Ancient Greek · ~21 min
Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-15
Not analysed yet
Ἐφρίξατε ταῦτα ἀκούσαντες; Οὐκοῦν πολλῷ μᾶλλον ταῦτα ποιοῦντες φρίξατε. Ὃ περὶ τῶν ὑπερορώντων τοὺς πένητας εἶπεν ὁ Παῦλος, καὶ μόνων ἑστιωμένων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; δότε κἀμοὶ περὶ τῶν θορυβούντων ἐνταῦθα καὶ διαλεγομένων εἰπεῖν· μὴ γὰρ οὐκ ἔχετε οἰκίας εἰς τὸ φλυαρεῖν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ διαφθείρετε καὶ τοὺς σωφρονεῖν καὶ ἡσυχάζειν βουλομένους; Ἀλλὰ ἡδὺ καὶ φίλον ἡμῖν τοῖς γνωρίμοις διαλέγεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλ' ἐν οἰκίᾳ, ἀλλ' ἐν ἀγορᾷ, ἀλλ' ἐν βαλανείοις γινέσθω· ἡ γὰρ ἐκκλησία οὐ διαλέξεως, ἀλλὰ διδασκαλίας χωρίον ἐστί. Νυνὶ δὲ τῆς ἀγορᾶς οὐδὲν διενήνοχεν· εἰ δὲ μὴ τολμηρὸν εἰπεῖν, τάχα οὐδὲ τῆς σκηνῆς· οὕτω τῶν ἐκεῖ πορνευομένων γυναικῶν ἀσελγέστερον αἱ ἐνταῦθα συλλεγόμεναι καλλωπίζονται. Διὸ δὴ πολλοὺς καὶ ἐνταῦθα ἐφέλκονται τῶν ἀκολάστων· καὶ ἄν τε πειρᾶταί τις ἢ βούληται γυναῖκα διαφθείρειν, οὐδεὶς, οἶμαι, τῆς ἐκκλησίας ἐπιτηδειότερος αὐτῷ τόπος εἶναι δοκεῖ. Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, μᾶλλον τῆς ἀγορᾶς χρήσιμος ἡ ἐκκλησία φαίνεται. Ἐνταῦθα γὰρ καὶ περὶ τούτων πλείους γίνονται λόγοι, ἢ ἐν αὐτοῖς τοῖς ἐργαστηρίοις. Ἄν τε κακῶς εἰπεῖν καὶ ἀκοῦσαι βούλωνταί τινες, καὶ τοῦτο ὄψει ἐνταῦθα μᾶλλον, ἢ ἐπὶ τῆς ἀγορᾶς ἔξω συμβαῖνον· κἂν τῶν πολιτικῶν τι βουληθῇς ἀκοῦσαι πραγμάτων, κἂν τῶν ἐν οἰκίαις, κἂν τῶν ἐν στρατοπέδῳ, μὴ βαδίσῃς εἰς δικαστήριον, μηδὲ καθίσῃς ἐν ἰατρείῳ· εἰσὶ γὰρ ἐνταῦθα, εἰσὶν οἱ πάντων ἀκριβέστερον ταῦτα ἅπαντα καταγγέλλοντες καὶ πάντα μᾶλλόν ἐστι τὰ ἐνταῦθα, ἢ ἐκκλησία. Τάχα σφόδρα καθηψάμην ὑμῶν· οὐκ ἔγωγε οἶμαι. Ὅταν γὰρ τοῖς αὐτοῖς ἐπιμένητε, πόθεν εἴσομαι, ὅτι καθίκετο ὑμῶν τὰ εἰρημένα; Οὐκοῦν τῶν αὐτῶν ἀναγκαῖον ἅψασθαι πάλιν. Ταῦτα οὖν ἀνεκτά; ταῦτα φορητά; Κοπτόμεθα καθ' ἑκάστην ἡμέραν καὶ διασπώμεθα, ἵνα τι χρήσιμον μαθόντες ἀπέλθητε· καὶ οὐδεὶς ὑμῶν τι κερδάνας ἄπεισιν, ἀλλὰ καὶ βλαβεὶς μειζόνως. Καὶ γὰρ εἰς κρῖμα συνέρχεσθε, πρόφασιν οὐκέτι περὶ τῆς ἁμαρτίας ἔχοντες, καὶ τοὺς ἐπιεικεστέρους ἐκκρούετε, ταῖς ὑμετέραις φλυαρίαις ἐνοχλοῦντες πάντοθεν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκ ἀκούω τῶν ἀναγινωσκομένων, φησὶν, οὐδὲ οἶδα τίνα ἐστὶ τὰ λεγόμενα. Ἐπειδὴ θορυβεῖς, ἐπειδὴ ταράσσεις, ἐπειδὴ μετὰ ψυχῆς εὐλάβειαν ἐχούσης οὐ παραγίνῃ. Τί φής; οὐκ οἶδας τίνα ἐστὶ τὰ λεγόμενα; Δι' αὐτὸ μὲν οὖν τοῦτο προσέχειν ἐχρῆν. Εἰ δὲ οὐδὲ τὸ ἀσαφὲς διεγείρει σου τὴν ψυχὴν, πολλῷ μᾶλλον, εἰ σαφῆ ἦν, παρέδραμες. Διὰ γὰρ τοῦτο οὔτε σαφῆ πάντα ἐστὶν, ἵνα μὴ ῥᾳθυμήσῃς, οὔτε ἀσαφῆ, ἵνα μὴ ἀπογνῷς. Καὶ ὁ μὲν εὐνοῦχος ἐκεῖνος καὶ βάρβαρος οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ τοσούτων πραγμάτων ὄχλῳ κυκλούμενος, καὶ ἐν ὁδῷ ὢν, βιβλίον μετὰ χεῖρας εἶχε καὶ ἀνεγίνωσκε, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκε· σὺ δὲ καὶ ἐν διδασκάλων εὐπορίᾳ ὢν, καὶ ἑτέρους ἔχων τοὺς ὑπαναγινώσκοντας, σκήψεις προβάλλῃ μοι καὶ προφάσεις. Οὐκ οἶσθα τὰ λεγόμενα; Οὐκοῦν εὖξαι ἵνα μάθῃς· μᾶλλον δὲ ἀμήχανον πάντα ἀγνοεῖν. Καὶ γὰρ πολλὰ αὐτόθεν ἐστὶ κατάδηλα καὶ σαφῆ· μᾶλλον δὲ, κἂν ἅπαντα ἀγνοῇς, καὶ οὕτως ἡσυχάζειν ἔδει, ἵνα μὴ τοὺς προσέχοντας ἐκκρούσῃς, ἵνα σου τὴν ἡσυχίαν καὶ τὴν αἰδὼ ἀποδεξάμενος ὁ Θεὸς, καὶ τὰ ἀσαφῆ ποιήσῃ δῆλα. Ἀλλ' οὐ δύνασαι σιγᾷν; Οὐκοῦν ἔξιθι, ἵνα μὴ καὶ ἑτέροις γένῃ βλάβη. Καὶ γὰρ μίαν ἐν ἐκκλησίᾳ δεῖ φωνὴν εἶναι ἀεὶ, καθάπερ ἑνὸς ὄντος σώματος. Διὰ τοῦτο καὶ ὁ ἀναγινώσκων μόνος φθέγγεται· καὶ αὐτὸς ὁ τὴν ἐπισκοπὴν ἔχων ἀνέχεται σιγῇ καθήμενος· καὶ ὁ ψάλλων ψάλλει μόνος· κἂν πάντες ὑπηχῶσιν, ὡς ἐξ ἑνὸς στόματος ἡ φωνὴ φέρεται· καὶ ὁ ὁμιλῶν ὁμιλεῖ μόνος. Ὅταν δὲ πολλοὶ καὶ πολλὰ καὶ διάφορα διαλέγωνται, τίνος ἕνεκεν ἐνοχλοῦμεν ἡμεῖς εἰκῆ; Οὐδὲ γὰρ εἰ μὴ εἰκῆ ἐνοχλεῖν ἡμᾶς ἡγεῖσθε, περὶ τηλικούτων φθεγγομένων ἡμῶν, περὶ τῶν οὐδὲν ἂν προσηκόντων ὑμεῖς διελέγεσθε. Διὰ ταῦτα οὐκ ἐν τῷ βίῳ μόνον ὑμῖν, ἀλλὰ καὶ ἐν αὐτῇ τῶν πραγμάτων τῇ ψήφῳ πολλὴ ἡ διαστροφή· καὶ περὶ τὰ περιττὰ κεχήνατε, καὶ τὴν ἀλήθειαν ἀφέντες, τὰς σκιὰς καὶ τὰ ὀνείρατα διώκετε. Ἢ οὐ σκιὰ καὶ ὀνείρατα τὰ παρόντα ἅπαντα, καὶ σκιᾶς χείρω; Καὶ γὰρ πρὶν ἢ φανῆναι, ἀφίπταται, καὶ πρὶν ἀποπτῆναι, πολὺν παρέχει τὸν θόρυβον καὶ πλείονα τῆς ἡδονῆς. Κἂν μυρία τις ἐνταῦθα λαβὼν κατορύξῃ χρήματα, τῆς νυκτὸς παρελθούσης, γυμνὸς ἄπεισιν ἐντεῦθεν, καὶ μάλα εἰκότως· ἐπεὶ καὶ οἱ ὄναρ πλουτοῦντες, ἀναστάντες ἀπὸ τῆς εὐνῆς, οὐδὲν ἔχουσιν ὧν ἔχειν ἐδόκουν καθεύδοντες· οὕτω καὶ οἱ πλεονεκτοῦντες· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ ὄναρ πλουτῶν, οὔτε τὰ χρήματα ἔχει, ἅπερ ἐφαντάζετο ἔχειν, οὔτε ἄλλο τι κακὸν ἀπὸ τῆς φαντασίας ταύτης λαβὼν ἀνίσταται· οὗτος δὲ τῶν μὲν χρημάτων ἐστέρηται, τῶν δὲ ἁμαρτημάτων τῶν ἐκ τῶν χρημάτων ἐμπλησθεὶς ἄπεισι, καὶ ἐν τῷ πλούτῳ φαντασθεὶς, τὰ ἐκ τοῦ πλούτου κακὰ οὐχ ὁρᾷ ἐν φαντασίᾳ λοιπὸν, ἀλλ' ἐν αὐτῇ τῶν πραγμάτων τῇ ἀληθείᾳ· καὶ ἡ μὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συμβαίνει, ἀλλ' ἐν αὐτῇ τῇ πείρᾳ, μᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνης καὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν μυρίας προστριβόμενος ἀθυμίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς. Ἵν' οὖν καὶ τῶν ὀνειράτων ἀπαλλαγῶμεν καὶ τῶν κακῶν τῶν οὐκ ἐν ὀνείροις, ἀντὶ πλεονεξίας ἐλεημοσύνην ἑλώμεθα, ἀντὶ ἁρπαγῆς φιλανθρωπίαν. Οὕτω γὰρ καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.