεν· Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Οὐ γὰρ δὴ μόνον λαλεῖν αὐταῖς οὐκ ἐφίεται, φησὶν, ἁπλῶς, ἀλλ' οὐδὲ ἐρωτᾷν τι ἐν ἐκκλησίᾳ. Εἰ δὲ ἐρωτᾷν οὐ χρὴ, πολλῷ μᾶλλον ἁπλῶς λαλεῖν οὐ θέμις. Καὶ τί δήποτε ἐν τοσαύτῃ κατέστησεν αὐτὰς ὑποταγῇ; Ὅτι ἀσθενέστερόν πώς ἐστιν ἡ γυνὴ καὶ εὐρίπιστον καὶ κοῦφον. Διὰ δὴ τοῦτο τοὺς ἄνδρας αὐταῖς ἐπέστησε διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας τε γὰρ κοσμίας κατεσκεύασε, τούτους τε ἐναγωνίους ἐποίησεν, ἅτε μέλλοντας μετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖς γυναιξὶ παρακατατίθεσθαι. Εἶτα ἐπειδὴ καλλωπίζεσθαι ἐντεῦθεν ἐνόμιζον ἐκ τοῦ φθέγγεσθαι δημοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει τὸν λόγον, λέγων· Αἰσχρὸν γάρ ἐστι γυναικὶ ἐν ἐκκλησίᾳ λαλεῖν. Πρῶτον μὲν γὰρ ἀπὸ τοῦ νόμου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λογισμοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόμης αὐταῖς διελέγετο, ἔλεγεν· Ἢ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει; Καὶ πανταχοῦ τοιοῦτον εὕροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἐντρέποντα. Πρὸς τούτοις δὲ καὶ ἀπὸ τῶν πᾶσι δοκούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει, ὃ καὶ ἐνταῦθα τέθεικεν εἰπών· Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τηρούσας τὸν νόμον, καὶ ἀπὸ τῆς καινοτομίας τὸν θόρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. Διὸ καὶ ἀλλαχοῦ ἔλεγεν· Ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσαις ταῖς Ἐκκλησίαις διδάσκω· καὶ πάλιν, Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων· καὶ ἐνταῦθα, Ἦ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Τουτέστιν, Οὔτε πρῶτοι οὔτε μόνοι ὑμεῖς πιστοὶ, ἀλλ' ἡ οἰκουμένη πᾶσα· ὃ καὶ πρὸς Κολοσσαεῖς γράφων ἔλεγε, Καθώς ἐστι καρποφορούμενον καὶ αὐξανόμενον ἐν παντὶ τῷ κόσμῳ, περὶ τοῦ Εὐαγγελίου λέγων. Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν λέγῃ τὰ αὐτῶν πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατάδηλα. Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων ἔλεγεν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε· καὶ Ῥωμαίοις δὲ πάλιν, ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Ἀμφότερα γὰρ ἱκανὰ προτρέψαι καὶ διεγεῖραι, καὶ τὸ παρ' ἑτέρων ἐπαινεῖσθαι, καὶ τὸ ἑτέρους ἔχειν κοινωνοὺς τῆς γνώμης. Διὸ καὶ ἐνταῦθά φησιν· Ἦ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ' ἑτέρων μανθάνειν· οὔτε, ὅτι Ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ τὰ παρ' ἑτέρων παραδείγματα δέχεσθαι. Ὁρᾷς διὰ πόσων ἐνέτρεψε; τὸν νόμον παρήγαγε, τὸ αἰσχρὸν τοῦ πράγματος ἔδειξε, τὰς λοιπὰς Ἐκκλησίας εἰς μέσον τέθεικεν.